Πιλᾶτος ἦν τῶν ὑπάρχων ἐπίτροπος ἀποδεδειγμένος τῆς Ἰουδαίας· οὗτος οὐκ ἐπὶ τιμῇ Τιβερίου μᾶλλον ἢ ἕνεκα τοῦ λυπῆσαι τὸ πλῆθος ἀνατίθησιν ἐν τοῖς κατὰ τὴν ἱερόπολιν Ἡρῴδου βασιλείοις ἐπιχρύσους ἀσπίδας μήτε p. 590 Μ. μορφὴν ἐχούσας μήτε ἄλλο τι τῶν ἀπηγορευμένων, ἔξω τινὸς ἐπιγραφῆς ἀναγκαίας, ἣ δύο ταῦτα ἐμήνυε, τόν τε ἀναθέντα καὶ ὑπὲρ
οὗ ἡ ἀνάθεσις.
Legatio Ad Gaium. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.