ΠΕΡΙ ΤΩΝ ΑΝΑΦΕΡΟΜΕΝΩΝ ΕΝ ΕΙΔΕΙ ΝΟΜΩΝ ΕΙΣ ΤΡΙΑ ΓΕΝΗ ΤΩΝ ΔΕΚΑ ΛΟΓΙΩΝ, ΤΟ ΤΡΙΤΟΝ, ΤΟ ΤΕΤΑΡΤΟΝ, ΤΟ ΠΕΜΠΤΟΝ· ΤΟ ΠΕΡΙ ΕΥΟΡΚΙΑΣ ΚΑΙ ΣΕΒΑΣΜΟΥ ΤΗΣ ΙΕΡΑΣ ΕΒΔΟΜΗΣ ΚΑΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ
τῶν δέκα, τό τε περὶ τοῦ μὴ νομίζειν θεοὺς αὐτοκρατεῖς ἑτέρους καὶ τὸ περὶ τοῦ μηδὲν θεοπλαστεῖν χειρόκμητον· εἴρηται δὲ καὶ τὰ ἑκατέρῳ τῶν κατὰ μέρος διατεταγμένων ἁρμόττοντα νόμιμα. νυνὶ δὲ περὶ τριῶν τῶν κατὰ στοῖχον ἑξῆς διαλεξώμεθα πάλιν ἐφαρμόττοντες τὰ προσήκοντα
τῶν ἐν εἴδει.
ἵνα τοὺς γονεῖς ὃν χρὴ τρόπον τιμῶσι στέργοντες ὡς εὐεργέτας καὶ εὐλαβούμενοι ὡς ὑπὸ φύσεως κατασταθέντας ἄρχοντας καὶ μὴ ῥᾳδίως ἐπιχειρῶσιν ὀνομάζειν θεόν.
τοσοῦτον μόνον „νὴ τόν“ ἢ "μὰ τόν“, μηδὲν προσπαραλαβόντες, ἐμφάσει τῆς ἀποκοπῆς τρανοῦν ὅρκον οὐ γενόμενον.
μὴ τὰς χρείας εἰ ἀναγκαῖαι προεξετάσαντες, ἀλλά, τὸ λεγόμενον δὴ 4 5 τοῦτο, „ἀνίπτοις χερσὶ“ πάντα φύροντες, ὡς δέον, ἐπειδὴ γλῶτταν ἡ φύσις αὐτοῖς ἐδωρήσατο, λελυμένῃ χρῆσθαι καὶ ἀχαλινώτῳ πρὸς ἃ μὴ θέμις·
καταχρῆσθαι τοῦ πάντων αἰτίου.
ἐστὶ παρὰ τοῖς εὖ φρονοῦσιν.
τὰ λεγόμενα καὶ πραττόμενα, λογισμῷ δὲ καὶ διανοίᾳ νηφούσῃ ποιῆται τὸν ὅρκον.
ὁ πάσης κακίας ἀμέτοχος, ἀλλὰ καὶ πατὴρ καὶ ὀθνεῖος ἄνθρωπος μὴ τελείως ἀρετῆς ἄγευστος, εἰ τοιαῦτα ἀκούοι.
αἱ νομιμώταται διὰ περιουσίαν ἀγαθῶν ἢ παρόντων ἢ προσδοκωμένων γινόμεναι —, τοὺς δ’ ἕνεκα τῶν ἐναντίων ἐπικυροῦν οὐκ εὐαγές.
ἄμεινον καὶ θεῷ κεχαρισμένον μᾶλλον τῆς βεβαιώσεως τῶν ὅρκων τὸ μηδὲν ἀδικεῖν, ἐπεὶ δικαιοσύνη καὶ πᾶσα ἀρετὴ νόμος ἐστὶ πάτριος καὶ θεσμὸς ἀρχαῖος· νόμοι δὲ καὶ θεσμοὶ τί ἕτερον ἢ φύσεως ἱεροὶ λόγοι τὸ βέβαιον καὶ τὸ πάγιον ἐξ αὑτῶν ἔχοντες, ὡς ὅρκων ἀδιαφορεῖν;
αὐτῷ συγγνοὺς ἐφ’ οἷς ἀβουλίᾳ χρησάμενος ὤμοσε· διπλάσια γὰρ αἱρεῖσθαι κακά, δυνάμενον τὴν ἡμίσειαν αὐτῶν ἀποφορτίσασθαι, μανία καὶ φρενοβλάβεια δυσίατος.
οὔ φασιν ὁμοτράπεζον ἢ ὁμωρόφιον ἕξειν τὸν δεῖνα ἢ τὸν δεῖνα ἢ πάλιν τῷ δεῖνι μὴ παρέξειν ὠφέλειάν τινα ἢ παρ’ ἐκείνου τι λήψεσθαι μέχρι τελευτῆς· ἔστι δ’ ὅτε καὶ μετὰ τὴν τελευτὴν τὸ ἀσύμβατον διαφυλάττουσιν οὐδὲ νεκροῖς τοῖς σώμασιν ἐπιτρέποντες ἐν διαθήκαις τὰ νομιζόμενα παρασχεῖν.
εὐχαῖς καὶ θυσίαις ἐξευμενίζεσθαι τὸν θεόν, ἵνα εὕρωνταί τινα ψυχικῶν ἀρρωστημάτων θεραπείαν ἀναγκαίαν, ἃ μηδεὶς ἀνθρώπων ἱκανὸς ἰάσασθαι.
ἀναχαιτίσαι, τὴν νουθεσίαν ὕβριν εἶναι νομίζουσι καὶ πρὸς τὸν ἁβροδίαιτον ὠθούμενοι βίον ἀλογοῦσι τῶν σωφρονιστῶν, γέλωτα καὶ χλεύην τιθέμενοι τὰς φρονήσεως καλὰς ὁμοῦ καὶ λυσιτελεστάτας ὑφηγήσεις.
μηδενὶ χρήσεσθαι τῶν εἰς εὐτέλειαν, μὴ κατὰ πόλιν, μὴ κατ’ ἀγρούς, μὴ πλέων, μὴ πεζεύων, ἀλλ’ ἀεὶ καὶ πανταχοῦ τὸν πλοῦτον ἐπιδείξεσθαι. πλούτου δὲ ταῦθ’, ὡς ἔοικεν, ἐπίδειξις οὐκ ἔστι μᾶλλον ἢ ἀλαζονείας καὶ ἀκρασίας.
ἀφθόνους, ὥσπερ ἐξ ἀενάου τινὸς πηγῆς πλούτου ῥέοντος αὐτοῖς ἀδιαστάτως, ὅμως ἐφ’ ἃ καὶ οἱ πένητες ἡμεῖς ἔστιν ὅτε τρέπονται, κεραμεᾶς κύλικας καὶ ὀβελίας ἄρτους καὶ ἐλαίας ἢ τυρὸν ἢ λάχανα p. 274 M. προσόψημα, καὶ θέρους μὲν περίζωμα καὶ λεπτὴν ὀθόνην, χειμῶνος δὲ χλαῖναν ἀρραγῆ καὶ στιφρὰν καὶ τὰ πρὸς τὴν κοίτην ἔστιν ὅτε χαμαίστρωτα, πολλὰ
χαίρειν φράσαντες κλίναις ἐλεφαντίναις ἢ χελώνης ἢ χρυσοῦ πεποιημέναις καὶ στρωμναῖς ἀνθοβαφέσι καὶ ἐσθῆσιν ἁλουργίσι καὶ πεμμάτων μελιπήκτων περιεργίαις καὶ τραπεζῶν πολυτελείαις.
ἀνθρώπινα τιμᾶν, ἥτις καὶ ἐνδιαιτωμένη τῇ ψυχῇ μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὑπομιμνῄσκει τῆς ἀνθρωπότητος ἀπὸ τῶν ὑψηλῶν καὶ ὑπερόγκων ἀντισπῶσα καὶ στέλλουσα καὶ τὸ ἄνισον ἰσότητι θεραπεύουσα.
εἰς πολυχρηματίαν περιηκόντων, οἳ τὸν ἀληθῆ καὶ βλέποντα πλοῦτον ἐξ ἀρετῶν τελείων συνεστῶτα καὶ τῶν κατ’ ἀρετὰς πράξεων οὐδ’ ὄναρ ἴσασι, τῷ δὲ τυφλῷ προσέπταισαν, ἐφ’ οὗ σκηριπτόμενοι κατ’ ἀναγκαῖον τὴν ἄγουσαν ὁδὸν οὐχ ὁρῶντες εἰς ἀνοδίας ἐκτρέπονται, θαυμάζοντες τὰ μηδεμιᾶς ἄξια σπουδῆς καὶ τὰ φύσει τίμια γελῶντες· οἷς ὁ ἱερὸς λόγος ὅρκον
ἐν οὐ δέοντι καιρῷ ποιουμένοις οὐ μετρίως ἐπιτιμᾷ καὶ ὀνειδίζει· δυσκάθαρτοι γὰρ καὶ δυσίατοι, ὡς μηδὲ παρὰ θεῷ τῷ τὴν φύσιν ἵλεῳ συγγνώμης ἀξιοῦσθαι.
τοὺς ἄνδρας ἐπιγνώμονας ἀποφήνας εἴς τε βεβαίωσιν τῶν ὅρκων καὶ λύσιν· καὶ μήποτ’ εἰκότως· αἱ μὲν γὰρ διὰ νεότητα δύναμιν ὅρκων οὐκ ἴσασιν, ὡς χρῄζειν τῶν ἐπικρινούντων, αἱ δὲ πολλάκις ὑπ’ εὐχερείας ὀμνύουσιν, ἃ μὴ τοῖς ἀνδράσι συνοίσει· διόπερ αὐτοῖς ἀνέθηκε τὴν ἐξουσίαν τοῦ τὰ ὀμοσθέντα φυλάττειν ἢ τοὐναντίον.
οὐ γίνεται τοῖς οὕτως ἀσεβοῦσιν, ἀλλὰ μένειν εἰς ἀεὶ δυσκαθάρτους ἐᾷ, δικαίως, οἶμαι, καὶ προσηκόντως· ὁ γὰρ ἀμελήσας τί δεινὸν εἰ ἀνταμεληθήσεται, οἷς δίδωσι τὰ ἴσα καρπούμενος;
δημοσίᾳ μάστιγι τυπτόντων ἀναφανδὸν ἐν κοινῷ· εἰσὶ δὲ καὶ πληγαὶ τοῖς μὴ δουλοπρεπέσιν οὐκ ἔλαττον δίκης θανάτου.
ἀνδρὸς ἔχει δύναμιν, ἐπινοίαις διαφόροις· ἀνδρὸς μέν, ἐπειδὴ τὸν ἀρετῶν σπόρον ὥσπερ εἰς ἀγαθὴν ἄρουραν τὴν ψυχὴν καταβάλλεται, πατρὸς δ’ ὅτι βουλὰς ἀγαθὰς καὶ πράξεις καλὰς καὶ σπουδαίας γεννᾶν πέφυκε καὶ γεννήσας ἐκτρέφει ποτίμοις δόγμασιν, ἃ παιδεία καὶ σοφία χορηγοῦσι.
ἢ ἀνδρὶ ἔτι ἡρμοσμένῃ· παρθένος μὲν διάνοια ἁγνὴν καὶ ἀδιάφθορον διαφυλάττουσα ἑαυτὴν ἀπό τε ἡδονῶν καὶ ἐπιθυμιῶν, ἔτι δὲ καὶ λυπῶν 14 15 καὶ φόβων, ἐπιβούλων παθῶν, ἧς τὴν προστασίαν ὁ γεννητὴς ἀνῆπται πατήρ· τῆς δ’ ὡς γυναικὸς ἀστείῳ λόγῳ τῷ κατ’ ἀρετὴν συμβιούσης τὴν ἐπιμέλειαν ὁ αὐτὸς λόγος οὗτος ἐπαγγέλλεται σπείρων ἀνδρὸς τρόπον ἐννοίας ἀρίστας.
φρόνησιν καὶ ἐπιγαμίας τῆς κατὰ τὸν ὀρθὸν λόγον, χηρεύουσα τῶν καλλίστων καὶ ἔρημος οὖσα σοφίας, ὑπαίτιον ἑλομένη ζωήν, ἔνοχος ἔστω οἷς ἔγνω καθ’ ἑαυτῆς, ἰατρὸν ἁμαρτημάτων οὐκ ἔχουσα οὔθ’ ὡς ἄνδρα συμβιωτὴν οὔθ’ ὡς πατέρα γεννητὴν τὸν κατὰ σοφίαν λόγον.
ἀνάθημα ποιησαμένων ἐν εὐχαῖς ὥρισε τιμάς, οὐ πρὸς κάλλος ἢ μέγεθος ἤ τι τῶν ὁμοιοτρόπων ἀπιδών, p. 276 M. ἀλλὰ πρὸς ἀριθμὸν ἴσον, διακρίνας ἄνδρας αὐτὸ μόνον γυναικῶν καὶ νηπίους τελείων.
ἄχρις εἰκοσαετίας τοῦ μὲν ἄρρενος δραχμὰς ὀγδοήκοντα, τῆς δὲ θηλείας τεσσαράκοντα, ἀπὸ δὲ βρέφους εἰς πενταετίαν τοῦ μὲν ἄρρενος δραχμὰς εἴκοσι, τοῦ δὲ θήλεος δώδεκα, τῶν δ’ ὑπὲρ ἑξήκοντα ἔτη βεβιωκότων πρεσβυτῶν μὲν δραχμὰς ἑξήκοντα, πρεσβυτίδων δὲ τεσσαράκοντα.
ὁμοίως διετάξατο, τριῶν ἕνεκα τῶν ἀναγκαιοτάτων· ἑνὸς μὲν ὅτι ἴσον ἐστὶ καὶ ὅμοιον τὸ ἀξίωμα τῆς εὐχῆς, ἐάν τε ὑπὸ μεγάλου τινὸς ἐάν τε καὶ ὑπ’ εὐτελοῦς γίνηται· δευτέρου δ’ ὅτι τοὺς εὐξαμένους ἁρμόττον οὐκ ἦν ταῖς τῶν ἀνδραπόδων ὑποβάλλεσθαι τύχαις — ἐκεῖνα γὰρ πρὸς 16 17 τὰς τῶν σωμάτων εὐεξίας καὶ εὐμορφίας τιμᾶται ἢ τοὐναντίον ἐπευωνίζεται —· τρίτου δ’ ὃ καὶ ἀναγκαιότατον, ὅτι παρὰ μὲν ἡμῖν ἀνισότης, ἰσότης δὲ παρὰ θεῷ τίμιον.
