Αμυνίας
ἰώ μοί μοι.
Στρεψιάδης
ἔα.
1260
τίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν; οὔτι που
τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
Αμυνίας
τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι;
ἀνὴρ κακοδαίμων.
Στρεψιάδης
κατὰ σεαυτόν νυν τρέπου.
Αμυνίας
ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες
ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας.
1265
Στρεψιάδης
τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν;
Αμυνίας
μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν,
ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
Στρεψιάδης
τὰ ποῖα ταῦτα χρήμαθʼ;
1270
Αμυνίας
ἁδανείσατο.
Στρεψιάδης
κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς.
Αμυνίας
ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
Στρεψιάδης
τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών;
Αμυνίας
ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι;
Στρεψιάδης
οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις.
1275
Αμυνίας
τί δαί;
Στρεψιάδης
τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
Αμυνίας
σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι,
εἰ μὴ ʼποδώσεις τἀργύριον.
Στρεψιάδης
κάτειπέ νυν,
πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία
ὕειν ὕδωρ ἑκάστοτʼ, ἢ τὸν ἥλιον
1280
ἕλκειν κάτωθεν ταὐτὸ τοῦθʼ ὕδωρ πάλιν;
Αμυνίας
οὐκ οἶδʼ ἔγωγʼ ὁπότερον, οὐδέ μοι μέλει.
Στρεψιάδης
πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ,
εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων;
Αμυνίας
ἀλλʼ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον
1285
ἀπόδοτε·
Στρεψιάδης
τοῦτο δʼ ἔσθʼ ὁ τόκος τί θηρίον;
Αμυνίας
τί δʼ ἄλλο γʼ ἢ κατὰ μῆνα καὶ καθʼ ἡμέραν
πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται
ὑπορρέοντος τοῦ χρόνου;
Στρεψιάδης
καλῶς λέγεις.
τί δῆτα; τὴν θάλατταν ἔσθʼ ὅτι πλείονα
1290
νυνὶ νομίζεις ἢ πρὸ τοῦ;
Αμυνίας
μὰ Δίʼ ἀλλʼ ἴσην.
οὐ γὰρ δίκαιον πλείονʼ εἶναι.
Στρεψιάδης
κᾆτα πῶς
αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται
ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ
ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν;
1295
οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας;
φέρε μοι τὸ κέντρον.
Αμυνίας
ταῦτʼ ἐγὼ μαρτύρομαι.
Στρεψιάδης
ὕπαγε. τί μέλλεις; οὐκ ἐλᾷς ὦ σαμφόρα;
Αμυνίας
ταῦτʼ οὐχ ὕβρις δῆτʼ ἐστίν;
Στρεψιάδης
ᾄξεις; ἐπιαλῶ
κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον.
1300
φεύγεις; ἔμελλόν σʼ ἆρα κινήσειν ἐγὼ
αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.
Clouds. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.