ὅπερ γὰρ ἐν ὀφθαλμῷ κόρη ἢ ἐν ψυχῇ λογισμός, τοῦτ’ ἐν Ἑλλάδι Ἀθῆναι — τὴν ἐπὶ ταῖς Σεμναῖς Θεαῖς πομπὴν ὅταν στέλλωσι, δοῦλον μηδένα προσπαραλαμβάνειν τὸ παράπαν, ἀλλὰ δι’ ἐλευθέρων ἕκαστα 1 2 τῶν νενομισμένων ἀνδρῶν τε καὶ γυναικῶν ἐπιτελεῖν, καὶ οὐχ οἵων ἂν τύχῃ, ἀλλὰ βίον ἐζηλωκότων ἀνεπίληπτον· ἐπεὶ καὶ τὰ πρὸς τὴν ἑορτὴν πέμματα τῶν ἐφήβων οἱ δοκιμώτατοι σιτοπονοῦσι, πρὸς εὐδοξίας καὶ τιμῆς, ὅπερ ἐστί, τὴν ὑπηρεσίαν τιθέμενοι.
Quod Omnis Probus Liber Sit. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.