ἅπερ εἰς θυσίαν ἀπενεμήθη, βοῦς ἢ πρόβατον ἢ αἴξ, ἐκεῖνο καταθυέτω μὴ ὑπαλλαττόμενος μήτε χεῖρον κρείττονος μήτ’ ἄμεινον χείρονος· οὐ γὰρ πολυσαρκίᾳ καὶ πιότητι ζῴων χαίρει ὁ θεός, ἀλλ’ ἀνυπαιτίῳ τοῦ εὐξαμένου διαθέσει· ἐὰν δὲ ὑπαλλάττηται, δύο ἀνθ’ ἑνὸς καθιερούτω, τό τε ἀρχαῖον καὶ τὸ ἀντ’ ἐκείνου.
κτηνῶν, ἀγέτω πρὸς τὸν δοκιμώτατον τῶν ἱερέων· ὁ δὲ τιμάσθω μὴ ὑπερβάλλων τὴν ἀξίαν, προσεπιτιθεὶς τῆς τιμῆς καὶ τὸ πέμπτον, ἵν’, εἰ δέοι καθαρὸν ἀντὶ τούτου ζῷον ἱερουργεῖν, μηδὲν ὑστερίζοι τῆς ἀξίας τιμῆς, καὶ ἄλλως ὑπὲρ τοῦ δυσωπῆσαι τὸν εὐξάμενον, ὅτι τὴν εὐχὴν ἐποιήσατο οὐ συλλογισμῷ, τὸ μὴ καθαρὸν ζῷον ὥς γ’ οἶμαι τότε
νομίσας εἶναι καθαρὸν πλάνῳ διανοίας, κεκρατημένος ὑπὸ πάθους.
κατατιθέτω.
καὶ εὐχῶν ἅλις.
Περὶ ἑβδόμης.
ἀφέσεις, αἱ πρὸς χρεώστας τῶν συμβαλλόντων φιλοφροσύναι τὰ δάνεια ἑβδόμῳ ἔτει τοῖς ὁμοφύλοις χαριζομένων, αἱ ἀνάπαυλαι τῆς βαθυγείου πεδιάδος τε καὶ ὀρεινῆς, αἳ γίνονται παρ’ ἑξαετίαν, τὰ περὶ τοῦ πεντηκοστοῦ ἔτους νομοθετηθέντα· ὧν καὶ ἡ ἄνευ κόπου ψιλὴ διήγησις ἱκανὴ τοὺς μὲν εὐφυεῖς τελειῶσαι πρὸς ἀρετήν, τοὺς δ’ ἀφηνιαστὰς καὶ
σκληροὺς τὸ ἦθος εὐπειθεστέρους ἀπεργάσασθαι.
ἰσούμενον, εἰς δ’ ἀναλογίαν ἀχθεῖσα κύβον ὁμοῦ καὶ τετράγωνον ἀποτελεῖ, καὶ ὡς μυρία ἄλλα κάλλη θεωρημάτων ἐξ αὑτῆς ἐπιδείκνυται, περὶ ὧν οὐ καιρὸς μακρηγορεῖν. ἕκαστον δὲ τῶν προκειμένων καὶ ἐμφερομένων εἰδῶν ἐπισκεπτέον, ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν ποιησαμένους. ἦν δὲ πρῶτον τὸ περὶ ἑορτῶν.
Περὶ τῶν δέκα έορτῶν.
νέαν νουμηνία· τετάρτη δ’ ἡ τῶν διαβατηρίων, ἣ καλεῖται Πάσχα· πέμπτη δ’ ἡ τῶν ἀσταχύων ἀπαρχή, τὸ ἱερὸν δράγμα· ἕκτη δ’ ἄζυμα· μεθ’ ἣν ἡ τῶν ἑβδομάδων ὄντως ἑβδόμη· ὀγδόη δὲ ἱερομηνία· ἐνάτη δὲ νηστεία· δεκάτη δὲ ἡ τῶν σκηνῶν, ἥτις ἐστὶ τῶν ἐτησίων ἑορτῶν συμπέρασμα, εἰς τέλειον ἀριθμὸν δεκάδα τελευτῶσα. ἀρκτέον δὲ ἀπὸ τῆς
πρώτης.
ψυχῆς ἐξῴκισαν, ἀλλ’ ἔμειναν αἱ τῶν ἀρετῶν δυνάμεις εἰς ἅπαν ἀήττητοι, μία ἂν ἦν ὁ ἀπὸ γενέσεως ἄχρι τελευτῆς χρόνος ἀδιάστατος ἑορτὴ καὶ 21 22 αἵ τε οἰκίαι καὶ αἱ πόλεις ἐν ἀδείᾳ καὶ ἐκεχειρίᾳ μεσταὶ πάντων ἂν ἦσαν ἀγαθῶν εὐδίαν ἄγουσαι πραγμάτων.
ἀσκηταὶ σοφίας εἰσὶν ἀνεπιλήπτως καὶ ἀνυπαιτίως ζῶντες, μήτε ἀδικεῖσθαι μήτε ἀνταδικεῖν αἱρούμενοι, τὰς τῶν φιλοπραγμόνων ὁμιλίας ἐκτρέπονται καὶ τὰ χωρία, ἐν οἷς ποιοῦνται τὰς διατριβάς, προβέβληνται, δικαστήρια καὶ βουλευτήρια καὶ ἀγορὰς καὶ ἐκκλησίας καὶ συνόλως ὅπου
τις τῶν εἰκαιοτέρων ἀνθρώπων θίασος ἢ σύλλογος,
σώματα κάτω πρὸς χέρσον ἱδρυμένοι, τὰς δὲ ψυχὰς ὑποπτέρους κατασκευάζοντες, ὅπως αἰθεροβατοῦντες τὰς ἐκεῖ δυνάμεις περιαθρῶσιν, οἷα χρηστοὶ τῷ ὄντι κοσμοπολῖται γενομένοι, οἳ τὸν μὲν κόσμον ἐνόμισαν εἶναι πόλιν, πολίτας δὲ τοὺς σοφίας ὁμιλητάς, ἀρετῆς ἐγγραφούσης, ἣ πεπίστευται τὸ κοινὸν πολίτευμα πρυτανεύειν.
καὶ τῶν περὶ σῶμα κακῶν καὶ τῶν ἐκτὸς ἀλογεῖν ἐθιζόμενοι καὶ ἐξαδιαφορεῖν τὰ ἀδιάφορα μελετῶντες καὶ κατὰ τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν ἀλειφόμενοι καὶ συνόλως ἐπάνω τῶν παθῶν ἵστασθαι σπουδάζοντες ἀεὶ καὶ τὸν ἐπιτειχισμὸν αὐτῶν πάσῃ δυνάμει καθαιρεῖν παιδευόμενοι καὶ ταῖς τῆς τύχης μὴ καμπτόμενοι προσβολαῖς διὰ τὸ προεκλελογίσθαι
τὰς ἐπιθέσεις αὐτῆς — ἐπικουφίζει γὰρ καὶ τὰ βαρύτατα 23 τῶν ἀβουλήτων ἡ πρόληψις, καινὸν οὐδὲν ἔτι τῆς διανοίας τῶν συμβαινόντων ὑπολαμβανούσης, ἀλλ’ ὡς ἐπὶ παλαιοῖς καὶ ἑώλοις ἀμαυρὰν τὴν ἀντίληψιν ποιουμένης —, εἰκότως ἐνευφραινόμενοι ταῖς ἀρεταῖς ἅπαντά γε τὸν βίον ἑορτὴν ἄγουσιν.
σβεσθεῖσαν ἀρετὴν ἐκ τοῦ γένους ἡμῶν ἀφανισθῆναι.
ἐγένοντο μεσταί, τῶν μὲν ὅσα λύπης αἴτια καὶ φόβων ἀμέτοχοι, πλήρεις δὲ τῶν ἀπεργαζομένων χαρὰς καὶ εὐπαθείας, ὡς μηδένα καιρὸν ἐλλείπειν
κατηφῶν, εἰ καὶ τῷ προσώπῳ μειδιᾶν καθυποκρίνεται. ποῦ γὰρ ἔχει καιρὸν ἀψευδοῦς εὐφροσύνης κακοβουλότατος ὢν καὶ συζῶν ἀφροσύνῃ καὶ περὶ πάντα ἀκαιρευόμενος, γλῶτταν, γαστέρα, τὰ γεννητικά;
24 25 καταχρῆται πρὸς ἐκνομωτάτους οἴστρους καὶ μίξεις ἀθέσμους, οὐ μόνον ἀλλοτρίοις γάμοις ἐπιμεμηνώς, ἀλλὰ καὶ παιδεραστῶν καὶ βιαζόμενος τὸν ἄρρενα τῆς φύσεως χαρακτῆρα παρακόπτειν καὶ μεταβάλλειν εἰς γυναικόμορφον ἰδέαν ἕνεκα τοῦ μεμιασμένῳ καὶ ἐπαράτῳ πάθει χαρίσασθαι.
δι’ ἣν αἰτίαν ὁ πάντα μέγας Μωυσῆς τὰς ὑπερβολὰς τοῦ περὶ τὴν ὄντως ἑορτὴν κάλλους ἰδὼν τελειοτέραν ἢ κατ’ ἀνθρωπίνην φύσιν ὑπέλαβεν εἶναι καὶ ἀνέθηκεν αὐτὴν θεῷ φήσας κατὰ λέξιν οὕτως·
αἱ ψυχῆς πλεονεξίαι, γεννῶσι δὲ καὶ αἱ σώματος κῆρες, προσβάλλουσι δὲ αἱ τῆς τύχης ἀνωμαλίαι καὶ τῶν συνόντων αἱ ἀντεπιθέσεις μυρία κακὰ δρώντων τε καὶ πασχόντων, εἰκότως ἐθαύμαζεν, εἰ δύναταί τις ἐν τοσούτῳ πελάγει πραγμάτων ἑκουσίων τε καὶ ἀκουσίων φερόμενος καὶ μηδέποτ’ ἠρεμῆσαι οἷός τε ὢν μηδ’ ἀκινδύνῳ βίῳ μετ’ ἀσφαλείας ἐνορμίσασθαι
τὴν μὴ λεγομένην ἀλλὰ πρὸς ἀλήθειαν οὖσαν ὄντως ἄγειν ἑορτήν, ἐνευφραινόμενος καὶ ἐντρυφῶν θεωρίᾳ τε τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ καὶ ἀκολουθίᾳ φύσεως καὶ ἁρμονίᾳ πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων.
δ’ ἀγαθῶν τελείων, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, αὐτὸς ὢν τὸ ἀγαθόν, ὃς οὐρανῷ καὶ γῇ τὰ κατὰ μέρος ὤμβρησεν ἀγαθά.
ἐγέλασεν, ἵν’ ἡμᾶς ἀναδιδάξῃ, ὅτι οὐ κατὰ τὸ παντελὲς ἐστέρηται τὸ γενητὸν χαρᾶς, ἀλλ’ ἔστιν ἡ μὲν ἀμιγὴς καὶ ἀκραιφνεστάτη, μηδὲν τῶν τῆς ἐναντίας ἐπιδεχομένη φύσεως, ἐξαίρετος θεοῦ, ἡ δ’ ἀπ’ ἐκείνης ῥυεῖσα μικτή, βραχέσιν ἀνακεκραμένη λυπηροῖς, ἀνδρὸς ἤδη σοφοῦ δωρεὰν
μεγίστην λαβόντος τὴν τοιαύτην μῖξιν, ἐν ᾗ πλείω τὰ ἡδέα τῶν ἀηδῶν ἀνακέκραται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
καὶ ἀμήτορα, σπαρεῖσαν ἐκ μόνου τοῦ πατρὸς τῶν ὅλων, ἰδέαν τῆς ἄρρενος γενεᾶς, ἀμέτοχον τῆς πρὸς γυναικῶν· ἀνδρειότατος γὰρ καὶ ἀλκιμώτατος ὁ ἀριθμός, πρὸς ἀρχὴν καὶ ἡγεμονίαν εὖ πεφυκώς· ἔνιοι δὲ αὐτὴν καιρὸν προσηγόρευσαν ἀπὸ τῶν αἰσθητῶν τεκμηράμενοι τὴν νοητὴν αὐτῆς οὐσίαν.
28 29 ἐτήσιοι ὧραι καὶ τῶν καιρῶν αἱ περίοδοι τεταγμένως ἀποτελοῦνται, μετέσχηκεν ἑβδομάδος, λέγω δὲ πλάνητας ἑπτὰ καὶ ἄρκτον καὶ πλειάδα καὶ σελήνης αὐξομένης τε καὶ μειουμένης ἀνακυκλήσεις καὶ τῶν ἄλλων τὰς ἐναρμονίους καὶ παντὸς λόγου κρείττους περιφοράς.
σεμνοτέρου πράγματος ἐκάλεσεν αὐτὴν συντέλειαν καὶ παντέλειαν, ἑξάδι μὲν τὴν γένεσιν τῶν τοῦ κόσμου μερῶν ἀναθείς, ἑβδομάδι δὲ τὴν τελείωσιν. ἑξὰς μὲν γὰρ ἀρτιοπέριττος ἀριθμός, ἐκ τοῦ δὶς τρία παγείς, ἔχων ἄρρενα μὲν τὸν περιττόν, θῆλυν δὲ τὸν ἄρτιον, ἐξ ὧν εἰσιν αἱ γενέσεις κατὰ φύσεως θεσμοὺς ἀκινήτους.
φῶς, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἑξάδος· ἃ γὰρ ἐγέννησεν ἑξάς, ταῦθ’ ἑβδομὰς τελεσφορηθέντα ἐπεδείξατο. παρὸ καὶ γενέθλιος τοῦ κόσμου δεόντως ἂν προσαγορεύοιτο, καθ’ ἣν τὸ τοῦ πατρὸς ἔργον τέλειον ἐκ τελείων μερῶν ἀνεφάνη, ἐν ᾗ προστέτακται πάντων ἀνέχειν ἔργων,
καὶ τοὺς ἀργεῖν καὶ σχολάζειν ἐθέλοντας προβέβληται, διείρηται γοῦν p. 282 M. ἓξ ἡμέρας ἐνεργεῖν —, ἀλλ’ ἵνα τοὺς συνεχεῖς καὶ ἀτρύτους πόνους χαλάσῃ καὶ τὰ σώματα μεμετρημέναις ἀνέσεσιν ἀνακτησάμενος καινώσῃ πάλιν πρὸς τὰς αὐτὰς ἐνεργείας· οἱ γὰρ διαπνεύσαντες, οὐκ ἰδιῶται μόνον ἀλλὰ καὶ ἀθληταί, ῥώμην συλλέγονται καὶ ἀπὸ κραταιοτέρας δυνάμεως
ἀνυπερθέτως ἕκαστα τῶν πρακτέων τλητικῶς ὑπομένουσι.
