Ξανθίας
νὴ τὸν Διόνυσον ἄπορά γʼ ἡμῖν πράγματα
δαίμων τις ἐσκεκύκληκεν ἐς τὴν οἰκίαν.
1475
ὁ γὰρ γέρων ὡς ἔπιε διὰ πολλοῦ χρόνου
ἤκουσέ τʼ αὐλοῦ, περιχαρὴς τῷ πράγματι
ὀρχούμενος τῆς νυκτὸς οὐδὲν παύεται
τἀρχαἶ ἐκεῖνʼ οἷς Θέσπις ἠγωνίζετο·
καὶ τοὺς τραγῳδούς φησιν ἀποδείξειν κρόνους
1480
τοὺς νῦν διορχησάμενος ὀλίγον ὕστερον.
Φιλοκλέων
τίς ἐπʼ αὐλείοισι θύραις θάσσει;
Ξανθίας
τουτὶ καὶ δὴ χωρεῖ τὸ κακόν.
Φιλοκλέων
κλῇθρα χαλάσθω τάδε. καὶ δὴ γὰρ
σχήματος ἀρχὴ —
1485
Ξανθίας
μᾶλλον δέ γʼ ἴσως μανίας ἀρχή.
Φιλοκλέων
πλευρὰν λυγίσαντος ὑπὸ ῥώμης·
οἶον μυκτὴρ μυκᾶται καὶ
σφόνδυλος ἀχεῖ.
Ξανθίας
πῖθʼ ἑλλέβορον.
Φιλοκλέων
πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ—
1490
Ξανθίας
τάχα βαλλήσεις.
Φιλοκλέων
σκέλος οὐράνιόν γʼ ἐκλακτίζων.
πρωκτὸς χάσκει.
Ξανθίας
κατὰ σαυτὸν ὅρα.
Φιλοκλέων
νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
στρέφεται χαλαρὰ κοτυληδών.
1495
Φιλοκλέων
οὐκ εὖ;
Βδελυκλέων
μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ μανικὰ πράγματα.
Φιλοκλέων
θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
ἐμοὶ διορχησόμενος ἐνθάδʼ εἰσίτω.
φησίν τις ἢ οὐδείς;
1500
Ξανθίας
εἶς γʼ ἐκεινοσὶ μόνος.
Φιλοκλέων
τίς ὁ κακοδαίμων ἐστίν;
Ξανθίας
υἱὸς Καρκίνου
ὁ μέσατος.
Φιλοκλέων
ἀλλʼ οὗτός γε καταποθήσεται·
ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστʼ.
Ξανθίας
ἀλλʼ ᾠζυρὲ
ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται,
1505
ἀδελφὸς αὐτοῦ.
Φιλοκλέων
νὴ Δίʼ ὠψώνηκʼ ἄρα.
Ξανθίας
μὰ τὸν Δίʼ οὐδέν γʼ ἄλλο πλήν γε καρκίνους·
προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
Φιλοκλέων
τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;
Ξανθίας
ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους,
1510
ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
Φιλοκλέων
ὦ Καρκίνʼ ὦ μακάριε τῆς εὐπαιδίας,
ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
ἀτὰρ καταβατέον γʼ ἐπʼ αὐτούς μʼ· ᾠζυρέ,
ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ.
1515
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.