Περὶ περιτομῆς.
κατὰ τὴν τῆς γραφῆς ἀκολουθίαν νῦν ἐπισκεπτέον. ἄρξομαι δ’ ἀπὸ τοῦ γελωμένου παρὰ τοῖς πολλοῖς.
μεθεμένους φρονιμώτερον καὶ σεμνότερον ἀναζητῆσαι τὰς αἰτίας, ὧν χάριν ἐκράτησε τὸ ἔθος, καὶ μὴ προεξαναστάντας καταγινώσκειν μεγάλων ἐθνῶν εὐχέρειαν, λογιζομένους, ὡς εἰκός, τοσαύτας p. 211 M. μυριάδας καθ’ ἑκάστην γενεὰν ἀποτέμνεσθαι, μετὰ χαλεπῶν ἀλγηδόνων 2 3 ἀκρωτηριαζούσας τά τε ἑαυτῶν καὶ τῶν οἰκειοτάτων σώματα, πολλὰ δ’ εἶναι τὰ προτρέποντα τὴν εἰσήγησιν τῶν παλαιῶν διατηρεῖν καὶ ἐπιτελεῖν, τὰ δ’ ἀνωτάτω τέτταρα·
ἔχουσιν ἐγγίνεται·
γένεσιν ἄμφω παρεσκεύασται, τὸ μὲν ἐγκάρδιον πνεῦμα νοημάτων, τὸ δὲ γόνιμον ὄργανον ζῴων· ἐδικαίωσαν γὰρ οἱ πρῶτοι τῷ ἀφανεῖ καὶ κρείττονι, δι’ οὗ τὰ νοητὰ συνίσταται, τὸ ἐμφανὲς καὶ ὁρατόν, ᾧ τὰ αἰσθητὰ γεννᾶσθαι πέφυκεν, ἐξομοιῶσαι·
μήτε περιρρέον εἰς τοὺς τῆς ποσθίας κόλπους· ὅθεν καὶ τὰ περιτεμνόμενα τῶν ἐθνῶν πολυγονώτατα καὶ πολυανθρωπότατα εἶναι δοκεῖ.
περιττῆς ἐκτομὴν καὶ πλεοναζούσης ἡδονῆς, οὐ μιᾶς, ἀλλὰ διὰ μιᾶς τῆς βιαστικωτάτης καὶ τῶν ἄλλων ἁπασῶν·
ὡς ἀληθῶς αἴτιον γενέσεως ὄντα θεὸν παρακαλυψάμενοι, καίτοι γε ἐκ τῶν συνήθων ἐπανορθώσασθαι τὴν ἀπάτην δυνάμενοι·
τοσαῦτα· τρεπτέον δ’ ἐπὶ τοὺς κατὰ μέρος ἤδη νόμους καὶ πρώτους, ἀφ’ ὧν ἄρχεσθαι καλόν, τοὺς περὶ μοναρχίας ὁρισθέντας.
Οἱ περὶ μοναρχίας νόμοι.
τὴν ἐπιστασίαν κατορθοῦν πρυτανεύοντος κατὰ δίκην καὶ νόμον ἕκαστον τῶν γεγονότων· τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα ἡνίοχον τοῖς ὑπεζευγμένοις ὡς αὐτουργοῖς τῶν ἐν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας.
τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς“ (Deut. 4,19). εὐθυβόλως πάνυ καὶ καλῶς πλάνον εἶπε τὴν τῶν εἰρημένων ὡς θεῶν ἀποδοχήν.
σελήνην δ’ ὑπηρέτιν καὶ διάδοχον ἡλίου νύκτωρ τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν μεθ’ ἡμέραν ἥλιος, καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τὰ ἐπίγεια συμπάθειαν μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας, πλάνον ἐπλανήθησαν ἀνήνυτον μόνους εἶναι τούτους θεοὺς ὑποτοπήσαντες.
οὐρανὸν οὓς αἴσθησις ἐπισκοπεῖ θεοὺς οὐκ αὐτοκρατεῖς νομιστέον, τὴν ὑπάρχων τάξιν εἰληφότας, ὑπευθύνους μὲν φύσει γεγονότας, ἕνεκα δ’ ἀρετῆς εὐθύνας οὐχ ὑφέξοντας.
αἰσθητῶν ἀλλὰ καὶ πάντων δημιουργός. ἐὰν δέ τις τὴν τοῦ ἀιδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γενητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ.
