Κῆρυξ
προσίτω Θέωρος ὁ παρὰ Σιτάλκους.
Θέωρος
ὁδί.
Δικαιόπολις
ἕτερος ἀλαζὼν οὗτος ἐσκηρύττεται.
135
Θέωρος
χρόνον μὲν οὐκ ἂν ἦμεν ἐν Θρᾴκῃ πολύν—
Δικαιόπολις
μὰ Δίʼ οὐκ ἄν, εἰ μισθόν γε μὴ ʼφερες πολύν.
Θέωρος
εἰ μὴ κατένειψε χιόνι τὴν Θρᾴκην ὅλην
καὶ τοὺς ποταμοὺς ἔπηξʼ, ὑπʼ αὐτὸν τὸν χρόνον,
ὅτʼ ἐνθαδὶ Θέογνις ἠγωνίζετο.
140
τοῦτον μετὰ Σιτάλκους ἔπινον τὸν χρόνον·
καὶ δῆτα φιλαθήναιος ἦν ὑπερφυῶς,
ὑμῶν τʼ ἐραστὴς ἦν ἀληθὴς ὥστε καὶ
ἐν τοῖσι τοίχοις ἔγραφʼ, Ἀθηναῖοι καλοί.
ὁ δʼ υἱός, ὃν Ἀθηναῖον ἐπεποιήμεθα,
145
ἤρα φαγεῖν ἀλλᾶντας ἐξ Ἀπατουρίων,
καὶ τὸν πατέρʼ ἠντεβόλει βοηθεῖν τῇ πάτρᾳ·
ὁ δʼ ὤμοσε σπένδων βοηθήσειν ἔχων
στρατιὰν τοσαύτην ὥστʼ Ἀθηναίους ἐρεῖν,
ὅσον τὸ χρῆμα παρνόπων προσέρχεται.
150
Δικαιόπολις
κάκιστʼ ἀπολοίμην, εἴ τι τούτων πείθομαι
ὧν εἶπας ἐνταυθοῖ σὺ πλὴν τῶν παρνόπων.
Θέωρος
καὶ νῦν ὅπερ μαχιμώτατον Θρᾳκῶν ἔθνος
ἔπεμψεν ὑμῖν.
Δικαιόπολις
τοῦτο μέν γʼ ἤδη σαφές.
Κῆρυξ
οἱ Θρᾷκες ἴτε δεῦρʼ, οὓς Θέωρος ἤγαγεν.
155
Δικαιόπολις
τουτὶ τί ἐστι τὸ κακόν;
Θέωρος
Ὀδομάντων στρατός.
Δικαιόπολις
ποίων Ὀδομάντων; εἰπέ μοι τουτὶ τί ἦν;
τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν;
Θέωρος
τούτοις ἐάν τις δύο δραχμὰς μισθὸν διδῷ,
καταπελτάσονται τὴν Βοιωτίαν ὅλην.
160
Δικαιόπολις
τοισδὶ δύο δραχμὰς τοῖς ἀπεψωλημένοις;
ὑποστένοι μέντἂν ὁ θρανίτης λεὼς
ὁ σωσίπολις. οἴμοι τάλας ἀπόλλυμαι,
ὑπὸ τῶν Ὀδομάντων τὰ σκόροδα πορθούμενος.
οὐ καταβαλεῖτε τὰ σκόροδʼ;
165
Θέωρος
ὦ μόχθηρε σὺ
οὐ μὴ πρόσει τούτοισιν ἐσκοροδισμένοις.
Δικαιόπολις
ταυτὶ περιείδεθʼ οἱ πρυτάνεις πάσχοντά με
ἐν τῇ πατρίδι καὶ ταῦθʼ ὑπʼ ἀνδρῶν βαρβάρων;
ἀλλʼ ἀπαγορεύω μὴ ποιεῖν ἐκκλησίαν
τοῖς Θρᾳξὶ περὶ μισθοῦ· λέγω δʼ ὑμῖν ὅτι
170
διοσημία ʼστὶ καὶ ῥανὶς βέβληκέ με.
Acharnians. Aristophanes. ed. F. W. Hall, ed. William M. Geldart. Oxford. 1906.
Sponsored by Perseus Project, Tufts University.
Funding provided by The Annenberg CPB/Project.