Τρυγαῖος
ἴθʼ, ἀντιβολῶ σʼ, ἐλέησον αὐτῶν τὴν ὄπα,
400
ἐπεί σε καὶ τιμῶσι μᾶλλον ἢ πρὸ τοῦ.
κλέπται γάρ εἰσι νῦν γε μᾶλλον ἢ πρὸ τοῦ.
καί σοι φράσω τι πρᾶγμα δεινὸν καὶ μέγα,
ὃ τοῖς θεοῖς ἅπασιν ἐπιβουλεύεται.
Ἑρμῆς
ἴθι δὴ κάτειπʼ· ἴσως γὰρ ἂν πείσαις ἐμέ.
405
Τρυγαῖος
ἡ γὰρ Σελήνη χὠ πανοῦργος Ἥλιος
ὑμῖν ἐπιβουλεύοντε πολὺν ἤδη χρόνον
τοῖς βαρβάροισι προδίδοτον τὴν Ἑλλάδα.
Ἑρμῆς
ἵνα δὴ τί τοῦτο δρᾶτον;
Τρυγαῖος
ὁτιὴ νὴ Δία
ἡμεῖς μὲν ὑμῖν θύομεν, τούτοισι δὲ
410
οἱ βάρβαροι θύουσι. διὰ τοῦτʼ εἰκότως
βούλοιντʼ ἂν ἡμᾶς πάντας ἐξολωλέναι,
ἵνα τὰς τελετὰς λάβοιεν αὐτοὶ τῶν θεῶν.
Ἑρμῆς
ταῦτʼ ἄρα πάλαι τῶν ἡμερῶν παρεκλεπτέτην
καὶ τοῦ κύκλου παρέτρωγον ὑφʼ ἁμαρτωλίας.
415
Τρυγαῖος
ναὶ μὰ Δία. πρὸς ταῦτʼ ὦ φίλʼ Ἑρμῆ ξύλλαβε
ἡμῖν προθύμως τήνδε καὶ ξυνέλκυσον.
καί σοι τὰ μεγάλʼ ἡμεῖς Παναθήναιʼ ἄξομεν
πάσας τε τὰς ἄλλας τελετὰς τὰς τῶν θεῶν,
μυστήριʼ Ἑρμῇ, Διιπόλειʼ, Ἀδώνια·
420
ἄλλαι τέ σοι πόλεις πεπαυμέναι κακῶν
ἀλεξικάκῳ θύσουσιν Ἑρμῇ πανταχοῦ.
χἄτερʼ ἔτι πόλλʼ ἕξεις ἀγαθά. πρῶτον δέ σοι
δῶρον δίδωμι τήνδʼ, ἵνα σπένδειν ἔχῃς.
Ἑρμῆς
οἴμʼ ὡς ἐλεήμων εἴμʼ ἀεὶ τῶν χρυσίδων.
425
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.