προσχρησάμενοι, τὸ παραλογώτατον, θεοὺς ὅσα τῷ δοκεῖν ἐμόρφωσαν· καὶ νεὼς κατασκευάσαντες καὶ ἱδρυσάμενοι βωμοὺς ἐδείμαντο θυσίαις τε καὶ πομπαῖς καὶ ταῖς ἄλλαις ἱερουργίαις τε καὶ ἁγιστείαις ἐπιμελῶς πάνυ καὶ πεφροντισμένως γεραίρουσιν, ἱερέων τε καὶ ἱερειῶν τὸν περὶ ταῦτα τῦφον ὡς ἔνι μάλιστα σεμνοποιούντων.
πατὴρ προαγορεύει λέγων· „οὐ ποιήσετε μετ’ ἐμοῦ θεοὺς ἀργυροῦς καὶ 11 12 χρυσοῦς“ (Exod. 20,23), μόνον οὐκ ἄντικρυς ἀναδιδάσκων, ὅτι οὐδ’ ἐξ ἑτέρας ὕλης χειρόκμητον οὐδὲν τὸ παράπαν θεοπλαστήσετε διακωλυθέντες ἐκ τῶν ἀρίστων· ἄργυρος γὰρ καὶ χρυσὸς τὰ πρωτεῖα τῶν ἐν ὕλαις φέρονται.
οὐ μετρίως τοὺς φιλοχρημάτους, p. 215 Μ. οἳ πανταχόθεν μὲν ἀργύριον καὶ χρυσίον ἐκπορίζουσι, τὸ δὲ πορισθὲν ὡς ἄγαλμα θεῖον ἐν ἀδύτοις θησαυροφυλακοῦσιν, ἀγαθῶν αἴτιον καὶ τῆς συμπάσης εὐδαιμονίας τοῦτ’ εἶναι νομίζοντες.
τὸν τῶν πλησίον τεθηπότες καὶ προσκυνοῦντες ἕωθεν εἰς τὰς τῶν περιουσιαζόντων οἰκίας ἀφικνοῦνται καθάπερ εἰς ἱερὰ μέγιστα, προσευξόμενοι καὶ τἀγαθὰ παρὰ τῶν δεσποτῶν ὡς θεῶν αἰτησόμενοι.
ἰσοθέους ἀπονέμειν οὐ προσήκει· πλούτου γὰρ αἱ περιβόητοι ὗλαι χρυσὸς καὶ ἄργυρος εἶναι πεφύκασιν, αἷς ἀκολουθοῦσιν οἱ πολλοὶ τὰ τοῦ λεγομένου τυφλοῦ πλούτου μόνα ἢ μάλιστα εὐδαιμονίας αἴτια νομίζοντες.
τροπὰς καὶ μεταβολὰς παντοίας ἐνδεχόμενα. σημεῖον δ’ ἐστὶ τούτων ἐναργές· μὴ προλαβόντων ἐξαπιναίως ἔστιν ὅτε προσέπτη, παγίως 13 14 ἐνειλῆφθαι νομιζόντων πάλιν ἀπεπήδησε, καὶ ὅτε μέντοι πάρεστι, καθάπερ τὰ διὰ τῶν κατόπτρων εἴδωλα φαντάζεται τὴν αἴσθησιν ἀπατῶντα καὶ καταγοητεύοντα καὶ ὡς ἂν ὑφεστηκότα τὰ μὴ ὑπομένοντα.
δηλοῦν ὡς ἔστιν ἀβέβαιος; ἤδη γάρ τινες καὶ τὰ ἄλλα πάντα ζῷα καὶ φυτά, ὧν γένεσίς ἐστι καὶ φθορά, συνεχῶς μὲν καὶ ἀπαύστως φασὶ ῥεῖσθαι, τῆς δ’ ἀπορροίας ἀδηλοτέραν αἴσθησιν εἶναι, ἀεὶ νικώσης τῆς περὶ τὴν ῥύσιν ὀξύτητος τὴν δι’ ὄψεως ἀκριβῆ προσβολήν.
καὶ ἀμενηναὶ σκιαί, ἀλλὰ καὶ πάντες, οὓς οἱ μυθογράφοι διαπλάσαντες ἐξετύφωσαν ἐπιτειχίσαντες τὰς ψευδεῖς δόξας κατὰ τῆς ἀληθείας, θεοὺς καινοὺς ὥσπερ ἀπὸ μηχανῆς εἰσαγαγόντες ἕνεκα τοῦ τὸν ἀίδιον καὶ ὄντα ὄντως θεὸν λήθῃ παραδοθῆναι. πρὸς δὲ τὸ εὐπαράγωγον μέλεσι καὶ ῥυθμοῖς καὶ μέτροις ἐνηρμόσαντο τὸ ψεῦδος, νομίζοντες ῥᾳδίως καταγοητεύσειν
τοὺς ἐντυγχάνοντας.
