τὸ πρᾶγμα, δεσπόται γενόμενοι τῶν πριαμένων ἀντὶ δούλων· ἔγωγ’ οὖν ἐθεασάμην πολλάκις εὔμορφα παιδισκάρια καὶ φύσει στωμύλα δυσὶν ὁρμητηρίοις, ὄψεως κάλλει καὶ τῇ περὶ λόγους χάριτι, πορθοῦντα τοὺς κεκτημένους· ἑλεπόλεις γὰρ ταῦτα ψυχῶν ἀνιδρύτων καὶ ἀνερματίστων, μηχανημάτων ἁπάντων ὅσα ἐπ’ ἀνατροπῇ τειχῶν κατασκευάζεται σθεναρώτερα.
Quod Omnis Probus Liber Sit. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.