τὰς πληγὰς καὶ χερσὶ καὶ ποσὶ καὶ πάσας εὐσκόπως καὶ μηδὲν παραλελοιπότα τῶν εἰς τὸ νικᾶν ἀπειρηκότα καὶ παρειμένον καὶ πέρας ἀστεφάνωτον ἐξελθόντα τοῦ σταδίου, τὸν δὲ τυπτόμενον, ὑπὸ πυκνότητος σαρκῶν πεπιλημένον, στρυφνόν, ναστόν, ὄντως γέμοντα πνεύματος ἀθλητικοῦ, δι’ ὅλων νενευρωμένον, οἷα πέτραν ἢ σίδηρον, οὐδὲν μὲν πρὸς τὰς πληγὰς
ἐνδόντα, τὴν δὲ τοῦ ἀντιπάλου δύναμιν τῷ καρτερικῷ καὶ παγίῳ τῆς ὑπομονῆς καθῃρηκότα μέχρι παντελοῦς νίκης.
Quod Omnis Probus Liber Sit. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.