καὶ ὅταν ἐν κύκλῳ περιβλεψαμένη μηδένα θεάσηται τῶν καθελόντων αὐτῆς τὸ μεγαλαύχημα καὶ ἀξίωμα, ἀλλὰ κενὰς μὲν αὐτῆς τὰς ἀγορὰς θορύβων καὶ πολέμων καὶ ἀδικημάτων, πλήρεις δὲ ἡσυχίας καὶ εἰρήνης καὶ δικαιοσύνης, ἀνηβήσει καὶ ἐπακμάσει καὶ τοὺς τῶν ἱερῶν ἑβδομάδων καιροὺς ἑορτώδεις ἠρεμήσει καὶ ἀναπαύσεται συλλεγομένη καθάπερ
ἀθλητὴς προηγωνισμένος δύναμιν.
De Praemiis Et Poenis Et De Exsecrationibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.