ὁ βίος ἐπιδώσει πρὸς τὸ βέλτιον.
ἀπράκτους ἐᾷ τοὺς χρωμένους αὐτοῦ ταῖς ἱεραῖς ὑφηγήσεσιν· ἀλλ’ ἐπειδὴ συνέστημεν ἐκ ψυχῆς καὶ σώματος, ἀπένειμε καὶ τῷ σώματι τὰ οἰκεῖα ἔργα καὶ τῇ ψυχῇ τὰ ἐπιβάλλοντα καὶ ἐφεδρεύειν τὰ ἕτερα τοῖς ἑτέροις ἐσπούδασεν, ἵνα πονοῦντος μὲν τοῦ σώματος ἡ ψυχὴ διαναπαύηται, ἀναπαύλῃ δὲ χρωμένου διαπονῇ, καὶ οἱ ἄριστοι τῶν βίων, ὅ τε θεωρητικὸς
καὶ ὁ πρακτικός, ἀμείβωσιν ἀντιπαραχωροῦντες ἀλλήλοις, ὁ μὲν πρακτικὸς λαχὼν ἑξάδα κατὰ τὴν τοῦ σώματος ὑπηρεσίαν, ὁ δὲ θεωρητικὸς ἑβδομάδα πρὸς ἐπιστήμην καὶ τελειότητα διανοίας.
τὰς πρὸς τὸ ζῆν ἀναγκαίας χρείας ἐργάσασθαι· ὡς δι’ ἑνὸς τοῦ ἀνωτάτω καὶ πρεσβυτάτου τῶν εἰς τὰς τέχνας καὶ μάλιστα τὰς βαναύσους αἰτίου κεκωλῦσθαι καὶ τῶν κατὰ μέρος ὑπηρεσιῶν.
ἀναδιδάξῃ μάθημα κάλλιστον·
εὐφόρως καὶ μετὰ ῥᾳστώνης ἐνεργῶσι, τοὺς δ’ οἰκέτας μὴ ἀπογινώσκειν τὰς ἀμείνους ἐλπίδας, ἀλλ’ ἔχοντας τὴν δι’ ἓξ ἡμερῶν ἄνεσιν ἐμπύρευμά τι καὶ ζώπυρον ἐλευθερίας τὴν εἰς τὸ παντελὲς ἄφεσιν, εἰ διαμένοιεν χρηστοὶ καὶ φιλοδέσποτοι, προσδοκᾶν.
ἀδείας, συμβήσεται τὸν τῶν ἀνθρώπων βίον ἐπιδοῦναι πρὸς ἀρετὴν τελειοτάτην, ὑπομιμνῃσκομένων ἰσότητος καὶ ἀντεκτινόντων ἀλλήλοις χρέος ἀναγκαῖον τῶν τε λαμπρῶν εἶναι δοκούντων καὶ τῶν ἀφανεστέρων.
ἄνθρωπος γὰρ ἐκ φύσεως δοῦλος οὐδείς —, τὰ δ’ ἄλογα ζῷα πρὸς τὴν τῶν ἀνθρώπων χρείαν καὶ ὑπηρεσίαν εὐτρεπισθέντα δούλων ἔχει τάξιν· ἀλλ’ ὅμως ἀχθοφορεῖν ὀφείλοντα καὶ τοὺς ὑπὲρ τῶν κεκτημένων ὑπομένειν πόνους τε καὶ καμάτους ἀναπαύλας εὑρίσκει ταῖς ἑβδόμαις.
τὰ ἀνθρώπινα καὶ οὐκ ἐπὶ τῶν αὐτῶν ὁ βίος ὁρμεῖ πνεύματος ἀστάτου τρόπον μεταβάλλων πρὸς τὰ ἐναντία.
γὰρ τῶν ὁμοεθνῶν εἰσπράττειν οὐκ ἐάσας ἐφῆκε παρὰ τῶν ἄλλων κομίζεσθαι, τοὺς μὲν καλέσας εὐθυβόλως „ἀδελφούς“, ἵνα μηδεὶς φθονῇ τῶν ἰδίων ὡς ἂν ἐκ φύσεως συγκληρονόμοις ἀδελφοῖς, τοὺς δὲ μὴ ὁμοεθνεῖς, ὅπερ εἰκός, „ἀλλοτρίους“ ὠνόμασεν.
οἰκειότητα· συνόλως γὰρ ἐν ἀρεταῖς ἡ πολιτεία καὶ νόμοις, οἳ 36 37 μόνον τὸ καλὸν ἀγαθὸν εἰσηγοῦνται. ὑπαίτιον δὲ τὸ δανείζειν ἐπὶ τόκῳ· 38 δανείζεται γάρ τις οὐ περιουσίᾳ ζῶν, ἀλλὰ δηλονότι χρεῖος ὤν, ὃς ἐπαναγκαζόμενος τόκους τοῖς ἀρχαίοις προσαποτίνειν ἀπορώτατος ἐξ ἀνάγκης ἂν γένοιτο καὶ νομίσας ὠφελεῖσθαι ἔτι βλάπτεται καθάπερ τὰ ὀλιγόφρονα
τῶν ζῴων τῷ παρόντι δελέατι.
μὲν οὐδείς, ὅταν ὀρεχθεὶς πλειόνων προσσυναποβάλῃς καὶ τὰ ὄντα, πάντες p. 285 M. δ’ ἐφήδονται τοκογλύφον καὶ ὀβολοστάτην καὶ τὰ τοιαῦτα ὀνομάζοντες, ὡς ἔφεδρον ἀλλοτρίων κακῶν καὶ τὴν ἑτέρων ἀτυχίαν ἰδίαν κρίνοντα εὐτυχίαν.
ὧν ἐκ πλεονεξίας τεύξεσθαι προσεδόκησεν ἐφίξεται.
τὸν ὁμόφυλον εἶπεν ὑποσπείρων τῇ τοῦ κεκτημένου ψυχῇ διὰ τῆς προσρήσεως τὴν πρὸς τὸν ὑπήκοον συγγένειαν, ἵνα μὴ ὡς ξένου, πρὸς ὃν οὐδὲν φίλτρον ἐστὶν εὐνοίας, κατολιγωρῇ, φιλοίκειον δέ τι προπεπονθὼς πάθος ἐκ διδασκαλίας, ἣν ὁ ἱερὸς λόγος ὑπηχεῖ, μὴ ἀγανακτῇ μέλλοντος ἐλευθεροῦσθαι.
θῆτας δὲ τῷ ὄντι εἶναι τῶν ἀναγκαίων χάριν ὑπηρετοῦντας, κἂν μυριάκις αὐτεξούσιον δυναστείαν καὶ δεσποτείαν ἀπειλῶσί τινες κατ’ αὐτῶν·
ἔθνους, τάχα δὲ καὶ φυλέτης καὶ δημότης, ἐνδείας χάριν εἰς τουτὶ τὸ σχῆμα ὑπηγμένος.
σὺ δ’ ἀντιδίδου τὰς τροφὰς καὶ ἐσθῆτα καὶ τὴν ἄλλην ἐπιμέλειαν, μὴ καταζεύξας ὡς ζῷον ἄλογον μηδὲ πλείοσι καὶ βαρυτέροις τῆς δυνάμεως ἄχθεσι πιέζων μηδ’ ὑβρίζων μηδὲ ἀπειλαῖς καὶ ἐπανατάσεσιν εἰς p. 286 M. χαλεπὰς δυσθυμίας ἐφελκόμενος, ἀλλ’ ἀναχωρήσεις διδοὺς καὶ ἀνέσεις 41 42 μεμετρημένας· τὸ γὰρ „μηδὲν ἄγαν“ ἐπὶ πάντων ἄριστον καὶ μάλιστα πρὸς οἰκέτας δεσποτῶν.
καὶ γεγηθὼς δίδου τὴν χάριν, ὅτι καιρὸν ἔλαβες τὸ ζῴων ἄριστον, ἄνθρωπον, ἐν τοῖς μεγίστοις εὐεργετῆσαι· δούλῳ γὰρ οὐκ ἔστι μεῖζον ἐλευθερίας ἀγαθόν.
ἀφορμῶν εὐπορηκώς, ἵνα μὴ πάλιν ὑπ’ ἐνδείας εἰς τὴν ἀρχαίαν ἀτυχίαν ὑπαχθῇ δουλεύειν ἀναγκασθεὶς διὰ σπάνιν τῶν περὶ δίαιταν καὶ ἡ σὴ χάρις ἀναιρεθῇ. πενήτων μὲν δὴ πέρι τοσαῦτα.
καὶ μηνῶν καὶ ἐνιαυτῶν· ἑβδόμη τε γὰρ πᾶσα ἡμέρα ἱερά, τὸ καλούμενον παρ’ Ἑβραίοις σάββατον, μηνῶν τε ὁ ἕβδομος κατὰ πᾶν ἔτος ἑορτῶν ἔλαχε τὴν μεγίστην, ὥστ’ εἰκότως καὶ ὁ ἕβδομος ἐνιαυτὸς τοῦ περὶ τὸν ἀριθμὸν σεβασμοῦ τυχὼν ἐκτετίμηται.
ἀκούσιον βλάβην, εἴ ποτε γένοιτο, ῥᾳδίως ἐνέγκῃς, ἀλλὰ μὴ ὡς ἐπὶ 43 44 καινῷ καὶ ξένῳ δυσχεραίνων ἀθυμήσῃς. εἰσὶ γὰρ τῶν πλουσίων οὕτως ἀτυχεῖς τὰς γνώμας τινές, ὥστε ἀπορίας ἐπισχούσης στένουσι καὶ κατηφοῦσιν οὐδὲν ἧττον ἢ εἰ πᾶσαν ἀφῃρέθησαν τὴν οὐσίαν.
τὴν ἀρετῶσαν χώραν ἐᾶν ἀργήν, ἅμα καὶ μεγαλοφροσύνην ἀναδιδασκόμενοι καὶ τὰς ὁμολογουμένας προσόδους μόνον οὐκ ἐκ τῶν χειρῶν ἑκουσίῳ γνώμῃ μεθιέναι.
ἀναπαύλης, πῶς οὐχὶ μᾶλλον ἀνθρώποις, οἷς οὐ μόνον αἴσθησις πρόσεστιν ἡ κοινὴ καὶ τῶν ἀλόγων ζῴων, ἀλλὰ καὶ λογισμὸς ἐξαίρετος, ᾧ τὰ ἐκ πόνων καὶ καμάτων ὀδυνηρὰ τρανοτέραις φαντασίαις ἐντυποῦται;
τὰς ψυχὰς πρὸ τῶν σωμάτων ἀπαγορεύειν ἀναγκάζει.
τρόπον ἀνηβῶντες, οὐ τῶν εἰς πολυσαρκίαν πιαινομένων, ἀλλ’ οἷς ἔθος ἐγγυμνάζεσθαι διὰ ξηρῶν ἱδρώτων πρὸς τὴν τῶν περὶ τὸν βίον 45 46 ἀναγκαίων καὶ χρησίμων κτῆσιν.
ἀνηλεεστάτους γὰρ καὶ γέμοντας ἀπανθρωπίας τοὺς τῶν φόρων ἐκλογεῖς ἐπίτηδες αἱροῦνται τὰς πρὸς πλεονεξίαν ἀφορμὰς αὐτοῖς ἐνδιδόντες· οἱ δὲ τῇ φυσικῇ σκαιότητι προσειληφότες καὶ τὴν ἐξ ἐπιταγμάτων δεσποτικῶν ἐκεχειρίαν καὶ πάντα ὑπὲρ ἀρεσκείας τῆς ἐκείνων ἐγνωκότες πράττειν οὐδὲν παραλείπουσι τῶν χαλεπωτάτων, ἐπιείκειαν καὶ ἡμερότητα
μηδ’ ὄναρ εἰδότες·
τολμᾶν τοὺς τεθνεῶτας·
γένος ἢ καθ’ ἑταιρίαν προσήκοντας εἰς οἶκτον ἀγαγεῖν καὶ προκαλέσασθαι λύτρα καταθέσθαι τῶν σωμάτων ὑστάτην ἀπονείμαντας χάριν.
δωρεὰν ἀντεκτίνειν ἐπειγομένη· τυχοῦσα γὰρ ἀδείας ἔτει ἑβδόμῳ καὶ μὴ πονηθεῖσα, σύμπαντα δὲ τὸν τοῦ ἐνιαυτοῦ κύκλον ἀπελευθεριάσασα, τῷ μετὰ ταῦτα διπλασίους, ἔστι δ’ ὅτε καὶ πολυπλασίους, ὑπ’ εὐφορίας ἤνεγκε καρπούς.
καὶ συνεχέσι γυμνασίαις, πρὶν εἰς ἄκρον καμεῖν, ἀνακτῶνται παρέχοντες ἀνέσεις οὐ μόνον τῶν ἐν ἀθλήσει πόνων ἀλλὰ καὶ τῶν πρὸς ἐδωδὴν καὶ πόσιν, τὸ σκληροδίαιτον χαλῶντες εἴς τε ψυχῆς εὐθυμίαν καὶ εὐπάθειαν σώματος.
ἰσχὺν κραταιοτέραν ἰσχύϊ καὶ δυνάμεις σθεναρωτέρας δυνάμεσι, τὴν ῥώμην ἀνέσει καὶ ἐπιτάσει καθάπερ ἁρμονίαν συναύξοντες.
αὐτὴν οἷα μητέρα κηδεμονικωτάτην εἰσῆλθε τοῦ μὴ τὰ ἔγγονα ἀποτρύχεσθαι· μεθ’ ἡμέραν γὰρ τὰ σώματα διανίστησι καὶ πρὸς τὰς τοῦ βίου χρείας καὶ ὑπηρεσίας ἁπάσας ἐγείρει κακίζουσα τοὺς ἀργῷ καὶ ἁβροδιαίτῳ βίῳ σχολάζειν ἐθιζομένους, νύκτωρ δὲ καθάπερ ἐν πολέμῳ τὸ ἀνακλητικὸν ὑποσημήνασα πρὸς ἀνάπαυλαν καλεῖ καὶ τὴν τῶν σωμάτων
49 ἐπιμέλειαν.
πρὸς τὰ οἰκεῖα καὶ συνήθη.
