Ἰησοῦν ἀποβλέψας ἀνδραγαθίζεσθαι παραινεῖ καὶ σφόδρα ἰσχύειν ἐν ταῖς εὐβουλίαις, ἀγαθὰς μὲν γνώμας εἰσηγούμενον, ἀνενδότοις δὲ καὶ ἐρρωμένοις λογισμοῖς τὰ γνωσθέντα καλῶς τελειοῦντα. καὶ ταῦτ’ ἔλεγεν ἴσως οὐ δεομένῳ παραινέσεως, ἀλλὰ τὸ φιλάλληλον καὶ φιλοεθνὲς πάθος οὐ στέγων, ὑφ’ οὗ τρόπον τινὰ κεντριζόμενος ἃ συνοίσειν ἐνόμιζεν ἀπεγύμνου.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.