Βδελυκλέων
ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.
760
Φιλοκλέων
τί σοι πίθωμαι; λέγʼ ὅ τι βούλει πλὴν ἑνός.
Βδελυκλέων
ποίου; φέρʼ ἴδω.
Φιλοκλέων
τοῦ μὴ δικάζειν. τοῦτο δὲ
Ἅιδης διακρινεῖ πρότερον ἢ ʼγὼ πείσομαι.
Βδελυκλέων
σὺ δʼ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
ἐκεῖσε μὲν μηκέτι βάδιζʼ, ἀλλʼ ἐνθάδε
765
αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
Φιλοκλέων
περὶ τοῦ; τί ληρεῖς;
Βδελυκλέων
ταὔθʼ ἅπερ ἐκεῖ πράττεται·
ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
πάντως δὲ κἀκεῖ ταῦτʼ ἔδρας ἑκάστοτε.
770
καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
ἕλη κατʼ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον·
ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·
ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,
οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
775
Φιλοκλέων
τουτί μʼ ἀρέσκει.
Βδελυκλέων
πρὸς δὲ τούτοις γʼ, ἢν δίκην
λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
Φιλοκλέων
πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος;
780
Βδελυκλέων
πολλῷ γʼ ἄμεινον· καὶ λέγεται γὰρ τουτογί,
ὡς οἱ δικασταὶ ψευδομένων τῶν μαρτύρων
μόλις τὸ πρᾶγμʼ ἔγνωσαν ἀναμασώμενοι.
Φιλοκλέων
ἀνά τό με πείθεις. ἀλλʼ ἐκεῖνʼ οὔπω λέγεις,
τὸν μισθὸν ὁπόθεν λήψομαι.
785
Βδελυκλέων
παρʼ ἐμοῦ.
Φιλοκλέων
καλῶς,
ὁτιὴ κατʼ ἐμαυτὸν κοὐ μεθʼ ἑτέρου λήψομαι.
αἴσχιστα γάρ τοί μʼ ἠργάσατο Λυσίστρατος
ὁ σκωπτόλης. δραχμὴν μετʼ ἐμοῦ πρώην λαβὼν
ἐλθὼν διεκερματίζετʼ ἐν τοῖς ἰχθύσιν,
κἄπειτʼ ἐνέθηκε τρεῖς λοπίδας μοι κεστρέων·
790
κἀγὼ ʼνέκαψʼ· ὀβολοὺς γὰρ ᾠόμην λαβεῖν·
κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐξέπτυσα·
κᾆθʼ εἷλκον αὐτόν.
Βδελυκλέων
ὁ δὲ τί πρὸς ταῦτʼ εἶφʼ;
Φιλοκλέων
ὅ τι;
ἀλεκτρυόνος μʼ ἔφασκε κοιλίαν ἔχειν·
ταχὺ γοῦν καθέψεις τἀργύριον, ἦ δʼ ὃς λέγων.
795
Βδελυκλέων
ὁρᾷς ὅσον καὶ τοῦτο δῆτα κερδανεῖς.
Φιλοκλέων
οὐ πάνυ τι μικρόν. ἀλλʼ ὅπερ μέλλεις ποίει.
Βδελυκλέων
ἀνάμενέ νυν· ἐγὼ δὲ ταῦθʼ ἥξω φέρων.
Wasps. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.