ἐκήρυξε τῇ χώρᾳ δι’ ἑξαετίας γεωπόνους ἐπισχών. ἀλλὰ γὰρ οὐχ ἕνεκα ὧν εἶπον αὐτὸ μόνον τοῦτ’ εἰσηγήσατο, ἀλλὰ καὶ τῆς συνήθους φιλανθρωπίας, ἣν ἅπαντι μέρει τῆς νομοθεσίας συνυφαίνειν ἀξιοῖ τοῖς ἐντυγχάνουσι ταῖς ἱεραῖς γραφαῖς κοινωνικὰ καὶ χρηστὰ ἐνσφραγιζόμενος ἤθη.
ἀμπελῶνας καὶ ἐλαιῶνας ἀναπεπταμένους ἐᾶν καὶ τὰς ἄλλας κτήσεις ὅσαι σπαρτῶν εἰσιν ἢ δένδρων, ἵνα τοῖς ἀπαυτοματισθεῖσι καρποῖς οἱ πένητες ἀδεῶς χρῆσθαι δύνωνται μᾶλλον ἢ οὐχ ἧττον τῶν κεκτημένων.
τὰς δ’ ἀντὶ τούτων προσόδους μὴ λαμβάνουσι, τοὺς δ’ ἀπόρους ὡς ἰδίων ἀπολαύειν τότε γοῦν τῶν ἀλλοτρίων εἶναι δοκούντων ἠξίωσε ταπεινοῦ σχήματος αὐτοὺς ἀπαλλάττων καὶ τῶν ἐπὶ μεταίταις ὀνειδῶν.
τοῦ θεοῦ δωρεαῖς ἐξαπιναίως πεπλουτηκότες, ὃς αὐτοὺς πρὸς κοινωνίαν ἐκάλεσε τῶν κτητόρων ἐν τῷ τῆς ἱερᾶς ἑβδόμης ἀριθμῷ·
δεσποτῶν ἅτε παλαιοτάτῳ ἔθει κεκρατημένων, ὃ σύντροφον ἐκ μακρῶν χρόνων γενόμενον εἰς φύσιν ἐκνενίκηκεν.
αὐτῷ παρὰ τὰ κοινωνίαν ἔχοντα.
οὐ γὰρ κτημάτων αἱ πράσεις ἀλλὰ καρπῶν ὀφείλουσιν εἶναι, διὰ δύο τἀναγκαιότατα· ἓν μὲν ὅτι σύμπασα ἡ χώρα κτῆμα κέκληται θεοῦ, τῶν δὲ θεοῦ κτημάτων οὐχ ὅσιον ἄλλους ἐπιγράφεσθαι δεσπότας· ἕτερον δὲ ὅτι λῆξις ἀπονενέμηται ἑκάστῳ τῶν κληρούχων, ἧς στέρεσθαι τὸν λαχόντα οὐκ ἐδικαίωσεν ὁ νόμος.
δυνάμενον ἀναλαβεῖν τὰ οἰκεῖα ἤ τινα τῶν ἐγγυτάτω γένους ἀγχιστέων προκαλεῖται πάσῃ μηχανῇ κατατιθέναι ἣν ἔλαβε τιμὴν καὶ μὴ τῷ πριαμένῳ καθ’ ὃν ἔδει καιρὸν ὠφελήσαντι ζημίας αἴτιον γενέσθαι·
τῇ τάξει τῶν ἀναθημάτων· ἀνάθημα δ’ οὐχ ὅσιον ἀκυροῦσθαι χρόνῳ· διὸ προστέτακται τὴν ἀξίαν τιμὴν τούτων ἐκλέγειν μηδὲν καταχαρισαμένους τῷ ποιησαμένῳ τὸ ἀνάθημα.
κατὰ πόλεις ἐντὸς τειχῶν εἰσιν, αἱ δ’ ἐν ἀγροῖς ἔξω τείχους ἐπαύλεις, 54 55 τὰς μὲν ἐν τοῖς χωρίοις ἐπέτρεψεν ὁ νόμος ἀεὶ λυτροῦσθαι, τὰς δὲ μὴ λυτρωθείσας ἄχρι τοῦ πεντηκοστοῦ ἔτους ἀποδίδοσθαι προῖκα τοῖς πάλαι κυρίοις, καθάπερ καὶ τὰ κτήματα· μοῖρα γὰρ αἱ ἐπαύλεις κτημάτων.
τοῖς ὠνησαμένοις βεβαιοῦνται, μηδὲν τῆς τοῦ πεντηκοστοῦ ἔτους ἐκεχειρίας βλαπτούσης τοὺς πριαμένους.
ἐκληροδοτεῖτο ἡ χώρα κατὰ φυλάς, οὐ διενεμήθησαν, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν ἦσαν συνῳκοδομημέναι, κατὰ τὰς ἐν ἀγροῖς ἐπαύλεις τῶν οἰκητόρων ποιουμένων τὰς διατριβάς· ἐξ ὧν ὕστερον ἀναστάντες καὶ συνελθόντες, ἐπίδοσιν κοινωνίας καὶ φιλίας, ὥσπερ εἰκός, ἐν χρόνῳ μακρῷ
λαμβανούσης, οἰκίας ἐν ταὐτῷ καὶ πόλεις ἐδείμαντο, ὧν καὶ ἐπηλύταις, καθάπερ εἶπον, μετέδοσαν, ἵνα μὴ πάντων ἀποροῖεν καὶ τῶν ἐν ἀγροῖς καὶ τῶν κατὰ πόλεις.
εἶναι τούτοις τὰς ἀπαρχάς, ὀκτὼ δὲ καὶ τεσσαράκοντα πόλεις ἀπεκλήρωσεν εἰς οἴκησιν καὶ δισχιλίους ἑκάστῃ πήχεις προάστειον ἐν κύκλῳ.
οἰκιῶν μὲν δὴ πέρι τοσαῦτα.
ὡς μισθωτοῖς προσφέρωνται, παρέχοντες ἄδειαν ἐλευθερίας εὐθὺς μὲν τοῖς ὑπὲρ αὑτῶν λύτρα κατατιθέναι δυναμένοις, αὖθις δὲ τοῖς ἀπόροις ἢ ὅταν ἐπιγένηται ὁ ἀπ’ ἀρχῆς δουλείας ἕβδομος ἐνιαυτὸς ἢ ὅταν ὁ πεντηκοστός, κἂν πρὸ μιᾶς ἡμέρας τύχῃ τις εἰς δουλείαν ὑπαχθείς· ἄφεσις γὰρ ὁ χρόνος ἐκεῖνός ἐστι καὶ νενόμισται, πάντων ἐπὶ τὰς ἀρχαίας διαυλοδρομούντων
καὶ ἀνακαμπτόντων εὐπραγίας.
ὑπηρεσίας.
αὐξήσεως καὶ τῶν εἰς δίαιταν καὶ παιδείαν τὴν ἁρμόττουσαν κόραις ἀναλωμάτων καί, ὁπότε γένοιτο ὥρα, [καὶ] γάμου τοῦ πρέποντος, ἀνδρῶν ἐν ἅπασι δοκίμων ἀριστίνδην ἐπικριθέντων.
ἐν ταῖς ἐξ ἀρχῆς τεταγμέναις κατὰ φυλὰς λήξεσιν.
οἱ ἐγγυτάτω.
τῶν κλήρων διαδοχαῖς γονεῖς μόνους παρεσιώπησεν, οὓς εἰκὸς ἦν, ὥσπερ κληρονομοῦνται, κληρονομεῖν τὰ παίδων; ὅτι, ὦ γενναῖε, θεῖος ὢν καὶ τὴν τῆς φύσεως ἀκολουθίαν αἰεὶ σκοπῶν οὐδὲν ᾠήθη χρῆναι παλίμφημον εἰσηγεῖσθαι· γονέων μὲν γὰρ εὐχαί, ζῶντας ἀπολιπεῖν οὓς ἐγέννησαν, διαδεξομένους ὄνομά τε αὐτῶν καὶ γένος καὶ οὐσίαν, ἐχθρῶν δὲ ἀμειλίκτων
ἀραὶ τἀναντία, προαποθνῄσκειν υἱοὺς καὶ θυγατέρας τῶν φυσάντων.
γυμνοῖς ὀνόμασι καλέσαι γονεῖς ἐπὶ παίδων τετελευτηκότων κληρονομίαν, ὑπὲρ τοῦ μὴ δοκεῖν ἀπευκτὴν ὠφέλειαν προσνέμων ὀνειδίζειν πενθοῦσιν ἢ ὑπομιμνῄσκειν κακοπραγιῶν, ἑτέρῳ τρόπῳ τὰς οὐσίας ἀπένειμεν αὐτοῖς, βραχὺ παρηγόρημα μεγάλου κακοῦ. τίς οὖν ὁ τρόπος;
εἰ μή τις οὕτως ἠλίθιός ἐστιν, ὡς ὑπολαμβάνειν ὅτι ἕτερον τιμῶν ἑτέρου χάριν ἀτιμοῦν ἐκεῖνον προαιρεῖται· μὴ καὶ τοὺς τῶν φίλων γνωρίμους οἱ περιέποντες ἀμελεῖς τῶν ἑταίρων εἰσίν; ἢ οὐ πάντων εὐνοϊκώτατοι κηδεμόνες τῶν ἐπὶ τιμῇ καὶ ἑταίρους ἀποδέχονται; τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ νόμος διὰ πατέρα καλέσας ἀδελφὸν πατρὸς ἐπὶ μετουσίαν
κλήρου πολὺ πρότερον πατέρα καλεῖ, φωνῇ μὲν οὔ, διὰ τὰ λεχθέντα, γνωριμωτέρᾳ δὲ φωνῆς δυνάμει τρανούσῃ τὸ βούλημα τοῦ νομοθέτου.
γενόμενος τούτοις ἀνακαλεῖν ἤρξατο τοῖς ὀνόμασι τοὺς σπείραντας καὶ — τὸ ἀναγκαιότατον — ὅτι ὁ πρὸ τοῦ γενεᾶς ἔρημος οἶκος εὔπαις ἐγένετο πρὸς τὴν τοῦ γένους τῶν ἀνθρώπων διαμονήν, ἧς σπορὰ μὲν γάμος, καρποὶ δὲ τέκνων γενέσεις, ὧν ὁ πρεσβύτατος ἀρχή.
ὡς αἱ ἱεραὶ γραφαὶ δηλοῦσι, μιᾷ νυκτὶ πάντες ἡβηδὸν ἀνῃρέθησαν, τῶν δ’ ἀπὸ τοῦ ἔθνους χαριστήριον ἀνετέθησαν θεῷ καθιερωθέντες· ἔδει γὰρ τοὺς μὲν βαρυτάτῳ καὶ ἀπαρηγορήτῳ πένθει βαρῦναι, φθορᾷ τῶν 62 63 πρωτοστατούντων, γεραίρειν δὲ τὸν σωτῆρα θεὸν ἀπαρχαῖς, αἳ τὴν ἐν τέκνοις ἡγεμονίαν ἔλαχον.
μητρυιῶν εἰς προγονοὺς δυσσεβὲς καὶ ὅλως ἑαυτοὺς καὶ τὰ ἑαυτῶν ἐξέδωκαν ταῖς δευτέραις καὶ παισὶ τοῖς τούτων ἡδονῆς, αἰσχίστου πάθους, ἥττους γενόμενοι, χαλινὸν μὲν εἴ πως οἷόν τε ἦν ἐμβαλεῖν ταῖς ἐπιθυμίαις ὑπὲρ τοῦ μὴ ἀνασκιρτᾶν ἐπὶ πλέον οὐκ ἂν ἐμέλλησεν ὁ νόμος.
ἰάσασθαι, τὸν μὲν ὡς ἀθεραπεύτῳ νόσῳ κατεσχημένον ἀπέλιπε, τὸν δ’ ἐκ τῆς διὰ τοὺς νέους ἔρωτας κακωθείσης υἱὸν οὐχ ὑπερεῖδε κελεύσας αὐτὸν λαμβάνειν διπλάσια τὰ ἐκ τῆς πρὸς τοὺς ἀδελφοὺς διανομῆς.
γνώμης ἄκυρον ἀποφαίνει δι’ ὧν ὠφελεῖ τὸν κινδυνεύσαντα πρὸς ἐκείνου ζημιωθῆναι τάττων αὑτὸν ἐν τῇ τάξει τοῦ γεγεννηκότος, ἣν ὁ φύσει πατὴρ ἐπὶ πρεσβυτάτου παιδὸς ἔλιπε.
υἱοῦ τὴν διπλασίαν μοῖραν εἰκὸς ἦν ἥδεσθαι τὴν μητέρα, φιλανθρωπίᾳ νόμου παρηγορηθεῖσαν, ὃς οὐκ εἴασεν αὐτήν τε καὶ γενεὰν εἰς ἅπαν ἐχθρῶν ἐλαττοῦσθαι.
στυγηθείσης οὐδενὸς παντάπασιν ἠξίωσε διὰ τὸ τῆς μητρὸς ἔχθος, ὡς ἐκείνους μὲν ἔτι ζῶντος προκεκληρονομηκέναι πλείω τῆς ἰσομοιρίας, τούτους δὲ κινδυνεῦσαι καὶ τελευτήσαντος ἁπάντων ἀφαιρεθῆναι τῶν πατρῴων. ἵν’ οὖν ἐπανισώσῃ τὴν διανομὴν τοῖς ἐξ ἀμφοτέρων τῶν 64 65 γυναικῶν, ὥρισε διμοιρίαν τὰ πρεσβεῖα τῷ τῆς ἀπηλλαγμένης παιδί. τούτων μὲν δὴ ἅλις.
ἐπὶ σύνοδον, ὃν μαθηματικῶν παῖδες εὖ μάλα διηριθμήσαντο. τὴν δ’ ἐν ἑορταῖς ἔλαχε τάξιν νουμηνία διὰ πολλά· πρῶτον μὲν ὅτι ἀρχὴ μηνός, ἀρχὴ δὲ καὶ ἀριθμοῦ καὶ χρόνου τίμιον· ἔπειτα δὲ ὅτι κατ’ αὐτὴν οὐδὲν ἀφώτιστον ἐν οὐρανῷ· συνόδῳ μὲν γὰρ ὑποδραμούσης ἥλιον σελήνης τὸ πρὸς γῆν μέρος ἐζόφωται, νουμηνίᾳ δὲ πέφυκεν ἀναλάμπειν.
