Τρυγαῖος
ὦ πότνια βοτρυόδωρε τί προσείπω σʼ ἔπος;
520
πόθεν ἂν λάβοιμι ῥῆμα μυριάμφορον
ὅτῳ προσείπω σʼ; οὐ γὰρ εἶχον οἴκοθεν.
ὦ χαῖρʼ Ὀπώρα, καὶ σὺ δʼ ὦ Θεωρία.
οἷον δʼ ἔχεις τὸ πρόσωπον ὦ Θεωρία,
οἷον δὲ πνεῖς, ὡς ἡδὺ κατὰ τῆς καρδίας,
525
γλυκύτατον ὥσπερ ἀστρατείας καὶ μύρου.
Ἑρμῆς
μῶν οὖν ὅμοιον καὶ γυλιοῦ στρατιωτικοῦ;
Τρυγαῖος
ἀπέπτυσʼ ἐχθροῦ φωτὸς ἔχθιστον πλέκος.
τοῦ μὲν γὰρ ὄζει κρομμυοξυρεγμίας,
ταύτης δʼ ὀπώρας, ὑποδοχῆς, Διονυσίων,
530
αὐλῶν, τραγῳδῶν, Σοφοκλέους μελῶν, κιχλῶν,
ἐπυλλίων Εὐριπίδου—
Ἑρμῆς
κλαύσἄρα σὺ
ταύτης καταψευδόμενος· οὐ γὰρ ἥδεται
αὕτη ποιητῇ ῥηματίων δικανικῶν.
Τρυγαῖος
κιττοῦ, τρυγοίπου, προβατίων βληχωμένων,
535
† κόλπου † γυναικῶν διατρεχουσῶν εἰς ἀγρόν,
δούλης μεθυούσης, ἀνατετραμμένου χοῶς,
ἄλλων τε πολλῶν κἀγαθῶν—
Ἑρμῆς
ἴθι νυν ἄθρει
οἷον πρὸς ἀλλήλας λαλοῦσιν αἱ πόλεις
διαλλαγεῖσαι καὶ γελῶσιν ἄσμεναι,
540
καὶ ταῦτα δαιμονίως ὑπωπιασμέναι
ἁπαξάπασαι καὶ κυάθους προσκείμεναι.
Τρυγαῖος
καὶ τῶνδε τοίνυν τῶν θεωμένων σκόπει
τὰ πρόσωφʼ, ἵνα γνῷς τὰς τέχνας.
Ἑρμῆς
αἰβοῖ τάλας,
Τρυγαῖος
ἐκεινονὶ γοῦν τὸν λοφοποιὸν οὐχ ὁρᾷς
545
τίλλονθʼ ἑαυτόν;
Ἑρμῆς
ὁ δέ γε τὰς σμινύας ποιῶν
κατέπαρδεν ἄρτι τοῦ ξιφουργοῦ ʼκεινουί.
Τρυγαῖος
ὁ δὲ δρεπανουργὸς οὐχ ὁρᾷς ὡς ἥδεται,
καὶ τὸν δορυξὸν οἷον ἐσκιμάλισεν;
Ἑρμῆς
ἴθι νυν ἄνειπε τοὺς γεωργοὺς ἀπιέναι.
550
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.