Χορός
ξυνευχόμεσθα
ταὐτά σοι κἀπᾴδομεν
885
νέαισιν ἀρχαῖς ἕνεκα τῶν προλελεγμένων.
εὖνοι γάρ ἐσμεν ἐξ οὗ
τὸν δῆμον ᾐσθόμεσθά σου
φιλοῦντος ὡς οὐδεὶς ἀνὴρ
τῶν γε νεωτέρων.
890
ἰήιε Παιάν.
Βδελυκλέων
εἴ τις θύρασιν ἡλιαστής, εἰσίτω·
ὡς ἡνίκʼ ἂν λέγωσιν οὐκ ἐσφρήσομεν.
Φιλοκλέων
τίς ἆρʼ ὁ φεύγων;
Βδελυκλέων
οὗτος.
Φιλοκλέων
ὅσον ἁλώσεται.
Βδελυκλέων
ἀκούετʼ ἤδη τῆς γραφῆς. ἐγράψατο
κύων Κυδαθηναιεὺς Λάβητʼ Αἰξωνέα
895
τὸν τυρὸν ἀδικεῖν ὅτι μόνος κατήσθιεν
τὸν Σικελικόν. τίμημα κλῳὸς σύκινος.
Φιλοκλέων
θάνατος μὲν οὖν κύνειος, ἢν ἅπαξ ἁλῷ.
Βδελυκλέων
καὶ μὴν ὁ φεύγων οὑτοσὶ Λάβης πάρα.
Φιλοκλέων
ὦ μιαρὸς οὗτος· ὡς δὲ καὶ κλέπτον βλέπει,
900
οἷον σεσηρὼς ἐξαπατήσειν μʼ οἴεται.
ποῦ δʼ
ἔσθʼ ὁ διώκων, ὁ Κυδαθηναιεὺς κύων;
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.