τρίτον δὲ ὅτι τῷ ἐλάττονι καὶ ἀσθενεστέρῳ κατ’ ἐκεῖνον τὸν χρόνον τὸ κρεῖττον καὶ δυνατώτερον ὠφελείας ἀναγκαίας μεταδίδωσι· νουμηνίᾳ γὰρ ἄρχεται φωτίζειν αἰσθητῷ φέγγει σελήνην ὁ ἥλιος, ἡ δὲ τὸ ἴδιον κάλλος ἀναφαίνει τοῖς ὁρῶσι. τοῦτο δ’ ἐναργής ἐστιν, ὡς ἔοικε, διδασκαλία χρηστότητος καὶ φιλανθρωπίας, ἵνα μηδέποτε τῶν ἰδίων ἀγαθῶν ἄνθρωποι
φθονῶσιν, ἀλλὰ μιμούμενοι τὰς ἐν οὐρανῷ μακαρίας καὶ εὐδαίμονας φύσεις ὑπερόριον τῆς ψυχῆς βασκανίαν ἐλαύνωσι καὶ προφέροντες εἰς μέσον τὰ οἰκεῖα κοινοπραγῶσι καὶ χαρίζωνται τοῖς ἀξίοις.
τὸ συμπέρασμα τῆς περιόδου, τελευτώσης ἐπὶ τὴν ἀρχὴν ἀφ’ ἧς ἤρξατο φέρεσθαι σελήνης, τετίμηκεν ὁ νόμος προσειπὼν ἐκείνην τὴν ἡμέραν ἑορτὴν, ὑπὲρ τοῦ πάλιν ἡμᾶς ἀναδιδάξαι μάθημα κάλλιστον, ἵν’ ἐν 66 67 ταῖς τοῦ βίου πράξεσι τὰ τέλη συνῳδὰ ταῖς ἀρχαῖς ἀποφαίνωμεν· γενήσεται δὲ τοῦτ’, ἐὰν λογισμῷ τὰς πρώτας ἡνιοχῶμεν ὁρμὰς μὴ ἐπιτρέποντες αὐταῖς ἀφηνιάζειν καὶ ἀνασκιρτᾶν τρόπον θρεμμάτων ἀγελάρχην οὐκ ἐχόντων.
αὐτῆς ἀναχέονται ποταμοὶ καὶ πηγαὶ καὶ μειοῦνται πάλιν μειώσεσι, καὶ πελάγη τοτὲ μὲν ἐξαναχωρεῖ καὶ ἀμπωτίζοντα ὑποσύρεται τοτὲ δ’ ἐξαπιναίως ἐπιτρέχει κατὰ παλίρροιαν, ὅ τε ἀὴρ αἰθρίαις καὶ νεφώσεσι καὶ ταῖς ἄλλαις μεταβολαῖς παντοίας ἐνδέχεται τροπάς, καρποί τε οἱ σπαρτῶν καὶ δένδρων αὔξονται καὶ τελεσφοροῦνται σελήνης περιόδοις
τιθηνουμένης ἕκαστα τῶν φυομένων καὶ πεπαινούσης ἐνδρόσοις καὶ μαλακωτάταις αὔραις;
ἰδίας ἑκάστου προστάξει νόμων ἐπιτελοῦσι, τότε δὲ σύμπαν τὸ ἔθνος μετὰ πάσης ἀδείας ἁγναῖς χερσὶν ἱερουργεῖ καὶ ἱερᾶται.
ἀλλὰ καὶ ἀγρίοις προσνέμουσαν ὑπὸ τῆς ἄγαν περιχαρείας ἔθυον αὐτοὶ διὰ προθυμίαν ἄλεκτον καὶ τάχος ἐσπευσμένον τοὺς ἱερεῖς οὐκ ἀναμένοντες. τοῦτο δὴ τότε πραχθὲν αὐτοκελεύστῳ καὶ ἐθελουργῷ πάθει δρᾶν ἐφῆκεν ὁ νόμος ἅπαξ κατ’ ἐνιαυτὸν ἕκαστον εἰς εὐχαριστίας ὑπόμνησιν. ταῦτα μὲν κατὰ παλαιὰν ἀρχαιολογίαν ἱστορεῖται.
ῥητὰ τρέπειν πρὸς ἀλληγορίαν ἔθος ψυχῆς κάθαρσιν αἰνίττεται τὰ διαβατήρια· φασὶ γὰρ τὸν σοφίας ἐραστὴν οὐδὲν ἕτερον ἐπιτηδεύειν ἢ τὴν ἀπὸ τοῦ σώματος καὶ τῶν παθῶν διάβασιν, ὧν ἕκαστον ἐπικλύζει χειμάρρου ποταμοῦ τρόπον, εἰ μή τις τοῖς ἀρετῆς δόγμασιν ἀνακόπτοι καὶ ἀναχαιτίζοι τὴν φοράν.
ἱεροῦ καὶ σεμνότητα περιβέβληται, τοῦ σφαγιασθέντος ἱερείου πρὸς τὴν ἁρμόττουσαν εὐωχίαν εὐτρεπιζομένου καὶ τῶν ἐπὶ τὰ συσσίτια συνειλεγμένων ἁγνευτικοῖς περιρραντηρίοις κεκαθαρμένων, οἳ παραγεγόνασιν οὐχ ὡς εἰς τὰ ἄλλα συμπόσια χαριούμενοι γαστρὶ δι’ οἴνου καὶ ἐδεσμάτων, ἀλλὰ πάτριον ἔθος ἐκπληρώσοντες μετ’ εὐχῶν τε καὶ ὕμνων.
ὁ δὲ κοινὸς κατὰ φύσεως ἀκολουθίαν καὶ τὴν τοῦ κόσμου παντὸς ἁρμονίαν. ὡς δ’ ἀψευδὴς ἡ ὑπόσχεσις, ἐπισκεπτέον. ἕβδομος ὢν ὁ μὴν οὗτος ἀριθμῷ τε καὶ τάξει κατὰ τὸν ἡλιακὸν κύκλον δυνάμει πρῶτός ἐστι, διὸ καὶ πρῶτος ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγέγραπται.
εἶναι τῆς ἀρχῆς ἐκείνης, καθ’ ἣν ὅδε ὁ κόσμος ἐδημιουργεῖτο· τότε γὰρ διακρινομένων τῶν στοιχείων καὶ τὴν ἐναρμόνιον τάξιν λαμβανόντων πρός τε αὑτὰ καὶ πρὸς ἄλληλα, διεκοσμεῖτο μὲν ὁ οὐρανὸς ἡλίῳ καὶ σελήνῃ καὶ ταῖς τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν ἀστέρων χορείαις καὶ περιόδοις, διεκοσμεῖτο δὲ καὶ ἡ γῆ παντοίαις φυτῶν ἰδέαις καὶ ὅση τῆς
ὀρεινῆς καὶ πεδιάδος ἀγαθὴ καὶ βαθεῖα πᾶσα ἐτεθήλει καὶ ἐχλοηφόρει.
τυπωθείς.
τὰ κάλλιστα καὶ εὐκταιότατα, δι’ ὧν αἱ ζῴων καὶ καρπῶν καὶ φυτῶν γενέσεις καὶ αὐξήσεις εἰσίν, ἀλλ’ οὐχ αἱ παλίμφημοι φθοραί.
σελήνης δὲ ἀφ’ ἑσπέρας ἄχρι τῆς ἕω τὰς αὐτὰς * * *, τῶν δ’ ἀστέρων ἀλλήλοις ἀντιπαραχωρούντων ἀσκίοις φέγγεσιν.
καὶ πηγὴν ἀνθρώποις ἀγαθῶν ἁπάντων εἶναι διενοήθη.
συνῳδὸν ἀποφῆναι τῇ ἑορτῇ, τὸν μὲν παρεληλυθότα συνάπτοντα 74 75 τῇ πρώτῃ, τὸν δὲ μέλλοντα τῇ τελευταίᾳ, ὧν ἑκατέρα τὴν ἑαυτῆς καὶ τῆς ἑτέρας δύναμιν εἴληχεν· ἥ τε γὰρ πρώτη τῆς μὲν ἑορτῆς ἐστιν ἀρχή, τέλος δὲ τοῦ παρεληλυθότος χρόνου, ἥ τε ἑβδόμη τέλος μὲν τῆς ἑορτῆς, ἀρχὴ δὲ τοῦ μέλλοντος, ἵν’, ὃ καὶ πρόσθεν εἶπον, ἅπας ὁ τοῦ σπουδαίου βίος ἰσότιμος ἑορτῇ νομίζηται λύπην καὶ φόβον καὶ ἐπιθυμίαν
καὶ τἄλλα πάθη καὶ νοσήματα τῆς ψυχῆς ἐληλακότος.
καρπὸς ἀτελής ἐστι, τῶν πεδίων σταχυηφορούντων καὶ μήπω καιρὸν ἐχόντων εἰς ἄμητον. ἀτελεῖ δὴ τῷ μέλλοντι καρπῷ τελειωθησομένῳ δὲ μικρὸν ὕστερον ἐδικαίωσεν ἐξομοιῶσαι τὴν ἄζυμον τροφὴν — ἀτελὴς γάρ ἐστι καὶ αὕτη — πρὸς ἐλπίδος χρηστῆς ὑπόμνησιν, ὡς ἤδη τῆς φύσεως τὰς ἐτησίους εὐτρεπιζομένης ἀνθρώπων γένει δωρεὰς ἐν τῇ τῶν
ἐπιτηδείων ἀφθονίᾳ καὶ περιουσίᾳ.
τῆς τοῦ κόσμου γενέσεως ὑπόμνημα, τοὺς δὲ παλαιτάτους γηγενεῖς τε καὶ ἐκ γηγενῶν ἀναγκαῖον ἦν χρήσασθαι ταῖς p. 294 M. τοῦ κόσμου δωρεαῖς ἀδιαστρόφοις, μήπω τῆς ἡδονῆς παρευημερούσης, οἰκειοτάτην τροφὴν 76 77 ἐνομοθέτησε τῷ καιρῷ, βουλόμενος ἀνὰ πᾶν ἔτος τὰ τῆς σεμνῆς καὶ αὐστηρᾶς διαίτης ἐμπυρεύματα ζωπυρεῖν καὶ ἅμα τὸν ἀρχαῖον βίον τῆς ὀλιγοδεΐας καὶ εὐτελείας θαυμάσαι τε καὶ τιμῆσαι πανηγύρεως ἐκεχειρίᾳ καὶ τὸν ἡμῶν καθ’ ὅσον οἷόν τε ἦν ἐξομοιῶσαι τῷ παλαιῷ.
πιστοῦται μάλιστα ἡ τῶν ἰσαρίθμων ταῖς φυλαῖς ἐπὶ τῆς ἱερᾶς τραπέζης ἄρτων δώδεκα πρόθεσις· εἰσὶ γὰρ πάντες ἄζυμοι, δεῖγμα σαφέστατον ἀμιγοῦς τροφῆς οὐ τέχνῃ πρὸς ἡδονὴν ἀλλὰ φύσει πρὸς τὸ τῆς χρήσεως ἀναγκαῖον εὐτρεπισθείσης. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
ἀπὸ τοῦ συμβεβηκότος ὀνομάζεται δράγμα· τοῦτο γὰρ ἀπαρχὴ προσάγεται τῷ βωμῷ καὶ τῆς χώρας, ἣν ἔλαχε τὸ ἔθνος οἰκεῖν, καὶ τῆς συμπάσης γῆς, ὡς εἶναι τὴν ἀπαρχὴν καὶ τοῦ ἔθνους ἰδίαν καὶ ὑπὲρ ἅπαντος ἀνθρώπων γένους κοινήν.
ἱερᾶται γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἅπασι τοῖς ἁγνευτικοῖς καθαρσίοις χρώμενον καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν ὑφηγήσεσι νόμων θείων, οἳ τάς τε γαστρὸς ἡδονὰς καὶ ὑπογαστρίους ἔστειλαν καὶ τὸν ὄχλον τῆς ψυχῆς ἐχαλίνωσαν νοῦν ταῖς αἰσθήσεσιν ἡνίοχον, ἀλόγοις λόγον, ἐπιστήσαντες, ἔτι δὲ καὶ τὰς τῆς ψυχῆς ἀκρίτους καὶ πλεοναζούσας ὁρμὰς
ἀνέκοψαν καὶ ἀνεχαίτισαν, τὰ μὲν μαλακωτέραις ὑφηγήσεσι καὶ φιλοσόφοις προτροπαῖς, τὰ δ’ ἐμβριθεστέροις καὶ εὐτονωτέροις ἐλέγχοις καὶ φόβῳ κολάσεως, ὃν ἐπανατείνονται.
κἀκεῖνο πρόσεστιν ἐξαίρετον· ἀπερίγραφον καὶ ἀπερίληπτον 78 79 συμβέβηκεν εἶναι θεῶν πλῆθος τῶν κατὰ πόλεις τιμωμένων ἀρρένων τε καὶ θηλειῶν, οὓς τό τε ποιητικὸν γένος ἐμύθευσε καὶ ὁ πολὺς ὅμιλος ἀνθρώπων, οἷς ἄπορος καὶ ἀδιερεύνητος ἡ ζήτησις τῆς ἀληθείας ἐστίν· οὐ μὴν τοὺς αὐτοὺς ἅπαντες ἀλλὰ ἑτέρους ἕτεροι σεμνοποιοῦσι καὶ γεραίρουσιν, ὡς μηδὲ θεοὺς τοὺς ἐπὶ τῆς ἀλλοδαπῆς νομίζειν, ἀλλὰ
γέλωτα καὶ χλεύην θέσθαι τὰς ἐκείνων ἀποδοχὰς καὶ καταγινώσκειν τῶν τιμώντων πολλὴν ἠλιθιότητα ὡς ὑγιοῦς διαμαρτανόντων δόξης.
ὁραθῆναι ἀλλὰ καὶ νοηθῆναι πάντες οἱ περὶ τὰ μαθήματα καὶ τὴν ἄλλην φιλοσοφίαν διατρίβοντες ἀναζητεῖν γλίχονται μηδὲν παρέντες τῶν εἰς εὕρεσιν καὶ [τούτου] θεραπείαν, ἔδει μὲν πάντας ἀνθρώπους ἀνῆφθαι τούτου καὶ μὴ καθάπερ ἀπὸ μηχανῆς εἰσποιεῖν ἑτέρους ἐπὶ μετουσίᾳ τῶν ἴσων τιμῶν.