ἀβέβαιον καὶ ἀνίδρυτον αὐτὴν ἀπεργασάμενοι.
ἢ ἐπιλεανθέντας ἀμαυρωθῆναί ποτε χρόνῳ, καὶ συνεχῶς ἐπᾴδει ποτὲ μὲν λέγων ὅτι θεὸς εἷς ἐστι καὶ κτίστης καὶ ποιητὴς τῶν ὅλων, ποτὲ δὲ ὅτι κύριος τῶν γεγονότων, ἐπειδὴ τὸ βέβαιον καὶ πάγιον καὶ τὸ κῦρος ὡς ἀληθῶς περὶ αὐτὸν μόνον πέφυκε.
καὶ τρισευδαίμων βίος, ἀγαπητικῶς ἔχεσθαι τῆς θεραπείας τοῦ πρεσβυτάτου πάντων αἰτίου καὶ μὴ τοὺς ὑποδιακόνους καὶ πυλωροὺς πρὸ τοῦ βασιλέως θεραπεύειν ἀξιοῦν; ἀθάνατος ἥδε ἡ ζωὴ καὶ μακραίων ἐν ταῖς τῆς φύσεως στήλαις ἀναγέγραπται· ταυτὶ δὲ τὰ γράμματα τῷ κόσμῳ συνδιαιωνίζειν ἀναγκαῖον.
τὴν οὐσίαν. τὸ μὲν οὖν πρότερον οὐ πολὺς πόνος ἰδεῖν, τὸ δὲ δεύτερον οὐ χαλεπὸν μόνον ἀλλὰ καὶ ἴσως ἀδύνατον. ἐπισκεπτέον δ’ ἑκάτερον.
εἰς πόλιν εὔνομον, ἐν ᾗ τὰ τῆς πολιτείας σφόδρα καλῶς διακεκόσμηται, τί ἕτερον ὑπολήψεται ἢ ὅτι ἐπιστατεῖται ἥδε ἡ πόλις ὑπ’ ἀρχόντων p. 117 M. ἀγαθῶν;
ἀναχύσεις καὶ εὐκρασίας ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν τροπάς, εἶτα ἥλιον καὶ σελήνην, τοὺς ἡμέρας καὶ νυκτὸς ἡγεμόνας, καὶ τὰς τῶν ἄλλων πλανήτων τε καὶ ἀπλανῶν καὶ τοῦ σύμπαντος οὐρανοῦ περιπολήσεις καὶ χορείας, οὐκ εἰκότως, μᾶλλον δὲ ἀναγκαίως, ἔννοιαν λήψεσθαι δεῖ τοῦ ποιητοῦ καὶ πατρὸς καὶ προσέτι ἡγεμόνος;
ἔργων ἀπαυτοματίζεται· τεχνικώτατον δὲ καὶ ἐπιστημονικώτατον ὅδε ὁ κόσμος, ὡς ὑπό τινος τὴν ἐπιστήμην ἀγαθοῦ καὶ τελειοτάτου πάντως δεδημιουργῆσθαι. τοῦτον τὸν τρόπον ἔννοιαν ἐλάβομεν ὑπάρξεως θεοῦ.
οὐδὲν τοῦ ζητεῖν τὸν ἀληθῆ θεόν, κἂν ἡ εὕρεσις αὐτοῦ διαφεύγῃ δύναμιν ἀνθρωπίνην, ἐπειδὴ καὶ ἡ περὶ τὸ βούλεσθαι μαθεῖν σπουδὴ καθ’ αὑτὴν ἀλέκτους ἡδονὰς καὶ εὐφροσύνας ἐργάζεται.
ταῖς μαρμαρυγαῖς σκοτοδινιᾶν.
ἀστέρων ἕκαστος κατὰ τὴν οὐσίαν εἱλικρινῶς οὔτ’ εἰδότες οὔτε δυνάμενοι σαφῶς διαγνῶναι ζητεῖν ὅμως προθυμούμεθα, τερπόμενοι τοῖς εἰκόσι λόγοις ἕνεκα τοῦ φύσει φιλομαθοῦς, τὸν αὐτὸν τρόπον,
εὑρέσεως καθ’ αὑτὴν τριπόθητον εἶναι, ἐπεὶ καὶ τοὺς τοῦ p. 218 Μ. σώματος ὀφθαλμοὺς οὐδεὶς αἰτιᾶται, παρόσον ἥλιον αὐτὸν ἰδεῖν ἀδυνατοῦντες τὴν φερομένην ἀπόρροιαν τῶν ἀκτίνων ἐπὶ γῆν ὁρῶσιν, ἡλιακῶν αὐγῶν ἔσχατον
οὐ κατασχεθεὶς καὶ ἐκβοῶν ἄντικρυς, ὅτι „τοῦ μὲν εἶναί σε καὶ ὑπάρχειν διδάσκαλος καὶ ὑφηγητής μοι γέγονεν ὅδε ὁ κόσμος, καὶ ὡς υἱὸς ἀναδιδάξας με περὶ τοῦ πατρὸς καὶ ὡς ἔργον περὶ τοῦ τεχνίτου· 19 τίς δὲ κατὰ τὴν οὐσίαν τυγχάνεις ὢν διαγνῶναι ποθῶν οὐδένα τούτου τοῦ μαθήματος ὑφηγητὴν ἐν οὐδενὶ τῶν τοῦ παντὸς μερῶν ἀνευρίσκω.
