Τρυγαῖος
οἴμʼ ὡς δέδοικα, κοὐκέτι σκώπτων λέγω.
ὦ μηχανοποιὲ πρόσεχε τὸν νοῦν ὡς ἐμέ·
ἤδη στρέφει τι πνεῦμα περὶ τὸν ὀμφαλόν,
175
κεἰ μὴ φυλάξει, χορτάσω τὸν κάνθαρον.
ἀτὰρ ἐγγὺς εἶναι τῶν θεῶν ἐμοὶ δοκῶ,
καὶ δὴ καθορῶ τὴν οἰκίαν τὴν τοῦ Διός.
τίς ἐν Διὸς θύραισιν; οὐκ ἀνοίξετε;
Ἑρμῆς
πόθεν βροτοῦ με προσέβαλʼ; ὦναξ Ἡράκλεις
180
τουτὶ τί ἐστι τὸ κακόν;
Τρυγαῖος
ἱπποκάνθαρος.
Ἑρμῆς
ὦ βδελυρὲ καὶ τολμηρὲ κἀναίσχυντε σὺ
καὶ μιαρὲ καὶ παμμίαρε καὶ μιαρώτατε,
πῶς δεῦρʼ ἀνῆλθες ὦ μιαρῶν μιαρώτατε;
τί σοί ποτʼ ἔστʼ ὄνομʼ; οὐκ ἐρεῖς;
185
Τρυγαῖος
μιαρώτατος.
Ἑρμῆς
ποδαπὸς τὸ γένος δʼ εἶ; φράζε μοι.
Τρυγαῖος
μιαρώτατος.
Ἑρμῆς
πατὴρ δέ σοι τίς ἐστʼ;
Τρυγαῖος
ἐμοί; μιαρώτατος.
Ἑρμῆς
οὔτοι μὰ τὴν γῆν ἔσθʼ ὅπως οὐκ ἀποθανεῖ,
εἰ μὴ κατερεῖς μοι τοὔνομʼ ὅ τι ποτʼ ἔστι σοι.
Τρυγαῖος
Τρυγαῖος Ἀθμονεύς, ἀμπελουργὸς δεξιός,
190
οὐ συκοφάντης οὐδʼ ἐραστὴς πραγμάτων.
Ἑρμῆς
ἥκεις δὲ κατὰ τί;
Τρυγαῖος
τὰ κρέα ταυτί σοι φέρων.
Ἑρμῆς
ὦ δειλακρίων πῶς ἦλθες;
Τρυγαῖος
ὦ γλίσχρων ὁρᾷς
ὡς οὐκέτʼ εἶναί σοι δοκῶ μιαρώτατος;
ἴθι νυν κάλεσόν μοι τὸν Δίʼ.
195
Ἑρμῆς
ἰὴ ἰὴ ἰή,
ὅτι οὐδὲ μέλλεις ἐγγὺς εἶναι τῶν θεῶν·
φροῦδοι γὰρ ἐχθές εἰσιν ἐξῳκισμένοι.
Τρυγαῖος
ποῖ γῆς;
Ἑρμῆς
ἰδοὺ γῆς.
Τρυγαῖος
ἀλλὰ ποῖ;
Ἑρμῆς
πόρρω πάνυ;
ὑπʼ αὐτὸν ἀτεχνῶς τοὐρανοῦ τὸν κύτταρον.
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.