ἦν δὲ καὶ χρησμὸς αὐτῷ παρακαλέσαι τὸν διάδοχον καὶ εὐθαρσέστατον ἀπεργάσασθαι πρὸς τὴν τοῦ ἔθνους ἐπιμέλειαν, τὸ βάρος μὴ καταδείσαντα τῆς ἀρχῆς, ἵνα τοῖς ἔπειτα γένηται κανὼν καὶ νόμος p. 387 M. ἅπασιν ἡγεμόσι πρὸς ἀρχέτυπον παράδειγμα Μωυσῆν ἀποβλέπουσι καὶ μηδεὶς φθονῇ βουλευμάτων ἀγαθῶν τοῖς διαδόχοις, ἀλλ’ ὑποθήκαις καὶ παραινέσεσι
τὰς ψυχὰς αὐτῶν ἀλείφωσι καὶ συγκροτῶσι.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.