Φιλοκλέων
ὅρα τὸ χρῆμα, τὰ λόγιʼ ὡς περαίνεται.
ἠκηκόη γὰρ ὡς Ἀθηναῖοί ποτε
800
δικάσοιεν ἐπὶ ταῖς οἰκίαισι τὰς δίκας,
κἀν τοῖς προθύροις ἐνοικοδομήσοι πᾶς ἀνὴρ
αὑτῷ δικαστηρίδιον μικρὸν πάνυ,
ὥσπερ Ἑκάταιον, πανταχοῦ πρὸ τῶν θυρῶν.
Βδελυκλέων
ἰδού, τί ἔτʼ ἐρεῖς; ὡς ἅπαντʼ ἐγὼ φέρω
805
ὅσαπερ ἔφασκον, κἄτι πολλῷ πλείονα.
ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
Φιλοκλέων
σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας.
810
Βδελυκλέων
καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
ῥοφεῖν, ἐὰν δέῃ τι.
Φιλοκλέων
τοῦτʼ αὖ δεξιόν·
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε;
815
Βδελυκλέων
ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί.
Φιλοκλέων
ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι.
Βδελυκλέων
τὸ τί;
Φιλοκλέων
θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
Βδελυκλέων
πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί.
820
Φιλοκλέων
ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν.
Βδελυκλέων
οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
Φιλοκλέων
οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα.
Βδελυκλέων
εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
ἐκάλουν.
825
Φιλοκλέων
κάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι.
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.