Χορός
σοῦ δʼ ἐγὼ λόγους λέγοντος οὐκ ἀκούσομαι μακρούς,
ὅστις ἐσπείσω Λάκωσιν, ἀλλὰ τιμωρήσομαι.
Δικαιόπολις
ὦγαθοὶ τοὺς μὲν Λάκωνας ἐκποδὼν ἐάσατε,
305
τῶν δʼ ἐμῶν σπονδῶν ἀκούσατʼ, εἰ καλῶς ἐσπεισάμην.
Χορός
πῶς δέ γʼ ἂν καλῶς λέγοις ἄν, εἴπερ ἐσπείσω γʼ ἅπαξ
οἷσιν οὔτε βωμὸς οὔτε πίστις οὔθʼ ὅρκος μένει;
Δικαιόπολις
οἶδʼ ἐγὼ καὶ τοὺς Λάκωνας, οἷς ἄγαν ἐγκείμεθα,
οὐχ ἁπάντων ὄντας ἡμῖν αἰτίους τῶν πραγμάτων.
310
Χορός
οὐχ ἁπάντων ὦ πανοῦργε; ταῦτα δὴ τολμᾷς λέγειν
ἐμφανῶς ἤδη πρὸς ἡμᾶς; εἶτʼ ἐγώ σου φείσομαι;
Δικαιόπολις
οὐχ ἁπάντων, οὐχ ἁπάντων· ἀλλʼ ἐγὼ λέγων ὁδὶ
πόλλʼ ἂν ἀποφήναιμʼ ἐκείνους ἔσθʼ ἃ κἀδικουμένους.
Χορός
τοῦτο τοὔπος δεινὸν ἤδη καὶ ταραξικάρδιον,
315
εἰ σὺ τολμήσεις ὑπὲρ τῶν πολεμίων ἡμῖν λέγειν.
Δικαιόπολις
κἄν γε μὴ λέγω δίκαια μηδὲ τῷ πλήθει δοκῶ,
ὑπὲρ ἐπιξήνου ʼθελήσω τὴν κεφαλὴν ἔχων λέγειν.
Χορός
εἰπέ μοι τί φειδόμεσθα τῶν λίθων ὦ δημόται
μὴ οὐ καταξαίνειν τὸν ἄνδρα τοῦτον ἐς φοινικίδα;
320
Δικαιόπολις
οἷον αὖ μέλας τις ὑμῖν θυμάλωψ ἐπέζεσεν.
οὐκ ἀκούσεσθʼ; οὐκ ἀκούσεσθʼ ἐτεὸν ὦχαρνηίδαι;
Χορός
οὐκ ἀκουσόμεσθα δῆτα.
Δικαιόπολις
δεινά τἄρα πείσομαι.
Χορός
ἐξολοίμην, ἢν ἀκούσω.
Δικαιόπολις
μηδαμῶς ὦχαρνικοί.
Χορός
ὡς τεθνήξων ἴσθι νυνί.
325
Δικαιόπολις
δήξομἄρʼ ὑμᾶς ἐγώ.
ἀνταποκτενῶ γὰρ ὑμῶν τῶν φίλων τοὺς φιλτάτους·
ὡς ἔχω γʼ ὑμῶν ὁμήρους, οὓς ἀποσφάξω λαβών.
Χορός
εἰπέ μοι, τί τοῦτʼ ἀπειλεῖ τοὔπος ἄνδρες δημόται
τοῖς Ἀχαρνικοῖσιν ἡμῖν; μῶν ἔχει του παιδίον
τῶν παρόντων ἔνδον εἵρξας; ἢ ʼπὶ τῷ θρασύνεται;
330
Δικαιόπολις
βάλλετʼ εἰ βούλεσθʼ. ἐγὼ γὰρ τουτονὶ διαφθερῶ.
εἴσομαι δʼ ὑμῶν τάχʼ ὅστις ἀνθράκων τι κήδεται.
Χορός
ὡς ἀπωλόμεσθʼ. ὁ λάρκος δημότης ὅδʼ ἔστʼ ἐμός.
ἀλλὰ μὴ δράσῃς ὃ μέλλεις· μηδαμῶς ὦ μηδαμῶς.
Acharnians. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.