μὴ γνωριζόμενον αὐτὸ ἑαυτοῦ γνώρισμά ἐστιν, οὕτως καὶ σὺ σεαυτὸν μόνος ἂν φῆναι δύναιο. διὸ συγγνώμης ἀξιῶ τυχεῖν, εἰ σπάνει τοῦ διδάξοντος ἐπὶ σὲ καταφυγεῖν ἐθάρρησα περὶ σοῦ σπεύδων μαθεῖν“.
τὰ οἰκεῖα τῷ ληψομένῳ· οὐ γὰρ ὅσα μοι δοῦναι ῥᾴδιον καὶ ἀνθρώπῳ λαβεῖν δυνατόν· ὅθεν ὀρέγω τῷ χάριτος ἀξίῳ πάσας ὅσας ἂν οἷός τε ᾖ δέξασθαι δωρεάς.
σε τῶν ἀνεφίκτων ἔρως αἰρέτω καὶ μετεωριζέτω· τῶν γὰρ ἐφικτῶν οὐδενὸς ἀμοιρήσεις“.
δορυφορούσας δυνάμεις, ὧν διαφεύγουσα ἡ κατάληψις ἄχρι τοῦ παρόντος οὐ μικρὸν ἐνεργάζεταί μοι πόθον τῆς διαγνώσεως“.
μηδὲν ἀκρωτηριασθεῖσαι μέρος, p. 219 Μ. ἀλλ’ ἐν ὁμοίῳ μένουσαι —, τοιαύτας ὑποληπτέον καὶ τὰς περὶ ἐμὲ δυνάμεις περιποιούσας ἀποίοις ποιότητας καὶ μορφὰς ἀμόρφοις καὶ μηδὲν τῆς ἀιδίου φύσεως μήτ’ ἀλλαττομένας μήτε μειουμένας.
τὰ ἄπειρα καὶ ἀόριστα καὶ ἀσχημάτιστα περατοῦσαι καὶ περιορίζουσαι καὶ σχηματίζουσαι καὶ συνόλως τὸ χεῖρον εἰς τὸ ἄμεινον μεθαρμοζόμεναι.
αὐτῷ καλέσαι θέαν, ἣν οὐ σώματος ὀφθαλμοῖς ἀλλὰ τοῖς διανοίας ἀκοιμήτοις ὄμμασι συμβαίνει καταλαμβάνεσθαι.
τοῖς εὐπατρίδαις, μὴ μόνον αὐτοὺς τιμαῖς γεραίρειν ἀλλὰ καὶ ἐξαιρέτῳ φιλίᾳ καὶ εὐνοίᾳ περιττῇ. καὶ μήποτ’ εἰκότως· „ἀπολελοιπότες“ φησί „πατρίδα καὶ φίλους καὶ συγγενεῖς δι’ ἀρετὴν καὶ ὁσιότητα μὴ ἀμοιρείτωσαν ἑτέρων πόλεων καὶ οἰκείων καὶ φίλων, ἀλλ’ ἔστωσαν ἔφεδροι καταφυγαὶ τοῖς πρὸς εὐσέβειαν αὐτομολοῦσι· φίλτρον γὰρ ἀνυσιμώτατον καὶ δεσμὸς ἄλυτος
εὐνοίας ἑνωτικῆς ἡ τοῦ ἑνὸς θεοῦ τιμή“.
σύντροφον ἔχοντες, ἐξαμαρτήσονται.
φωτὸς καὶ τυφλὴν ἀπεργαζόμενοι διάνοιαν ὀξὺ καθορᾶν δυναμένην.
ἀγάλμασι καὶ ξοάνοις ἀθύτους φανερῶς ἐπιτελοῦντα παρόντος ἅπαντος τοῦ πλήθους ἐνθουσιῶν, ἀνείρξας τοὺς παρ’ ἑκάτερα ἐπὶ τὴν θέαν ἠθροισμένους, οὐδὲν εὐλαβηθεὶς ἀναιρεῖ σὺν τῇ γυναικί, τὸν μὲν ἕνεκα τῆς εὐμαθείας τῶν ἃ λυσιτελὲς ἀπομανθάνειν, τὴν δ’ ὅτι διδάσκαλος κακῶν ἐγένετο.
