ἐγκράτειαν ἀσκήσαντες, ἕξουσι κατὰ πολλὴν περιουσίαν καὶ τὸν τῆς ἁβροδιαίτου τροφῆς πλοῦτον οὐκ ἐπιτηδεύσαντες· ἐπιπηδήσει γὰρ ὡς 1 2 πρὸς ἐπιτηδειοτάτους καὶ σεμνοὺς τῆς ἁρμοττούσης χρήσεως ἐπιστήμονας, ἀποδρὰς ἄσμενος τὰς τῶν ἀκολάστων καὶ ὑβριστῶν συνδιαιτήσεις, ἵνα μὴ χορηγῇ τοῖς ἐπὶ βλάβῃ τῶν πλησίον ζῶσι παρελθὼν τοὺς κοινωφελεῖς.
De Praemiis Et Poenis Et De Exsecrationibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.