καλὰ πάντα σφετεριζόμενος ἀπλήστοις καὶ ἀκορέστοις ταῖς ἐπιθυμίαις, τὰ ἀπὸ τῶν ἑῴων, τὰ ἀπὸ τῶν ἑσπερίων, τὰ ἀπὸ τῶν ἄλλων τοῦ παντὸς κλιμάτων, εἴ τινα ἢ κατὰ μεσημβρίαν ἦν ἢ πρὸς ἄρκτον, τὰ δὲ ἀπὸ τῆς σαυτοῦ πικρίας καὶ ὅσα ταῖς ἐπαράτοις καὶ ἰοβόλοις ψυχαῖς γεννᾶν ἔθος βλαβερὰ καὶ ἐπιζήμια ἀντιδιδοὺς καὶ ἀντιπέμπων· διὰ ταῦτα ὁ νέος
Διόνυσος ἡμῖν ἀνεφάνης;
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.