ἐνουθέτησε τῶν ἐπὶ ταῦτα παρασκευαζομένων. ἐπαινέσας οὖν ὁ θεὸς τὴν ἀριστείαν αὐτοκελεύστῳ καὶ ἐθελουργῷ σπουδῇ γενομένην διτταῖς αὐτὸν ἀναστέφει δωρεαῖς, εἰρήνῃ καὶ ἱερωσύνῃ, τῇ μὲν κρίνας ἄξιον ἀπολέμου μεταποιεῖσθαι βίου τὸν ἀράμενον τοὺς ὑπὲρ θεοῦ τιμῆς ἀγῶνας, τῇ δ’ ὅτι γέρας οἰκειότατον εὐσεβοῦς ἀνδρὸς ἱερωσύνη θεραπείαν ἐπαγγελλομένη
τοῦ πατρός, ᾧ τὸ δουλεύειν οὐκ ἐλευθερίας μόνον ἀλλὰ καὶ 25 26 βασιλείας ἄμεινον.
σιδήρῳ πεπυρωμένῳ πρὸς ἀνεξάλειπτον μονήν· οὐδὲ γὰρ χρόνῳ ταῦτα ἀμαυροῦται.
ψευδεῖς δόξας μακρὰν τῆς διανοίας αὐτῶν ἀποικίζων.
πάντες οὗτοι πιθανῶν καὶ εἰκότων, ἄλλοτε ἄλλας ἀπὸ τῶν αὐτῶν φαντασίας λαμβάνοντες, διὰ τὸ μήτε τὰ ὑποκείμενα φύσιν ἔχειν πάγιον μήτε τὴν διάνοιαν ἀκριβῆ βάσανον περιπεποιῆσθαι, ᾗ βασανισθήσεται τὰ δόκιμα. παρασκευαὶ δὲ πάντα ταῦτ’ εἰσὶν ἀσεβείας· διὰ τί;
ἀγαθῶν εἶναι καὶ κακῶν αἴτια, καὶ οὐκ αἰσθάνεται τὰς τοῦ 27 28 βίου φροντίδας ἐξάπτων ἀβεβαιοτάτων πεισμάτων, ὀρνίθων καὶ πτερῶν καὶ φορᾶς ἐν ἀέρι τῆς ὧδε κἀκεῖσε καὶ χαμαιζήλων ἑρπετῶν, ἃ τῶν φωλεῶν ἀνέρπει πρὸς ζήτησιν τροφῆς, ἔτι δὲ σπλάγχνων καὶ αἵματος καὶ νεκρῶν σωμάτων, ἃ στερόμενα ψυχῆς εὐθὺς ἐπισυμπίπτει καὶ συγχεῖται καὶ ἑτεροιούμενα τὰς οἰκείας φύσεις ἐξαλλάττει πρὸς τὴν χείρω μεταβολήν.
ἔρωτα τοῦτον ἐπὶ θυτικὴν καὶ τὰ ἄλλα εἴδη τρέπονται μαντικῆς, ὡς δι’ αὐτῶν τὸ σαφὲς ἀνευρήσοντες, τὰ δ’ ἀσαφείας γέμει πολλῆς καὶ ἐξ ἑαυτῶν ἀεὶ διελέγχεται, τούτοις μὲν σφόδρα εὐτόνως ἐπακολουθεῖν ἀπαγορεύει, φησὶ δ’ ὅτι, ἐὰν ἀκλινῶς εὐσεβῶσιν, οὐκ p. 222 M. ἀμοιρήσουσι τῆς τῶν μελλόντων ἐπιγνώσεως,
θεσπιεῖ καὶ προφητεύσει, λέγων μὲν οἰκεῖον οὐδέν — οὐδὲ γάρ, εἰ λέγει, δύναται καταλαβεῖν ὅ γε κατεχόμενος ὄντως καὶ ἐνθουσιῶν —, ὅσα δ’ ἐνηχεῖται, διελεύσεται καθάπερ ὑποβάλλοντος ἑτέρου· ἑρμηνεῖς γάρ εἰσιν οἱ προφῆται θεοῦ καταχρωμένου τοῖς ἐκείνων ὀργάνοις πρὸς δήλωσιν ὧν ἂν ἐθελήσῃ. ταῦτα καὶ τὰ τούτοις παραπλήσια περὶ τῆς τοῦ ἑνὸς θεοῦ
καὶ ὄντως ὄντος ἐννοίας ὑπειπών, ὃν χρὴ τρόπον ἀπονέμειν αὐτῷ τὰς τιμὰς ἑξῆς ὑπογράφει.