σφάλμα τῶν ἄλλων ἐπηνωρθώσατο, κυριώτατα φάναι, τὸ Ἰουδαίων ἔθνος, ὅσα μὲν εἰς γένεσιν ἦλθε πάνθ’ ὑπερκύψαν ὡς γενητὰ καὶ τῇ φύσει φθαρτά, τοῦ δ’ ἀγενήτου καὶ ἀιδίου μόνον τὴν θεραπείαν ἑλόμενον· πρῶτον μὲν ὅτι καλόν, ἔπειτα δ’ ὅτι καὶ ὠφέλιμον πρεσβυτέρῳ πρὸ νεωτέρων καὶ ἄρχοντι πρὸ ἀρχομένων καὶ ποιητῇ πρὸ γεγονότων ἀνακεῖσθαί τε καὶ προστίθεσθαι.
ἄλλων, οἳ τὰς ὀφειλομένας λατρείας ἀποδεδράκασι.
τοσαύτης ἀποτομὴν ἐπὶ τῷ μετοικίζεσθαι δανεισάμενοι, χώραν δὲ καὶ πόλεις κτησάμενοι κλῆρον ἴδιον ἐκ πολλοῦ νέμονται, ἀφ’ οὗ τὰς ἀπαρχὰς ὅσιόν ἐστι ποιεῖσθαι.
λυπρόγεων, ἀλλὰ καὶ ὅσα λιθώδη καὶ ἀπόκροτα εἶναι δοκεῖ φλεψὶ μαλακαῖς διέζωσται καὶ σφόδρα βαθείαις, αἳ διὰ πιότητα ζῳοφυτεῖν εἰσιν ἀγαθαί.
τὰ μὲν πολέμοις, τὰ δὲ καὶ θεηλάτοις προσβολαῖς, διὰ καινὰς καὶ ἐκτόπους ἐπιτηδεύσεις ἀδικημάτων καὶ ὅσα μεγαλουργοῦντες ἐπὶ καθαιρέσει τῶν τῆς φύσεως θεσμῶν ἠσέβουν, ἵνα οἱ ἀντὶ τούτων εἰσοικιζόμενοι τοῖς ἑτέρων σωφρονισθῶσι κακοῖς, ἀναδιδαχθέντες ἔργοις ὅτι ζηλωταὶ μὲν τῶν κακίας ἔργων γενόμενοι ταὐτὰ πείσονται, τιμήσαντες δ’ ἀρετῆς
βίον ἕξουσι τὸν ἀπονεμηθέντα κλῆρον, οὐκ ἐν μετοίκοις ἀλλ’ ἐν αὐτόχθοσιν ἐξετασθέντες.
μηδέν, αὔλακας ἀναστεῖλαι ἢ περισκάψαι καὶ γυρῶσαι φυτὸν ἢ βαθῦναι τάφρον ἢ τὰς περιττὰς ἐπιφύσεις ἀποτεμεῖν ἤ τι τῶν ὁμοιοτρόπων ἐργάσασθαι, τὰ δ’ ἐκ φύσεως ἀναγκαῖα πάντα καὶ χρήσιμα, γονιμώτατον ἔδαφος, εὔυδρα χωρία πηγαῖς καὶ ποταμοῖς αὐθιγενέσι καὶ χειμάρροις καὶ ἐτησίοις ὄμβροις καταρδόμενα, ἀέρος εὐκρασίαι ζωτικωτάταις αὔραις
ἐπιπνέοντος, αἱ σπαρτῶν καὶ φυτῶν ἰδέαι μυρίαι· τί γὰρ τούτων ἄνθρωπος ἢ εὗρεν ἢ ἐγέννησεν;
τε καὶ θαυμάζεσθαι τὸν ἑστιάτορα θεὸν τὴν ὡς ἀληθῶς ἑστίαν γῆν ἅπασαν ἀεὶ πλήρη παρέχοντα τῶν οὐκ ἀναγκαίων μόνον ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον.
εἰσιν.
εἶδος, κριθήν, ἀπάρχεσθαι προσέταξεν ὁ νόμος· ὁ γὰρ τοῦ σίτου καρπὸς τὰ πρεσβεῖα ἔλαχεν, οὗ πάλιν τὴν ἀπαρχὴν ἐπιφανεστέραν οὖσαν εἰς ἐπιτηδειότερον ἀνατίθεται καιρόν, οὐ προεκφοιτῶν ἀλλ’ ἐν τῷ παρόντι ταμιευόμενος ὑπὲρ τοῦ καὶ τὰς εὐχαριστίας ἡρμόσθαι χρόνων τεταγμέναις περιόδοις.
δὴ πρῶτον κάλλος ἐπιδείκνυται πεντηκοντάς.
τεσσάρων καὶ πέντε συμπληροῦσιν ἀριθμὸν τὸν δώδεκα, τοῦ ζῳοφόρου κύκλου παράδειγμα, διπλασιασθείσης ἑξάδος τῆς γονιμωτάτης, ἥτις ἐστὶν ἀρχὴ τελειότητος, ἐκ τῶν ἰδίων συμπληρουμένη μερῶν, οἷς ἐξισοῦται· 86 87 δυνάμει δ’, ὡς ἔοικεν, ἀπογεννῶσι τὸν πεντηκοστὸν διὰ τοῦ τρὶς τρία καὶ τετράκις τέσσαρα καὶ πεντάκις πέντε, ὥστε ἀναγκαῖον εἶναι λέγειν τοσούτῳ κρείττω δωδεκάδος εἶναι πεντηκοντάδα ὅσῳ καὶ τὸ δυνάμει τοῦ μήκει.
πεντηκοντάς, ἢ πάντως ἀμείνονος φύσεως; περὶ ἧς οὐ καιρὸς λέγειν· αὔταρκες γὰρ ἐν τῷ παρόντι σεσημειῶσθαι τὴν διαφορὰν ὑπὲρ τοῦ μὴ ἐν παρέργῳ προηγούμενον ἔργον τίθεσθαι.
ἔθος προσφέρειν ἀπαρχὴν σίτου, τῆς ἀρίστης τροφῆς. ὠνομάσθη δὲ πρωτογεννημάτων ἢ διότι, πρὶν εἰς τὴν ἀνθρώπων χρῆσιν ἐλθεῖν τὸν ἐπέτειον καρπόν, τοῦ νέου σίτου τὸ πρῶτον γέννημα καὶ ὁ πρῶτος παραφανεὶς καρπὸς ἀπαρχὴ προσάγεται —
ἔτι δὲ καὶ ἡδίστης τροφῆς μήτε ἀπολαῦσαι μήτε συνόλως σπάσαι, πρὶν ἀπάρξασθαι τῷ χορηγῷ, διδόντας μὲν οὐδέν, αὐτοῦ γὰρ τὰ πάντα καὶ κτήματα καὶ δωρεαί, διὰ δὲ βραχέος συμβόλου παραφαίνοντας εὐχάριστον καὶ θεοφιλὲς ἦθος πρὸς τὸν χαρίτων μὲν ἀνεπιδεᾶ συνεχεῖς δὲ καὶ ἀενάους χάριτας ἄρδοντα —
καὶ ἄριστον γέννημα ὁ τοῦ σίτου καρπός ἐστιν, ἐν δευτέρᾳ τάξει 88 89 τῶν ἄλλων καταριθμουμένων ὅσα σπαρτά· καθάπερ γὰρ ἄρχων μὲν ἐν πόλει, κυβερνήτης δ’ ἐν νηὶ πρῶτος εἶναι λέγεται, τῷ τὸν μὲν κατὰ πόλιν, τὸν δὲ κατὰ ναῦν ἀφηγεῖσθαί τε καὶ προφέρειν, τὸν αὐτὸν τρόπον καὶ ὁ τοῦ σίτου καρπὸς ὀνόματι συνθέτῳ πρωτογέννημα ὠνομάσθη διὰ
τὸ πάντων ἄριστος εἶναι τῶν σπειρομένων· ἔδει γὰρ αὐτὸν καὶ τοῦ ζῴων ἀρίστου τροφὴν εἶναι.
δὲ εὐθὺς ἀνυπερθέτως τὰ κομιζόμενα τοῖς προσφέρουσιν, οὐ μὴν ὥστε χρῆσθαι·
εὐσεβείας ἀθλοῦσιν, ἢ κλῆρον ἱερόν, τοῦ κατὰ τὴν χώραν μὴ τὸν αὐτὸν τρόπον ταῖς ἄλλαις φυλαῖς τὸ ἐπιβάλλον μέρος δανεισάμενοι.
ἁρμόττειν ὑπὲρ τοῦ ἀρίστου ποιεῖσθαι τὴν ἀρίστην ἀπαρχήν.
[ἀλλ’ οὐ σῖτος] ἡ ἀπαρχή, διὰ τὸ μηδὲν ἔτι ἐνδεῖν τῶν εἰς ἀπόλαυσιν τροφῆς, σίτου γεγονότος· λέγεται γὰρ ὅτι τῶν σπαρτῶν ἁπάντων τελευταῖος ὁ πυρὸς γεννᾶσθαι πέφυκε καὶ πρὸς ἄμητον παρίστασθαι.
τοῦ μέλλοντος, διότι τὰς εἰς αὐτὸν χορηγίας καὶ παρασκευὰς εὐτρεπισάμεθα καὶ γέμοντες χρηστῶν ἐλπίδων ταμιευόμεθα τὰς τοῦ θεοῦ δωρεὰς εἰς τὴν καθ’ ἡμέραν προφέροντες αἰεὶ δίαιταν, ὅσων ἂν ᾖ χρεία κατὰ νόμους τῆς οἰκονομικῆς ἀρετῆς.
ἐν τῷ ἱερῷ σαλπίζειν ἔθος· ἀφ’ οὗ καὶ „σαλπίγγων“ ἐτύμως ἑορτὴ προσαγορεύεται, διττὸν λόγον ἔχουσα, τὸν μὲν ἴδιον τοῦ ἔθνους, τὸν δὲ κοινὸν ἀνθρώπων ἁπάντων· ἴδιον μὲν ὑπόμνησιν τεραστίου καὶ μεγαλουργηθέντος ἔργου, καθ’ ὃν χρόνον τὰ λόγια τῶν νόμων ἐθεσπίζετο·
92 93 τοῦ παντὸς φθάσαι περάτων, ἵνα καὶ τοὺς μὴ παρόντας καὶ μόνον οὐκ ἐν ἐσχατιαῖς κατοικοῦντας διὰ τοῦ συμβεβηκότος ἡ πτοία ἐπιστρέψῃ λογισαμένους, ὅπερ εἰκός, ὅτι τὰ οὕτως μεγάλα μεγάλων ἀποτελεσμάτων ἐστὶ σημεῖα· τί δὲ μεῖζον ἢ ὠφελιμώτερον εἰς ἀνθρώπους ἐλθεῖν ἐδύνατο
τῶν γενικῶν νόμων, οὓς προεφήτευσεν ὁ θεός, οὐ δι’ ἑρμηνέως καθάπερ τὰ ἐν εἴδει νόμιμα.
στρατόπεδα. ἔστι δὲ καὶ ἕτερος θεήλατος πόλεμος, ὅταν ἡ φύσις ἐν ἑαυτῇ στασιάσῃ, τῶν μερῶν ἀντεπιτιθεμένων ἀλλήλοις, ἰσότητος εὐνομωτάτης πλεονεξίᾳ τοῦ ἀνίσου κρατηθείσης.
κατὰ φύσιν αὐχμοῖς, ἐπομβρίαις, νοτίων βίαις πνευμάτων, φλογώσεσι ταῖς ἀφ’ ἡλίου, χιονώδει περιψύξει, τῆς ἁρμονίας τῶν ἐτησίων ὡρῶν περιηκούσης εἰς ἀναρμοστίαν, ἕνεκά μοι δοκῶ τῆς οὐ κατὰ μικρὸν ἐπιπολαζούσης ἀλλ’ ἀθρόῳ φορᾷ κεχυμένης ἀσεβείας, παρ’ οἷς ἂν ταῦτα γίνηται.
ἀπέφηνεν ὁ νόμος, ἐπ’ εὐχαριστίᾳ τοῦ εἰρηνοποιοῦ θεοῦ καὶ εἰρηνοφύλακος, ὃς καὶ τὰς ἐν ταῖς πόλεσι καὶ τὰς ἐν τοῖς μέρεσι τοῦ παντὸς στάσεις ἀνελὼν εὐθηνίας καὶ εὐετηρίας καὶ τῶν ἄλλων ἀγαθῶν ἀφθονίαν ἀπειργάσατο, μηδὲν ἐμπύρευμα καρπῶν φθορᾶς ἐάσας ζωπυρηθῆναι.
σὺν ἀθύρμασι καὶ τωθασμοῖς καὶ παιδιὰ μετ’ αὐλοῦ καὶ κιθάρας καὶ τυμπάνων τε καὶ κυμβάλων καὶ τῶν ἄλλων ὅσα κατὰ τὸ παραλελυμένον καὶ ἐκτεθηλυμμένον εἶδος μουσικῆς δι’ ὤτων ἐγείρει τὰς ἀκαθέκτους ἐπιθυμίας;
ὄμμασιν ἰδὼν ὁ πάνσοφος Μωυσῆς τὴν νηστείαν ἑορτὴν ἀνεῖπε καὶ ἑορτῶν τὴν μεγίστην πατρίῳ γλώττῃ „σάββατα σαββάτων“ αὐτὴν ὀνομάσας, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν, ἑβδομάδα ἑβδομάδων καὶ ἁγίων ἁγιωτέραν, διὰ πολλά·
γλώττης καὶ γαστρὸς καὶ τῶν μετὰ γαστέρα νυνὶ δὲ διαφερόντως κελεύει περιέπειν, ἐξαίρετον ἡμέραν ἀναθεὶς αὐτῇ· σιτίων γάρ τις καὶ ποτῶν μαθὼν ἀλογεῖν τῶν οὕτως ἀναγκαίων τίνος οὐκ ἂν ὑπερίδοι τῶν περιττῶν, ἃ γέγονεν οὐ διαμονῆς καὶ σωτηρίας ἕνεκα μᾶλλον ἢ βλαβερωτάτης ἡδονῆς;
μηδὲν ἕτερον ἄχρις ἑσπέρας ἐξ ἑωθινοῦ τῶν ἀνθρώπων σχολὴν ἀγόντων 95 ἢ δεητικωτάτας εὐχάς, αἷς σπουδάζουσι τὸν θεὸν ἐξευμενίζεσθαι παραίτησιν ἁμαρτημάτων ἑκουσίων τε καὶ ἀκουσίων αἰτούμενοι καὶ χρηστὰ ἐλπίζοντες, οὐ δι’ ἑαυτοὺς ἀλλὰ διὰ τὴν ἵλεω φύσιν τοῦ συγγνώμην πρὸ κολάσεως ὁρίζοντος.
