ὁ μὲν οὐρανὸς ὀμβρήσει καιρίους ὑετούς, ἡ δὲ γῆ καρπῶν παντοδαπῶν οἴσει φοράν, ἡ μὲν πεδιὰς σπαρτῶν, ἡ δ’ ὀρεινὴ τῶν ἀκροδρύων, καὶ ὅτι χρόνος οὐδεὶς ἀπολειφθήσεται κενὸς εὐεργεσίας, ἀλλὰ τῷ συνεχεῖ καὶ ἐπαλλήλῳ τῶν τοῦ θεοῦ χαρίτων „καταλήψεται ὁ μὲν ἄμητος τρύγητον, καταλήψεται δὲ ὁ τρύγητος σπόρον“
De Praemiis Et Poenis Et De Exsecrationibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.