χρημάτων καὶ ἡδονῆς· ἐπεὶ καὶ τοὐναντίον τοὺς τῶν ἱερῶν νόμων ἀποστάντας ἰδεῖν ἔστιν ἀκολάστους, ἀναισχύντους, ἀδίκους, ἀσέμνους, ὀλιγόφρονας, φιλαπεχθήμονας, ψευδολογίας ἑταίρους καὶ ψευδορκίας, τὴν ἐλευθερίαν πεπρακότας ὄψου καὶ ἀκράτου καὶ πεμμάτων καὶ εὐμορφίας εἴς τε τὰς γαστρὸς ἀπολαύσεις καὶ τῶν μετὰ γαστέρα, ὧν τὰ τέλη
βαρύταται ζημίαι σώματός τε καὶ ψυχῆς εἰσι.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.