σῶμα καὶ ψυχὴν καὶ οὐσίαν· ἀνάγκη γὰρ τοῦ παιδεραστοῦ τὸν μὲν νοῦν τετάσθαι πρὸς τὰ παιδικά, πρὸς ταῦτα μόνον ὀξυδορκοῦντα, πρὸς δὲ τὰ ἄλλα πάντα ἴδιά τε καὶ κοινὰ τυφλούμενον, τὸ δὲ σῶμα ὑπὸ τῆς ἐπιθυμίας, καὶ μάλιστα εἰ ἀποτυγχάνοιτο, συντήκεσθαι, τὴν δὲ οὐσίαν ἐλαττοῦσθαι διχόθεν, ἔκ τε ἀμελείας καὶ τῶν εἰς τὸν ἐρώμενον
ἀναλωμάτων.
De Vita Contemplativa. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.