ἀρούρας, τῷ μὲν ἵνα καιρίως κατασπείρῃ, τῷ δ’ ἵνα κόλποι βαθεῖς ὑποδεξάμενοι τὰς διὰ τῶν ὑετῶν χάριτας ταμιεύωσι καὶ χορηγῶσιν ἐκ τοῦ κατ’ ὀλίγον τῷ σπόρῳ τροφὰς πίονας, ἄχρις ἂν σταχυηφορήσας τελειογονήσῃ τὸν ἐτήσιον καρπόν· μετὰ δὲ τὴν τελείωσιν πάλιν βοῦς ἐστι πρὸς ἑτέραν ὑπηρεσίαν ἀναγκαῖος, κάθαρσιν δραγμάτων καὶ διάκρισιν
σκυβάλων ἀπὸ τοῦ γνησίου καὶ χρησίμου.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.