Τρυγαῖος
ἀλλʼ ἄγε Πήγασε χώρει χαίρων,
χρυσοχάλινον πάταγον ψαλίων
155
διακινήσας φαιδροῖς ὠσίν.
τί ποιεῖς; τί ποιεῖς; ποῖ παρακλίνεις
τοὺς μυκτῆρας; πρὸς τὰς λαύρας.
ἵει σαυτὸν θαρρῶν ἀπὸ γῆς,
κᾆτα δρομαίαν πτέρυγʼ ἐκτείνων
160
ὀρθὸς χώρει Διὸς εἰς αὐλάς,
ἀπὸ μὲν κάκκης τὴν ῥῖνʼ ἀπέχων,
ἀπὸ δʼ ἡμερίων σίτων πάντων.
ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων
ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις;
165
ἀπολεῖς μʼ ἀπολεῖς. οὐ κατορύξεις
κἀπιφορήσεις τῆς γῆς πολλήν,
κἀπιφυτεύσεις ἕρπυλλον ἄνω
καὶ μύρον ἐπιχεῖς; ὡς ἤν τι πεσὼν
ἐνθένδε πάθω, τοὐμοῦ θανάτου
170
πέντε τάλανθʼ ἡ πόλις ἡ Χίων
διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει.
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.