Κῆρυξ
τοὺς Θρᾷκας ἀπιέναι, παρεῖναι δʼ εἰς ἔνην.
οἱ γὰρ πρυτάνεις λύουσι τὴν ἐκκλησίαν.
Δικαιόπολις
οἴμοι τάλας μυττωτὸν ὅσον ἀπώλεσα.
ἀλλʼ ἐκ Λακεδαίμονος γὰρ Ἀμφίθεος ὁδί.
175
χαῖρʼ Ἀμφίθεε.
Ἀμφίθεος
μήπω γε πρίν γʼ ἂν στῶ τρέχων·
δεῖ γάρ με φεύγοντʼ ἐκφυγεῖν Ἀχαρνέας.
Δικαιόπολις
τί δʼ ἔστʼ;
Ἀμφίθεος
ἐγὼ μὲν δεῦρό σοι σπονδὰς φέρων
ἔσπευδον· οἱ δʼ ὤσφροντο πρεσβῦταί τινες
Ἀχαρνικοί, στιπτοὶ γέροντες πρίνινοι
180
ἀτεράμονες Μαραθωνομάχαι σφενδάμνινοι.
ἔπειτʼ ἀνέκραγον πάντες, ὦ μιαρώτατε
σπονδὰς φέρεις τῶν ἀμπέλων τετμημένων;
κἀς τοὺς τρίβωνας ξυνελέγοντο τῶν λίθων·
ἐγὼ δʼ ἔφευγον· οἱ δʼ ἐδίωκον κἀβόων.
185
Δικαιόπολις
οἱ δʼ οὖν βοώντων· ἀλλὰ τὰς σπονδὰς φέρεις;
Ἀμφίθεος
ἔγωγέ φημι, τρία γε ταυτὶ γεύματα.
αὗται μέν εἰσι πεντέτεις. γεῦσαι λαβών.
Δικαιόπολις
αἰβοῖ.
Ἀμφίθεος
τί ἔστιν;
Δικαιόπολις
οὐκ ἀρέσκουσίν μʼ ὅτι
ὄζουσι πίττης καὶ παρασκευῆς νεῶν.
190
Ἀμφίθεος
σὺ δʼ ἀλλὰ τασδὶ τὰς δεκέτεις γεῦσαι λαβών.
Δικαιόπολις
ὄζουσι χαὖται πρέσβεων ἐς τὰς πόλεις
ὀξύτατον ὥσπερ διατριβῆς τῶν ξυμμάχων.
Ἀμφίθεος
ἀλλʼ αὑταιὶ σπονδαὶ τριακοντούτιδες
κατὰ γῆν τε καὶ θάλατταν.
195
Δικαιόπολις
ὦ Διονύσια,
αὗται μὲν ὄζουσʼ ἀμβροσίας καὶ νέκταρος
καὶ μὴ ʼπιτηρεῖν σιτίʼ ἡμερῶν τριῶν,
κἀν τῷ στόματι λέγουσι, βαῖνʼ ὅπῃ θέλεις.
ταύτας δέχομαι καὶ σπένδομαι κἀκπίομαι,
χαίρειν κελεύων πολλὰ τοὺς Ἀχαρνέας.
200
ἐγὼ δὲ πολέμου καὶ κακῶν ἀπαλλαγεὶς
ἄξω τὰ κατʼ ἀγροὺς εἰσιὼν Διονύσια.
Ἀμφίθεος
ἐγὼ δὲ φευξοῦμαί γε τοὺς Ἀχαρνέας.
Acharnians. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.