νηστείαν ἄγεσθαι· κατὰ γὰρ τοῦτον ἤδη συγκεκόμισται πάντα ὅσα δι’ ἔτους ἤνεγκεν ἡ γῆ. τὸ μὲν οὖν εὐθὺς ἐμφορεῖσθαι τῶν γεγονότων ἀπληστίας ὑπέλαβεν ἔργον εἶναι, τὸ δὲ νηστεῦσαι καὶ τροφῆς μὴ προσάψασθαι παντελοῦς εὐσεβείας, ἥτις ἀναδιδάσκει τὴν διάνοιαν μὴ πεποιθέναι τοῖς εὐτρεπισθεῖσι καὶ παρεσκευασμένοις ὡς ὑγείας ἢ ζωῆς
αἰτίοις· ταῦτα γὰρ καὶ παρόντα πολλάκις ἔβλαψε καὶ μὴ παρόντα ὤνησε.
ἡμετέρας διαμονῆς αἴτιον, ἀλλὰ τὸν γεννητὴν καὶ πατέρα καὶ σωτῆρα τοῦ τε κόσμου καὶ τῶν ἐν κόσμῳ θεόν, ᾧ καὶ διὰ τούτων καὶ ἄνευ τούτων τρέφειν θέμις καὶ διαφυλάττειν.
χώρᾳ, πηγὰς μὲν τότε πρῶτον ἀνατεμὼν εἰς ἄφθονον ποτοῦ χρῆσιν, ὕων δὲ τροφὴν ἐξ οὐρανοῦ μήτε πλείονα μήτ’ ἐλάττονα τῆς διεξαρκούσης εἰς ἑκάστην ἡμέραν, ἵνα ἀταμιεύτοις χρώμενοι τοῖς ἀναγκαίοις μὴ πωλῶσιν ἀψύχων, ὧν ἂν ἐθησαυρίσαντο, τὰς ἀγαθὰς ἐλπίδας, 96 97 ἀλλὰ μικρὰ φροντίζοντες τῶν χορηγουμένων τὸν χορηγὸν θαυμάζωσι καὶ προσκυνῶσι καὶ τοῖς ἁρμόττουσιν ὕμνοις καὶ εὐδαιμονισμοῖς γεραίρωσιν.
αὑτῇ τὰς ἀναλογίας πάσας, τήν τε ἀριθμητικὴν καὶ τὴν ἁρμονικὴν καὶ τὴν γεωμετρικήν, καὶ προσέτι τὰς ἁρμονίας, ἐπίτριτον τὴν διὰ τεσσάρων καὶ ἡμιόλιον τὴν διὰ πέντε καὶ διπλασίαν τὴν διὰ πασῶν καὶ τετραπλασίαν τὴν δὶς διὰ πασῶν, ἔχει δὲ καὶ τὸν ἐπόγδοον λόγον, ὡς εἶναι πλήρωμα τῶν κατὰ μουσικὴν θεωρημάτων τελειότατον, ἀφ’ οὗ καὶ ὠνόμασται
παντέλεια.
ἔμελλε διαυγὲς καὶ καθαρὸν τὸ ἀπὸ τῆς λογικῆς πηγῆς [εἰς καθαρὸν] ἐπὶ ψυχὴν φέρεσθαι νᾶμα λείως, ἐπειδήπερ αἱ συνεχεῖς καὶ ἐπάλληλοι τροφαὶ κατακλύζουσαι τὸ σῶμα καὶ τὸν λογισμὸν προσεπισύρουσιν, εἰ δ’ ἐπισχεθεῖεν, εὖ μάλα στηριχθεὶς ὡς ἐπὶ ξηρᾶς ἀτραποῦ καὶ λεωφόρου τὴν πορείαν ἄπταιστον δυνήσεται ποιεῖσθαι τῶν θέας καὶ ἀκοῆς
ἀξίων ἐφιέμενος.
ἀγαθῶν περιουσίᾳ μέμνηνται κακῶν οὐ γενομένων. τούτων μὲν δὴ ἅλις.
ἐστίν, ἡ δὲ ἀδικίας ἀρχή τε καὶ πηγή, καὶ ἡ μὲν ἀσκίου φωτός, ἡ δὲ σκότους συγγενής — καὶ τὸ προσήκειν μετὰ τὴν ἁπάντων καρπῶν τελείωσιν εὐχαριστεῖν τῷ τελεσφόρῳ θεῷ καὶ πάντων τῶν ἀγαθῶν αἰτίῳ.
δασμοὺς τοὺς ἀναγκαίους εἰσενηνοχότων τῶν σπαρτῶν τε καὶ τῶν δένδρων καὶ τῆς γῆς ὅσας τροφὰς ἐγέννησε ταῖς τῶν ἀμυθήτων ζῴων ἰδέαις ἡμέρων τε καὶ ἀγρίων ἀφθόνως παρεσχημένης, οὐ μόνον εἰς τὴν ἐν χερσὶ καὶ πρόσκαιρον ἀπόλαυσιν ἀλλὰ καὶ τὴν ὕστερον διὰ τὸ προμηθὲς τῆς φιλοζῴου φύσεως.
τὸν χρόνον τῆς ἑορτῆς, ἤτοι διὰ τὸ μηκέτι εἶναι χρείαν ἐν ὑπαίθρῳ διάγειν τὰ περὶ γεωργίαν ἐκπονοῦντας, οὐδενὸς μὲν 100 101 ὑπολειφθέντος ἔξω, πάντων δὲ καρπῶν ἐναποκειμένων σιροῖς καὶ τοιουτοτρόποις χωρίοις διὰ τὰς εἰωθυίας βλάβας παρακολουθεῖν ἔκ τε φλογώσεως ἡλιακῆς καὶ φορᾶς ὑετῶν —
κρυμὸς καὶ θάλπος, εἰσὶν ἔφεδροι καὶ σκιαὶ τὰ λάσια τῶν δένδρων, οἷς ὑποστείλας τὴν ἀφ’ ἑκατέρου δυνήσῃ βλάβην εὐμαρῶς ἐκφυγεῖν· ὅταν δ’ οἱ καρποὶ πάντες εἰσκομίζωνται, συνεισέρχου στεγανωτέρας διαίτης ἐφιξόμενος πρὸς ἀνάπαυλαν ἀντὶ καμάτων οὓς γεωπονῶν ὑπέμεινας — ἢ δι’ ὑπόμνησιν τῆς τῶν προγόνων μακρᾶς ὁδοιπορίας,
ἣν δι’ ἐρήμου ποιούμενοι βαθείας σκηναῖς πολυετῆ χρόνον καθ’ ἕκαστον σταθμὸν ἐνδιῃτῶντο.
εὐπραγίαις ἔννοιαν ἔχειν παλαιῶν ἀτυχημάτων.
παροῦσιν ἀγαθοῖς τὸν θεὸν ᾠδαῖς καὶ λόγοις γεραίρουσι καὶ ὑπὲρ τοῦ μηκέτι πειραθῆναι κακῶν λιπαροῦσι καὶ ἱκεσίαις ἐξευμενίζονται.
τῆς ἑορτῆς, ἀλλὰ καὶ πασῶν τῶν ἐτησίων, ὅσας κατηριθμησάμην καὶ διεξῆλθον· τελευταία γάρ ἐστι τοῦ ἐνιαυτοῦ καὶ συμπέρασμα.
πρὸς τὴν στερεὰν φύσιν * * *.
ἂν οἱ καρποὶ συγκομισθῶσι, διὰ τὰς ἐφέδρους ἀπὸ μυρίων ὅσων ἀνθρώπων τε καὶ θρεμμάτων ζημίας.
ἀφροσύναι καὶ εὐφροσύναι, καὶ διότι ἐν πανηγύρεσι καὶ ἱλαρῷ βίῳ τέρψεις ἀμέτοχοι συννοίας καὶ κατηφείας συνίστανται σώματα καὶ ψυχὰς ἀναχέουσαι, τὰ μὲν τῷ ἁβροδιαίτῳ, τὰς δὲ τῷ φιλοσοφεῖν.
τὸν βωμὸν καθαγιάζεται παραδιδόμενον τῷ ἀσβέστῳ πυρὶ καὶ ἱερῷ,
προσαγορεύουσι καρτάλους, ἀπαρχὴν τῆς εὐκαρπίας εἰς τὸ ἱερὸν κομίζει γεγηθὼς καὶ στὰς ἀντικρὺ τοῦ βωμοῦ δίδωσι τῷ ἱερεῖ, τὸ πάγκαλον καὶ θαυμάσιον ᾆσμα διεξιών, εἰ δὲ μὴ τύχοι μεμνημένος, ἀκούων παρὰ τοῦ ἱερέως μετὰ προσοχῆς πάσης.
ὀλίγος ὄντες ἀριθμὸς ηὐξήθησαν εἰς πλῆθος ἔθνους. οἱ ἀπόγονοι μυρία κακωθέντες ὑπὸ τῶν ἐγχωρίων, οὐδεμιᾶς ἔτι φαινομένης ἐξ ἀνθρώπων ἐπικουρίας, ἐγένοντο θεοῦ ἱκέται καταφυγόντες ἐπὶ τὴν ἐξ αὐτοῦ βοήθειαν.
ὅσα κατ’ ἐκεῖνον τὸν χρόνον ἐθαυματουργεῖτο, τοὺς δ’ ἐπηρεαζομένους καὶ πάσας ὑπομένοντας ἐπιβουλὰς ἐρρύσατο, οὐ μόνον εἰς ἐλευθερίαν ἐξελόμενος, ἀλλὰ καὶ χώραν πάμφορον δούς.
ἀξιωθέντες ἐναβρυνόμεθα καὶ ἐνευφραινόμεθα τοῖς ἀπροσδοκήτοις ἀγαθοῖς,
πεπαίνονται, καὶ διὰ τὰς τῶν τόπων διαφορὰς ἀλεεινοτέρων ἢ κρυμωδεστέρων ὄντων καὶ διὰ μυρίας ἄλλας αἰτίας, εἰκότως ἀόριστός ἐστι καὶ ἀπερίγραφος ὁ χρόνος τῆς τῶν ἀκροδρύων ἀπαρχῆς ἐπὶ μήκιστον ἐκτεινόμενος.
αὐτοῖς αἱ παρὰ τοῦ ἔθνους ἀπαρχαὶ ἀντὶ τῶν λειτουργιῶν, ἃς μεθ’ ἡμέραν καὶ νύκτωρ ὑπομένουσι.
κεφαλαίων κατὰ τὴν ἐν λόγοις ἀκολουθίαν. ἐπισκέψομαι δ’ ἑξῆς τὸ ἑπόμενον, ὃ περὶ γονέων ἀναγέγραπται τιμῆς.
Περὶ γονέων τιμῆς.
ὁ κόσμος, καὶ τὸ περὶ τοῦ μηδὲν ἀπεικόνισμα καὶ μίμημα δημιουργεῖν θεοῦ, καὶ τὸ περὶ τοῦ μὴ ψευδορκεῖν ἢ συνόλως μάτην ὀμνύναι, καὶ τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης, ἅπερ σύμπαντα τείνει πρὸς εὐσέβειαν καὶ ὁσιότητα, μέτειμι ἐπὶ τὸ πέμπτον τὸ περὶ γονέων τιμῆς, ὅ, καθάπερ ἐν τοῖς ἰδίᾳ περὶ αὐτοῦ λόγοις ἔδειξα, μεθόριον ἀνθρωπείων τε καὶ
θείων.
δι’ ἕτερα πλείω. παρ’ οἷς γὰρ λόγος ἀρετῆς ἐστί, πρεσβύτεροι νεωτέρων προκρίνονται καὶ διδάσκαλοι γνωρίμων καὶ εὐεργέται τῶν εὖ πεπονθότων καὶ ἄρχοντες ὑπηκόων καὶ δεσπόται δούλων.
νεώτεροι γὰρ καὶ μαθηταὶ καὶ εὖ πεπονθότες ὑπήκοοί τε καὶ δοῦλοι. ὡς δ’ οὐδὲν τούτων κατέψευσται, δῆλον μὲν ἐκ τῆς ἐναργείας· αἱ δ’ ἐκ λόγου πίστεις ἔτι μᾶλλον ἐπισφραγιοῦνται τὴν ἀλήθειαν.
τρόπον τινὰ τῶν γεννηθέντων εἰσί· καὶ οἱ μὲν ὑφηγητῶν ἔχουσι τάξιν, ὅσαπερ ἂν εἰδότες τυγχάνωσι τοὺς παῖδας ἐκ πρώτης ἀναδιδάξαντες ἡλικίας, καὶ οὐ μόνον τὰ περὶ τὰς ἐπιστήμας, [ἀσκοῦσι καὶ νεάζουσιν] ἐναποματτόμενοι λογισμοὺς ἀκμάζουσι παίδων, ἀλλὰ καὶ τὰ ἀναγκαιότατα τῶν πρὸς αἱρέσεις καὶ φυγάς, αἱρέσεις μὲν ἀρετῶν, φυγὰς
δὲ κακιῶν καὶ τῶν κατ’ αὐτὰς ἐνεργειῶν.
σχέσεις τε καὶ κινήσεις εὐμαρεῖς, οὐκ ἄνευ ῥυθμοῦ καὶ τοῦ πρέποντος, τὴν δὲ ψυχὴν διά τε γραμμάτων καὶ ἀριθμῶν γεωμετρίας τε καὶ μουσικῆς καὶ τῆς συμπάσης φιλοσοφίας, ἣ τὸν νοῦν εἰσῳκισμένον θνητῷ σώματι μετέωρον αἴρουσα παραπέμπει μέχρις οὐρανοῦ καὶ τὰς ἐν αὐτῷ μακαρίας καὶ εὐδαίμονας φύσεις ἐπιδείκνυται, ζῆλον ἅμα καὶ πόθον
110 ἐνεργαζομένη τῆς ἀτρέπτου καὶ ἐναρμονίου τάξεως, ἣν οὐδέποτε λείπουσι πειθόμεναι τῷ ταξιάρχῳ.
οὐ σὺν λογισμῷ, τὴν δὲ ὄχλου, πράγματος ἀνεξετάστου καὶ ἀνεπισκέπτου, φορᾷ, γνώμῃ δὲ ἀρίστῃ καὶ τελειοτάτῃ τῆς ἄνω φύσεως, ᾗ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα σὺν δίκῃ πρυτανεύεται.
