Ἱεροκλῆς
ὦ μέλεοι θνητοὶ καὶ νήπιοι,
Τρυγαῖος
ἐς κεφαλὴν σοί.
Ἱεροκλῆς
οἵτινες ἀφραδίῃσι θεῶν νόον οὐκ ἀίοντες
συνθήκας πεποίησθʼ ἄνδρες χαροποῖσι πιθήκοις,
1065
Τρυγαῖος
αἰβοιβοῖ.
Ἱεροκλῆς
τί γελᾷς;
Τρυγαῖος
ἥσθην χαροποῖσι πιθήκοις.
Ἱεροκλῆς
καὶ κέπφοι τρήρωνες ἀλωπεκιδεῦσι πέπεισθε,
ὧν δόλιαι ψυχαί, δόλιαι φρένες.
Τρυγαῖος
εἴθε σου εἶναι
ὤφελεν ὦλαζὼν οὑτωσὶ θερμὸς ὁ πλεύμων.
Ἱεροκλῆς
εἰ γὰρ μὴ νύμφαι γε θεαὶ Βάκιν ἐξαπάτασκον,
1070
μηδὲ Βάκις θνητούς, μηδʼ αὖ νύμφαι Βάκιν αὐτὸν—
Τρυγαῖος
ἐξώλης ἀπόλοιʼ, εἰ μὴ παύσαιο βακίζων.
Ἱεροκλῆς
οὔπω θέσφατον ἦν Εἰρήνης δέσμʼ ἀναλῦσαι,
ἀλλὰ τόδε πρότερον—
Τρυγαῖος
τοῖσδʼ ἁλσί γε παστέα ταυτί.
Ἱεροκλῆς
οὐ γάρ πω τοῦτʼ ἐστὶ φίλον μακάρεσσι θεοῖσιν,
1075
φυλόπιδος λῆξαι, πρίν κεν λύκος οἶν ὑμεναιοῖ.
Τρυγαῖος
καὶ πῶς ὦ κατάρατε λύκος ποτʼ ἂν οἶν ὑμεναιοῖ;
Ἱεροκλῆς
ὡς ἡ σφονδύλη φεύγουσα πονηρότατον βδεῖ,
†χἠ κώδων† ἀκαλανθὶς ἐπειγομένη τυφλὰ τίκτει,
τουτάκις οὔπω χρῆν τὴν εἰρήνην πεποιῆσθαι.
Τρυγαῖος
ἀλλὰ τί χρῆν ἡμᾶς; οὐ παύσασθαι πολεμοῦντας,
1080
ἢ διακαυνιάσαι πότεροι κλαυσούμεθα μεῖζον,
ἐξὸν σπεισαμένοις κοινῇ τῆς Ἑλλάδος ἄρχειν;
Ἱεροκλῆς
οὔποτε ποιήσεις τὸν καρκίνον ὀρθὰ βαδίζειν.
Τρυγαῖος
οὔποτε δειπνήσεις ἔτι τοῦ λοιποῦ νʼ πρυτανείῳ,
οὐδʼ ἐπὶ τῷ πραχθέντι ποιήσεις ὕστερον οὐδέν.
1085
Ἱεροκλῆς
οὐδέποτʼ ἂν θείης λεῖον τὸν τραχὺν ἐχῖνον.
Τρυγαῖος
ἆρα φενακίζων ποτʼ Ἀθηναίους ἔτι παύσει;
Ἱεροκλῆς
ποῖον γὰρ κατὰ χρησμὸν ἐκαύσατε μῆρα θεοῖσιν;
Τρυγαῖος
ὅνπερ κάλλιστον δήπου πεποίηκεν Ὅμηρος·
ὣς οἱ μὲν νέφος ἐχθρὸν ἀπωσάμενοι πολέμοιο
1090
Εἰρήνην εἵλοντο καὶ ἱδρύσανθʼ ἱερείῳ.
αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνʼ ἐπάσαντο,
ἔσπενδον δεπάεσσιν· ἐγὼ δʼ ὁδὸν ἡγεμόνευον·
χρησμολόγῳ δʼ οὐδεὶς ἐδίδου κώθωνα φαεινόν.
Ἱεροκλῆς
οὐ μετέχω τούτων· οὐ γὰρ ταῦτʼ εἶπε Σίβυλλα.
1095
Τρυγαῖος
ἀλλʼ ὁ σοφός τοι νὴ Δίʼ Ὅμηρος δεξιὸν εἶπεν·
ἀφρήτωρ ἀθέμιστος ἀνέστιός ἐστιν ἐκεῖνος,
ὃς πολέμου ἔραται ἐπιδημίου ὀκρυόεντος.
Ἱεροκλῆς
φράζεο δὴ μή πώς σε δόλῳ φρένας ἐξαπατήσας
ἰκτῖνος μάρψῃ.
1100
Τρυγαῖος
τουτὶ μέντοι σὺ φυλάττου,
ὡς οὗτος φοβερὸς τοῖς σπλάγχνοις ἐστὶν ὁ χρησμός.
ἔγχει δὴ σπονδὴν καὶ τῶν σπλάγχνων φέρε δευρί.
Ἱεροκλῆς
ἀλλʼ εἰ ταῦτα δοκεῖ, κἀγὼ ʼμαυτῷ βαλανεύσω.
Τρυγαῖος
σπονδὴ σπονδή.
Peace. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.