Χορός
μηδαμῶς ὦ δέσποθʼ Ἑρμῆ, μηδαμῶς, μηδαμῶς,
385
εἴ τι κεχαρισμένον χοιρίδιον οἶσθα παρʼ ἐμοῦ γε κατεδηδοκώς,
τοῦτο μὴ φαῦλον νόμιζʼ ἐν τῷδε τῷ
νῦν πράγματι.
Τρυγαῖος
οὐκ ἀκούεις οἷα θωπεύουσί σʼ ὦναξ δέσποτα;
Χορός
†μὴ γένῃ παλίγκοτος ἀντιβολοῦσιν ἡμῖν,†
390
ὥστε τήνδε μὴ λαβεῖν·
ἀλλὰ χάρισʼ ὦ φιλανθρωπότατε καὶ μεγαλοδωρότατε δαιμόνων,
εἴ τι Πεισάνδρου βδελύττει τοὺς λόφους καὶ τὰς ὀφρῦς.
395
καί σε θυσίαισιν ἱεραῖσι προσόδοις τε μεγάλαισι
διὰ παντὸς ὦ δέσποτʼ ἀγαλοῦμεν ἡμεῖς ἀεί.
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.