Περὶ ἱεροῦ.
ὑποδιακόνους αὐτοῦ τῶν δυνάμεων ἀγγέλους, ἀσωμάτους ψυχάς, οὐ κράματα ἐκ λογικῆς καὶ ἀλόγου φύσεως, οἵας τὰς ἡμετέρας εἶναι συμβέβηκεν, ἀλλ’ ἐκτετμημένας τὸ ἄλογον, ὅλας δι’ ὅλων νοεράς, λογισμοὺς ἀκραιφνεῖς, μονάδι ὁμοιουμένας.
ἁμαρτάνωσι συγγνώμην καὶ παραίτησιν αἰτεῖσθαι. προὐνόησε δ’ ὡς οὔτε πολλαχόθι οὔτ’ ἐν ταὐτῷ πολλὰ κατασκευασθήσεται ἱερά, δικαιώσας, ἐπειδὴ εἷς ἐστιν ὁ θεός, καὶ ἱερὸν ἓν εἶναι μόνον.
περάτων γῆς εἰς τοῦτ’ ἀφικνεῖσθαι κελεύει, ἅμα καὶ τῶν τρόπων ἀναγκαιοτάτην λαμβάνων βάσανον· ὁ γὰρ μὴ μέλλων θύειν εὐαγῶς οὐκ ἂν ὑπομείναι ποτὲ πατρίδα καὶ φίλους καὶ συγγενεῖς ἀπολιπὼν ξενιτεύειν, ἀλλ’ ἔοικεν ὑπὸ δυνατωτέρας ὁλκῆς ἀγόμενος τῆς πρὸς εὐσέβειαν ὑπομένειν τῶν συνηθεστάτων καὶ φιλτάτων ὥσπερ τινῶν ἡνωμένων μερῶν
ἀπαρτᾶσθαι.
βραχύν τινα διαπνεύσαντες χρόνον ἐν ἱλαραῖς διάγειν εὐθυμίαις·
δ’ ἔχοντες τὴν κατασκευήν.
ὡς εἰκὸς ἀτμίδος κατέχεται τἀν κύκλῳ πάντα καὶ ἡ ὄψις ἐπισκιάζεται 33 34 καὶ ἀνακοπὴν ἴσχει πρόσω χωρεῖν ἀδυνατοῦσα.
ξένων, οἳ συγκρίνοντες ταῖς οἰκιῶν δημοσίων κατασκευαῖς ἐκπλήττονται τό τε κάλλος ὁμοῦ καὶ τὴν πολυτέλειαν.
οὐ θέμις εἰσκομίζεσθαι, τὰ δ’ ἐστὶν ἀνθρώπων καὶ ζῴων ἀλόγων περιττώματα· τρίτον δ’ ὅτι τὰ μὲν τῆς ἀγρίας ὕλης πρὸς οὐδὲν ὄφελος, „ἄχθος” δ’ ὡς οἱ ποιηταί φασι „γῆς“, τὰ δὲ τῆς ἡμέρου, καρπῶν ἡμέρων οἰστικά, μεθέλξει τοὺς ὀλιγόφρονας ἀπὸ τῆς περὶ τὴν ἱερουργίαν σεμνότητος.
εἰσὶν ἐνδιαιτήματα τὴν ἐκ τοῦ συσκιάζεσθαι ποριζομένων ἀσφάλειαν καὶ τὰς ἐξ ἐνέδρας καθ’ ὧν ἂν ἐθελήσωσιν αἰφνιδίους ἐπιθέσεις. αἱ δ’ εὐρυχωρίαι καὶ τὸ ἀναπεπταμένον καὶ τὸ ἀνειμένον πάντῃ, μηδενὸς τὰς ὄψεις ἐμποδίζοντος, πρὸς τὴν τῶν εἰσιόντων καὶ ἐνδιατριβόντων ἀκριβῆ θέαν ἱερῷ πρεπωδέστατον.
ἔθνους ὡς εἰκὸς καὶ τὰς ἀπαρχὰς ἀφθονωτάτας εἶναι συμβέβηκε· σχεδὸν γοῦν ἀνὰ πᾶσαν πόλιν ταμεῖα τῶν ἱερῶν χρημάτων ἐστίν, εἰς ἃ παραγινομένοις ἔθος ἀπάρχεσθαι· καὶ χρόνοις ὡρισμένοις ἱεροπομποὶ τῶν χρημάτων ἀριστίνδην ἐπικριθέντες, ἐξ ἑκάστης οἱ δοκιμώτατοι, χειροτονοῦνται, σώους τὰς ἐλπίδας ἑκάστων παραπέμψοντες· ἐν γὰρ ταῖς νομίμοις
ἀπαρχαῖς αἱ τῶν εὐσεβούντων ἐλπίδες εἰσίν.
