ὁ κόσμος συνέστηκε, γῆς, ὕδατος, ἀέρος, πυρός, τίνος ἕνεκα πάντων ἀποκληρωσάμενοι τὸ πῦρ τὰ ἄλλα φασὶν εἰς τοῦτο μόνον ἀναλυθήσεσθαι; δέον γάρ, εἴποι τις ἄν, — πῶς οὔκ; — εἰς ἀέρα ἢ ὕδωρ ἢ γῆν· ὑπερβάλλουσαι γὰρ καὶ ἐν τούτοις εἰσὶ δυνάμεις. ἀλλ’ οὐδεὶς ἐξαεροῦσθαι ἢ ἐξυδατοῦσθαι ἢ ἀπογεοῦσθαι τὸν κόσμον εἶπεν, ὥστ’ εἰκὸς ἦν μηδὲ ἐκπυροῦσθαι φάναι.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.