αἰτίας ἢ ὑπὸ θεοῦ. ὑπ’ ἄλλου μὲν οὐδενὸς τὸ παράπαν δέξεται διάλυσιν· οὐδὲν γάρ ἐστιν ὃ μὴ περιέχει· τὸ δὲ περιεχόμενον καὶ κατακρατούμενον ἀσθενέστερον δήπου τοῦ περιέχοντος, ὑφ’ οὗ καὶ κατακρατεῖται. ὑπὸ δὲ θεοῦ φθείρεσθαι λέγειν αὐτὸν πάντων ἀνοσιώτατον· ὁ γὰρ θεὸς οὐκ ἀταξίας καὶ ἀκοσμίας καὶ φθορᾶς ἀλλὰ τάξεως καὶ
εὐκοσμίας καὶ ζωῆς καὶ παντὸς αἴτιος ἀνωμολόγηται τοῦ ἀρίστου παρὰ τοῖς τἀληθῆ δοξάζουσι.
De Aeternitate Mundi. Philo Judaeus. ed. Siegfried Reiter, ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.