Περὶ ἱερέων.
ἐνίων ἀγνώμοσιν, οἳ τὴν Αἰγυπτιακὴν ἔπεισαν ζηλοῦν ἠλιθιότητα καὶ τὸν ἐγχώριον τῦφον, ὃν ἐπ’ ἀλόγοις ζῴοις καὶ μάλιστα ταύροις μυθοπλαστοῦσι· τοὺς γὰρ ἡγεμόνας τῆς ἀπονοίας ἅπαντας ἡβηδὸν αὐτοκέλευστοι κατακτείναντες εὐαγὲς ἔδοξαν ἔργον εἰργάσθαι, τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας διαθλήσαντες.
37 38
χρόας μεταβαλούσης εἰς λέπραν ἢ λειχῆνας ἀγρίους ἢ μυρμηκίας ἤ τινας ἄλλας ἐξανθημάτων ἐκφύσεις· ἅ μοι δοκεῖ πάντα σύμβολα τῆς περὶ ψυχὴν εἶναι τελειότητος.
δι’ οὗ σύμπας ὁ κόσμος ἐδημιουργεῖτο.
γυμνοῦσθαι θέμις, ὁ δὲ χιτὼν ἕνεκα τῆς πρὸς τὴν ὑπηρεσίαν ὀξύτητος· ἀνείμονες γὰρ ἐν μόνοις χιτωνίσκοις τά τε ἱερεῖα καὶ τὰς εὐχὰς καὶ τὰς σπονδὰς καὶ ὅσα ἄλλα θυσίαις χρήσιμα προσάγουσιν εἰς ἀνυπέρθετον τάχος ἠσκημένοι.
ὑακίνθινον, ποδήρης χιτών, ἀέρος σύμβολον, ἐπειδήπερ ὁ ἀὴρ καὶ φύσει μέλας ἐστὶ καὶ τρόπον τινὰ ποδήρης, ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην p. 226 M. τόπων ταθεὶς ἄχρι τῶν κατωτάτω γῆς μυχῶν.
ἑκατέρωθεν, περιφερεῖς, δείγματα τῶν ἡμισφαιρίων, ὧν τὸ μὲν ὑπὲρ γῆν τὸ δ’ ὑπὸ γῆν ἐστιν.
καλεῖται λογεῖον ἐτύμως, ἐπειδὴ τὰ ἐν οὐρανῷ πάντα λόγοις καὶ ἀναλογίαις δεδημιούργηται καὶ συντέτακται· τῶν γὰρ ἐκεῖ τὸ παράπαν ἄλογον οὐδέν. ἐπὶ δὲ τοῦ λογείου διττὰ ὑφάσματα καταποικίλλει προσαγορεύων τὸ μὲν δήλωσιν, τὸ δὲ ἀλήθειαν.
εἰς τὸν περίγειον πεφυγάδευται χῶρον ψυχαῖς ἐναγῶν ἀνθρώπων εἰσοικιζόμενον, διὰ δὲ τῆς δηλώσεως, ὅτι αἱ κατ’ οὐρανὸν φύσεις ἕκαστα δηλοῦσι τῶν παρ’ ἡμῖν, ἃ καθ’ αὑτὰ πάντως ἂν ἦν ἄγνωστα.
ἀριθμοῦ φύσιν εἰ μὴ τὰ λεχθέντα κατὰ τὰς τῶν μερῶν τοῦ χρόνου συνθέσεις; τίς δὲ τὰς ἐν θαλάσσῃ καὶ τοσούτοις πελάγεσιν ὁδοὺς ἀνέτεμε καὶ διέδειξε πλωτῆρσιν εἰ μὴ αἱ τῶν ἀστέρων στροφαὶ καὶ περίοδοι;
καρπῶν, ἀνειμένα καὶ φλογωδέστατα θέρη, χειμῶνας ἐξαισίους καὶ ἐαρίζοντας, αὐχμοὺς καὶ ἐπομβρίας, εὐγονίας ζῴων καὶ φυτῶν καὶ τοὐναντίον ἑκατέρων ἀγονίας | καὶ ὅσα τοιουτότροπα· πάντων γὰρ ἐστηλίτευται τῶν ἐπὶ γῆς ἐν οὐρανῷ τὰ σημεῖα.
