Χορός
χρῆν μὲν τύπτειν τοὺς ῥαβδούχους, εἴ τις κωμῳδοποιητὴς
αὑτὸν ἐπῄνει πρὸς τὸ θέατρον παραβὰς ἐν τοῖς ἀναπαίστοις·
735
εἰ δʼ οὖν εἰκός τινα τιμῆσαι, θύγατερ Διός, ὅστις ἄριστος
κωμῳδοδιδάσκαλος ἀνθρώπων καὶ κλεινότατος γεγένηται,
ἄξιος εἶναί φησʼ εὐλογίας μεγάλης ὁ διδάσκαλος ἡμῶν.
πρῶτον μὲν γὰρ τοὺς ἀντιπάλους μόνος ἀνθρώπων κατέπαυσεν
ἐς τὰ ῥάκια σκώπτοντας ἀεὶ καὶ τοῖς φθειρσὶν πολεμοῦντας,
740
τούς θʼ Ἡρακλέας τοὺς μάττοντας καὶ τοὺς πεινῶντας ἐκείνους
ἐξήλασʼ ἀτιμώσας πρῶτος, καὶ τοὺς δούλους παρέλυσεν
τοὺς φεύγοντας κἀξαπατῶντας καὶ τυπτομένους ἐπίτηδες,
οὓς ἐξῆγον κλάοντας ἀεί, καὶ τούτους οὕνεκα τουδί,
ἵνʼ ὁ σύνδουλος σκώψας αὐτοῦ τὰς πληγὰς εἶτʼ ἀνέροιτο,
745
ὦ κακόδαιμον τί τὸ δέρμʼ ἔπαθες; μῶν ὑστριχὶς εἰσέβαλέν σοι
ἐς τὰς πλευρὰς πολλῇ στρατιᾷ κἀδενδροτόμησε τὸ νῶτον;
τοιαῦτʼ ἀφελὼν κακὰ καὶ φόρτον καὶ βωμολοχεύματʼ ἀγεννῆ
ἐποίησε τέχνην μεγάλην ἡμῖν κἀπύργωσʼ οἰκοδομήσας
ἔπεσιν μεγάλοις καὶ διανοίαις καὶ σκώμμασιν οὐκ ἀγοραίοις,
750
οὐκ ἰδιώτας ἀνθρωπίσκους κωμῳδῶν οὐδὲ γυναῖκας,
ἀλλʼ Ἡρακλέους ὀργήν τινʼ ἔχων τοῖσι μεγίστοις ἐπεχείρει,
διαβὰς βυρσῶν ὀσμὰς δεινὰς κἀπειλὰς βορβοροθύμους,
καὶ πρῶτον μὲν μάχομαι πάντων αὐτῷ τῷ καρχαρόδοντι,
οὗ δεινόταται μὲν ἀπʼ ὀφθαλμῶν Κύννης ἀκτῖνες ἔλαμπον,
755
ἑκατὸν δὲ κύκλῳ κεφαλαὶ κολάκων οἰμωξομένων ἐλιχμῶντο
περὶ τὴν κεφαλήν, φωνὴν δʼ εἶχεν χαράδρας ὄλεθρον τετοκυίας,
φώκης δʼ ὀσμήν, Λαμίας ὄρχεις ἀπλύτους, πρωκτὸν δὲ καμήλου.
τοιοῦτον ἰδὼν τέρας οὐ κατέδεισʼ, ἀλλʼ ὑπὲρ ὑμῶν πολεμίζων
ἀντεῖχον ἀεὶ καὶ τῶν ἄλλων νήσων. ὧν οὕνεκα νυνὶ
760
ἀποδοῦναί μοι τὴν χάριν ὑμᾶς εἰκὸς καὶ μνήμονας εἶναι.
καὶ γὰρ πρότερον πράξας κατὰ νοῦν οὐχὶ παλαίστρας περινοστῶν
παῖδας ἐπείρων, ἀλλʼ ἀράμενος τὴν σκευὴν εὐθὺς ἐχώρουν,
παῦρʼ ἀνιάσας, πόλλʼ εὐφράνας, πάντα παρασχὼν τὰ δέοντα.