Ἱεροκλῆς
ἔγχει δὴ κἀμοὶ καὶ σπλάγχνων μοῖραν ὄρεξον.
1105
Τρυγαῖος
ἀλλʼ οὔπω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν·
ἀλλὰ τόδε πρότερον, σπένδειν ἡμᾶς, σὲ δʼ ἀπελθεῖν.
ὦ πότνιʼ Εἰρήνη παράμεινον τὸν βίον ἡμῖν.
Ἱεροκλῆς
πρόσφερε τὴν γλῶτταν.
Τρυγαῖος
σὺ δὲ τὴν σαυτοῦ γʼ ἀπένεγκε.
Ἱεροκλῆς
σπονδή.
1110
Τρυγαῖος
καὶ ταυτὶ μετὰ τῆς σπονδῆς λαβὲ θᾶττον.
Ἱεροκλῆς
οὐδεὶς προσδώσει τῶν σπλάγχνων;
Τρυγαῖος
οὐ γὰρ οἷόν τε
ἡμῖν προσδιδόναι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Ἱεροκλῆς
ναὶ πρὸς τῶν γονάτων.
Τρυγαῖος
ἄλλως ὦ τᾶν ἱκετεύεις·
οὐ γὰρ ποιήσεις λεῖον τὸν τραχὺν ἐχῖνον.
Τρυγαῖος
ἄγε δὴ θεαταὶ δεῦρο συσπλαγχνεύετε
1115
μετὰ νῷν.
Ἱεροκλῆς
τί δὴ ʼγώ;
Τρυγαῖος
τὴν Σίβυλλαν ἔσθιε.
Ἱεροκλῆς
οὔτοι μὰ τὴν γῆν ταῦτα κατέδεσθον μόνω,
ἀλλʼ ἁρπάσομαι σφῷν αὐτά· κεῖται δʼ ἐν μέσῳ.
Τρυγαῖος
ὦ παῖε τὸν Βάκιν.
Ἱεροκλῆς
μαρτύρομαι.
Τρυγαῖος
κἄγωγʼ ὅτι τένθης εἶ σὺ κἀλαζὼν ἀνήρ.
1120
παἶ αὐτὸν ἐπέχων τῷ ξύλῳ τὸν ἀλαζόνα.
Οἰκέτης
σὺ μὲν οὖν· ἐγὼ δὲ τουτονὶ τῶν κῳδίων,
ἁλάμβανʼ αὐτὸς ἐξαπατῶν, ἐκβολβιῶ.
οὐ καταβαλεῖς τὰ κῴδιʼ ὦ θυηπόλε;
ἤκουσας; ὁ κόραξ οἷος ἦλθʼ ἐξ Ὠρεοῦ.
1125
οὐκ ἀποπετήσει θᾶττον εἰς Ἐλύμνιον;
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.