στρατηγῶν μεγίστη παρακέλευσις ἥδ’ ἐστί· „κακῶν τὸ βαρύτατον, ἄνδρες σύμμαχοι, δουλείαν ἐπιφερομένην ἀπωσώμεθα· τοῦ καλλίστου τῶν ἐν ἀνθρώποις ἀγαθῶν, ἐλευθερίας, μὴ περιίδωμεν. ἥδ’ ἐστὶν ἀρχὴ καὶ πηγὴ τῆς εὐδαιμονίας, ἀφ’ ἧς αἱ κατὰ μέρος ῥέουσιν ὠφέλειαι.“
Quod Omnis Probus Liber Sit. Philo Judaeus. ed. Leopold Cohn, ed. Siegfried Reiter. Germany. 2014.
Funding provided by European Social Fund Saxony.