διδύμους τῷ φύσεως εὐμοίρου λαχόντι· παντὸς γὰρ ἀνθρώπου κατ’ ἀρχὰς ἅμα τῇ γενέσει κυοφορεῖ δίδυμα ἡ ψυχή, κακόν, ὡς ἔφην, καὶ ἀγαθόν, ἑκάτερον φαντασιουμένη· μακαρίας δὲ καὶ εὐδαίμονος ὅταν τύχῃ μερίδος, ὁλκῇ μιᾷ ῥέπει πρὸς τὸ ἀγαθόν, μήτ’ ἐπὶ θάτερά ποτε ταλαντεύσασα μήτ’ ἐπαμφοτερίσασα πρὸς τὸ ἰσόρροπον.
De Praemiis Et Poenis Et De Exsecrationibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.