καιροῖς γενομένους ἀπονέμειν τινὰ τοῖς ὑποδεξαμένοις τιμήν, εὖ μὲν πεποιηκόσι καὶ φιλοξένως προσενεχθεῖσι πᾶσαν, p. 393 M. εἰ δὲ μηδὲν ἔξω τῆς ὑποδοχῆς παράσχοιεν, μετριωτέραν· τὸ γὰρ ἐνορμίσασθαι πόλει μηδὲν προσηκούσῃ, μᾶλλον δὲ καὶ τὸ ἐπιβῆναι ἐδάφους αὐτὸ μόνον ἀλλοτρίου καθ’ αὑτὸ δωρεά τίς ἐστιν ἀποχρῶσα τοῖς μὴ δυναμένοις τὴν ἰδίαν
οἰκεῖν.
De Virtutibus. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.