προπηλακίζειν καὶ καταδεῖν. ἂν μέντοι γε καὶ πρὸς ταῦτα ἀφηνιάζωσι τῇ ῥύμῃ τῆς ἀνιάτου μοχθηρίας ἀπαυχενίζοντες, ἐπέτρεψεν ὁ νόμος καὶ μέχρι θανάτου κολάζειν, ἀλλ’ οὐκέτι μόνῳ πατρὶ ἢ μόνῃ μητρί, διὰ τὸ μέγεθος τῆς τιμωρίας, ἣν οὐκ ἄξιον ὑφ’ ἑνὸς ἀλλ’ ὑπ’ ἀμφοῖν δικασθῆναι· συμφρονῆσαι γὰρ οὐκ εἰκὸς ἐπ’ ἀναιρέσει τοῦ παιδὸς ἑκάτερον
τῶν γονέων, μὴ βαρυνόντων καὶ καθελκόντων τῶν ἀδικημάτων ὁλκῇ τινι βεβαίῳ νικώσῃ τὴν ἐκ φύσεως ἐνιδρυμένην πάγιον εὔνοιαν.
κατατιθέασιν εἴς τε παῖδας καὶ ὑπὲρ παίδων τιτθαῖς καὶ παιδαγωγοῖς καὶ διδασκάλοις, δίχα τῶν εἰς ἐσθῆτας καὶ τροφὰς καὶ τὴν ἄλλην 111 112 ἐπιμέλειαν ὑγιαινόντων τε καὶ καμνόντων ἐκ πρώτης ἡλικίας μέχρι τελείας· οἰκότριβές τε ἂν εἶεν οἱ μὴ μόνον οἴκοι γεννηθέντες ἀλλὰ καὶ [οἱ] ὑπὸ τῶν τῆς οἰκίας δεσποτῶν συνεισενεγκάντων τὰ πρὸς γένεσιν φύσεως θεσμοῖς
ἅπερ ἡ φύσις ἀπένειμεν αὐτοῖς ἀθλοθετοῦσα. τιμήσεις δ’ [[ἐπ’]π[ἐπ’]] οὐδενὶ μᾶλλον ἢ πειρώμενος ἀγαθός τε εἶναι καὶ δοκεῖν εἶναι, ὧν τὸ μὲν τὴν ἄτυφον καὶ ἄπλαστον ἀρετὴν ἐπιζητεῖ, τὸ δὲ τὴν σὺν ὑπολήψει χρηστῇ καὶ τῷ παρὰ τῶν συνόντων ἐπαίνῳ.
δι’ ἣν καὶ τοῖς προσταττομένοις θελήσουσιν ὑπακούειν ἐκεῖνοι καὶ ἐν ἅπασι καταπειθεῖς εἶναι τοῖς δικαίοις καὶ συμφέρουσιν· οὐδὲν γὰρ ἀλλότριον ἀρετῆς ὁ ταῖς ἀληθείαις ὑφηγήσεται πατὴρ παιδί.
ὁ γὰρ πρεσβύτην καὶ πρεσβύτιδα οὐδὲν γένει προσήκοντας αἰδούμενος ἔοικέ πως ὑπομιμνῄσκεσθαι πατρός τε καὶ μητρὸς καὶ ἀποβλέπων ὥσπερ εἰς ἀρχέτυπα τεθεικέναι τὰς εἰκόνας ἐκείνων.
ἅπαν ἄμεινον, ἀλλ’ ὡς πρὸς τὸν παρόντα καιρὸν χρησιμώτερόν τε καὶ λυσιτελέστερον. πρῶτον μὲν γὰρ τοῖς παιδευομένοις καὶ νουθετουμένοις ἄφροσιν εἶναι συμβέβηκεν· ἀφροσύνη δ’ οὐκ ἄλλῳ ἢ φόβῳ θεραπεύεται· δεύτερον δ’ ἁρμόττον οὐκ ἦν νομοθέτου παραγγέλμασι τοὺς παῖδας εὔνοιαν διδάσκεσθαι τὴν πρὸς γονεῖς, ἣν αὐτοκέλευστον ἡ φύσις ἐξαιτεῖ, ἐκ
σπαργάνων δὲ ταῖς ψυχαῖς τῶν οὕτως ἡνωμένων κατὰ γένος ἐνιδρύσατο.
χαρίζονται μηδένα πόνον ἢ κίνδυνον ὑπερτιθέμενοι, δυνάμεσιν ὁλκοῖς εὐνοίας συνδεδεμένοι, τὸ λίαν φιλόστοργον αὐτῶν οὐ δέχονταί τινες ἐπ’ ὠφελείᾳ, τρυφὴν καὶ χλιδὴν ἐζηλωκότες καὶ θαυμάζοντες μὲν τὸν ὑγρὸν βίον, διαρρέοντες δὲ κατά τε σῶμα καὶ ψυχήν, καὶ μηδὲν μέρος ἐῶντες ὀρθοῦσθαι ταῖς οἰκείαις δυνάμεσιν, ἃς ὑποσκελίζοντες καὶ ἐκνευρίζοντες
οὐκ ἐρυθριῶσιν ἕνεκα τοῦ μὴ δεδιέναι τοὺς σωφρονιστὰς πατέρας καὶ μητέρας, ἐνδιδόντες καὶ ἐπιχαλῶντες ταῖς ἰδίαις ἐπιθυμίαις.
ἐκομψεύσαντο κατὰ πατροτυπτῶν ὁρίσαντες χειρῶν ἀποκοπήν, ὑπὲρ τοῦ παρὰ τοῖς εἰκαιοτέροις καὶ ἀνεξετάστοις εὐδοκιμῆσαι νομίζουσιν ἁρμόττον εἶναι τὰ μέρη οἷς ἐτύπτησαν τοὺς γονεῖς ἀκρωτηριάζεσθαι.
εἰ μὴ καὶ τοὺς ἀνδροφονήσαντας ξίφει μεθετέον ὑπερόριον τὸ ξίφος ῥίψαντας, καὶ τοὐναντίον τοῖς ἀριστεύσασιν ἐν πολέμῳ τιμὰς οὐ δοτέον, ἀλλὰ ταῖς ἀψύχοις παντευχίαις, δι’ ὧν ἠνδραγαθίσαντο·
τὰ σώματα τῶν ἀθλητῶν παρέντες; γέλως μέντ’ ἂν εἴη τὰ τοιαῦτ’ εἰσηγεῖσθαι, τὰ ὧν οὐκ ἄνευ κολάζοντας ἢ τιμῶντας, δέον τοὺς αἰτίους· οὐδὲ γὰρ μουσικὴν ἐπιδεικνύμενόν τινα δι’ αὐλῶν ἢ λύρας καὶ σφόδρα κατορθοῦντα παραμειψάμενοι τὰ ὄργανα κηρυγμάτων καὶ τιμῶν ἀξιοῦμεν.
τῷ εἶναι μηδὲν χρήσιμοι τὸ παράπαν καὶ δασμὸν οὐκ ἐτήσιον ἀλλ’ ἐφήμερον ἀναπράττωσι παρὰ τῶν ἠδικημένων τροφὰς ἀναγκαίας ἅτε πορίζειν ἀδυνατοῦντες; οὐ γὰρ σιδήρειος πατήρ ἐστί τις οὕτως, ὡς λιμῷ περιϊδεῖν θνῄσκοντα υἱόν, καὶ ταῦτα χρόνῳ τῆς ὀργῆς ἀμαυρουμένης.
καὶ τρόπῳ ἑτέρῳ δρᾷ τι τῶν ἐπ’ ἀτιμίᾳ γονέων, θνῃσκέτω· κοινὸς γὰρ ἐχθρὸς καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δήμιος ἁπάντων· ἐπεὶ τίνι 117 118 γένοιτ’ ἂν εὐμενὴς ἄλλῳ ὁ μηδὲ τοῖς αἰτίοις τοῦ ζῆν, δι’ οὓς εἰς γένεσιν ἦλθεν, ὧν ἐστι προσθήκη;
καὶ πράγμασι καὶ σώμασι καθαρσίων εὐπορητέον εἰς τὴν ἀμείνω μεταβολήν, ἐπειδὴ „φθόνος”, ὡς ἔφη τις, „ἔξω θείου χοροῦ βαίνει”. τὸ δὲ τολμᾶν τὰ καθωσιωμένα παρακόπτειν καὶ παραχαράττειν ὑπερβάλλουσαν ἀσέβειαν ἐμφαίνει.
ἑβδόμης αἱ μὲν τοσαῦται μυριάδες, ὅσας ἐδήλωσα πρότερον, ἐν ταῖς σκηναῖς κατὰ πολλὴν ἡσυχίαν διέτριβον, εἷς δ’ οὐχὶ τῶν ἠμελημένων καὶ ἀφανῶν ὀλίγα φροντίσας τῶν διατεταγμένων καὶ χλευάσας τοὺς φυλάττοντας ἐξῄει μὲν ἐπὶ φρυγανισμόν, ἔργῳ δ’ εἰς παρανομίας ἐπίδειξιν.
ἐκχυθέντες, καίτοι παρατεθηγμένοι, νεώτερον οὐδὲν ἕνεκα τοῦ περὶ τὴν ἡμέραν ἱεροπρεποῦς εἰργάσαντο, πρὸς δὲ τὸν ἄρχοντα ἀγαγόντες τὸ ἀσέβημα μηνύουσιν· ὁ δ’ εἰς εἱρκτὴν ἀποθέμενος, ἐκπεσόντος λογίου καταλεύειν τὸν ἄνθρωπον, ἐκδίδωσι τοῖς πρῶτον θεασαμένοις εἰς ἀπώλειαν. ὡς γάρ, οἶμαι, πῦρ ἐναύειν ἑβδόμαις οὐκ ἐπιτέτραπται — δι’ ἣν πρόσθεν
αἰτίαν εἶπον —, οὕτως οὐδὲ τὰ πυρὸς ἐκκαύματα συλλέγειν.
ὁμνύντα μάτην ἐπ’ ἀδίκῳ θεὸς ὁ τὴν φύσιν ἵλεως οὔποτε τῆς αἰτίας 119 120 ἀπαλλάξει δυσκάθαρτον καὶ μιαρὸν ὄντα, κἂν διαφύγῃ τὰς ἀπ’ ἀνθρώπων τιμωρίας. διαδράσεται δ’ οὐδέποτε· μυρίοι γὰρ ἔφοροι, ζηλωταὶ νόμων, φύλακες τῶν πατρίων ἀκριβέστατοι, ἐπὶ καταλεύσει τι δρῶσιν ἀμειλίκτως ἔχοντες· εἰ μὴ ἄρα ἐπὶ μὲν ἀτιμίᾳ πατρὸς ἢ μητρὸς φονᾶν ἄξιον, ἐπὶ δ’ ὀνόματι τῷ καὶ αὐτῆς εὐκλεεστέρῳ σεμνότητος ὑπ’ ἀσεβῶν ἀτιμουμένῳ
μετριώτερον οἰστέον.
ἀρνούμενος καὶ τοὺς γεγονότας πρὸς τοῦ πεποιηκότος τιμῶν καὶ μὴ μόνον γῆν ἢ ὕδωρ ἢ ἀέρα ἢ πῦρ, τὰ στοιχεῖα τοῦ παντός, ἢ πάλιν ἥλιον καὶ σελήνην καὶ πλάνητας καὶ ἀπλανεῖς ἀστέρας ἢ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον σέβειν ἀξιῶν, ἀλλὰ καὶ ὅσα θνητοὶ δημιουργοὶ κατεσκεύασαν ξύλα καὶ λίθους, ἅπερ εἰς ἀνθρωποειδεῖς τύπους ἐμορφώθη;
ἑκάτερον, νοῦν καὶ λόγον, μακρὰν τῶν ἄλλων διαζεύξας ἐπίστρεψον πρὸς τὸν πατέρα καὶ ποιητὴν τῶν ὅλων, ἵνα καὶ φρονῇς περὶ μοναρχίας τὰ ἄριστα καὶ κάλλιστα καὶ λέγῃς τὰ πρέποντα καὶ λυσιτελέστατα σαυτῷ τε καὶ τοῖς ἀκουσομένοις.
γὰρ δύναιτ’ ἄν τις ἡσθῆναι μᾶλλον ἀληθείας ἐρῶν ἢ τῷ ἑνὶ προσκεῖσθαι θεῷ καὶ τῆς τούτου θεραπείας ἀδόλως καὶ καθαρῶς περιέχεσθαι;
ἐστι γέρας. ἡ δ’ ὥσπερ ἐν χορῷ καλλιστεύουσα καὶ κατάρχουσα πασῶν ὁσιότης πολὺ πλέον ἐστὶν ἑαυτῆς καὶ ἀγώνισμα καὶ ἆθλον, παρέχουσα καὶ τοῖς χρωμένοις εὐδαιμονίαν καὶ τοῖς τούτων παισὶ καὶ ἐγγόνοις εὐπραγίας ἀναφαιρέτους.
τὸ μὲν ἀναπαύλαις ἐκ τῶν συνεχῶν καὶ ἀτρύτων πόνων, τὴν δ’ ὑπολήψεσιν ἀρίσταις περὶ θεοῦ ὡς κοσμοποιοῦ καὶ ἐπιμελουμένου ὧν ἐγέννησε· καὶ γὰρ τὰ σύμπαντα ἐτελεσφόρησεν ἑβδομάδι. δῆλον οὖν ἐκ τούτων, ὅτι τὴν ἑβδόμην τιμῶν αὐτὸς εὑρίσκεται τιμήν.
σκοπῶν ἐν αὐτῷ τῷ ἔργῳ τὸ ἆθλον. οὐ μὴν ἀλλ’ ἐπειδὴ τῶν προτέρων τεσσάρων κεφαλαίων, ἃ θειοτέρας ἔλαχε μοίρας, ἔλαττον τοῦτ’ ἐστὶ διὰ τὸ θνητῶν ἐφάπτεσθαι, παρηγόρησεν εἰπών· „τίμα πατέρα καὶ μητέρα, ἵνα εὖ σοι γένηται καὶ ἵνα μακροχρόνιος γένῃ“ (Exod. 20, 12. Deut. 5,16), δύο γέρα τιθείς·
ἀρετῆς, ἕτερον δέ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἀθανασίαν διὰ πολυχρονίου ζωῆς καὶ βίου μακραίωνος, ὃν καὶ μετὰ σώματος θρέψεις ψυχῇ κεκαθαρμένῃ τελείᾳ καθάρσει βιῶν. ταῦτα μὲν οὖν ἀποχρώντως λέλεκται, τὰ δ’ ἐν τῇ δευτέρᾳ δέλτῳ μετὰ ταῦτα καιροῦ διδόντος ἐπισκεψόμεθα.
De Specialibus Legibus (lib. i‑iv). Philo Judaeus. ed. Leopold Cohn, ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.