γῆς καὶ ὕδατος, γῆς μὲν τὰ ἄνθινα, παρόσον βλαστάνει καὶ ἀνθεῖ πάντα ἐκ ταύτης, ὕδατος δὲ οἱ ῥοΐσκοι λεχθέντες ἐτύμως παρὰ τὴν ῥύσιν, τὴν δ’ ἁρμονίαν καὶ συμφωνίαν καὶ συνήχησιν τῶν τοῦ κόσμου μερῶν οἱ κώδωνες ἐμφαίνουσιν.
ἀνωτάτω, ὁ δὲ ποδήρης ὑπ’ αὐτῷ, ὅλος δι’ ὅλων ὑακίνθινος, ἐπειδὴ p. 227 M καὶ ὁ ἀὴρ μέλας ὢν τὴν μετ’ οὐρανὸν δευτέραν τάξιν κεκλήρωται, τὰ δ’ ἄνθινα καὶ οἱ ῥοΐσκοι πρὸς τοῖς ἐσχάτοις, διότι γῆ καὶ ὕδωρ τὴν κατωτάτω τοῦ παντὸς μοῖραν ἔλαχον.
συλλειτουργῇ πᾶς ὁ κόσμος αὐτῷ· πρεπωδέστατον δὲ τὸ τὸν ἱερώμενον τῷ τοῦ κόσμου πατρὶ καὶ τὸν υἱόν, τὸ πᾶν, ἐπάγεσθαι πρὸς θεραπείαν τοῦ δεδημιουργηκότος καὶ γεγεννηκότος.
εὐχὰς καὶ θυσίας ἐπιτελεῖν, ὁ δὲ τῶν Ἰουδαίων ἀρχιερεὺς οὐ μόνον ὑπὲρ ἅπαντος ἀνθρώπων γένους ἀλλὰ καὶ ὑπὲρ τῶν τῆς φύσεως μερῶν, γῆς, ὕδατος, ἀέρος, πυρός, τάς τε εὐχὰς καὶ τὰς εὐχαριστίας ποιεῖται, τὸν κόσμον, ὅπερ ἐστὶ ταῖς ἀληθείαις, ἑαυτοῦ πατρίδα εἶναι νομίζων, ὑπὲρ ἧς ἱκεσίαις καὶ λιταῖς εἴωθεν ἐξευμενίζεσθαι τὸν ἡγεμόνα ποτνιώμενος
τῆς ἐπιεικοῦς καὶ ἵλεω φύσεως αὐτοῦ μεταδιδόναι τῷ γενομένῳ.
43 44 τοῦ σώματος δυνάμεις ἀνιεὶς δυσκινητότερα τὰ μέλη ποιεῖ καὶ ὀκνηροτέρους ἀπεργάζεται καὶ βίᾳ καταδαρθάνειν ἀναγκάζει, τοὺς δὲ τῆς ψυχῆς τόνους ἐπιχαλῶν λήθης ὁμοῦ καὶ ἀφροσύνης αἴτιος γίνεται· νήφοντος δὲ τά τε μέρη τοῦ σώματος ἐπελαφριζόμενα εὐκινητότερα αἵ τε αἰσθήσεις καθαρώτεραι
καὶ εἱλικρινέστεραι ὅ τε νοῦς ὀξυωπέστερος, ὡς καὶ προϊδέσθαι πράγματα δύνασθαι καὶ ἃ πρότερον εἶδεν ἀπομνημονεῦσαι.
πρὸς ὃ πέφυκεν ἐμπόδιός ἐστιν —, ἐν δὲ ταῖς ἁγιστείαις καὶ ἱερουργίαις τὸ βλάβος p. 228 M. ἀργαλεώτερον, ὅσῳ καὶ τὸ περὶ θεὸν ἐξαμαρτεῖν τοῦ περὶ ἄνθρωπον ἀφορητότερον. ὅθεν εἰκότως προστέτακται νηφαλίους θύειν, „εἰς διαστολὴν καὶ διάκρισιν ἁγίων καὶ βεβήλων καὶ καθαρῶν καὶ ἀκαθάρτων“ καὶ νομίμων καὶ παρανόμων.
ἀποθεμένη σχῆμα κόσμιον καὶ σῶφρον ὑποδύηται, διὰ τὸ τὴν ἀρχαίαν προαίρεσιν ἀνίερον αὐτῇ γενέσθαι. αὕτη δὲ πρὸς μὲν τὰ ἄλλα ἐπιτιμίαν 45 46 ἐχέτω σπουδάσασα μιασμάτων καθαρεῦσαι· μετάνοια γὰρ ἀδικημάτων ἐπαινετόν· καὶ μηδεὶς ἕτερος αὐτὴν ἄγεσθαι κεκωλύσθω, ἱερεῖ δὲ μὴ προσίτω· τὰ γὰρ ἱερωσύνης ἐξαίρετα δίκαια συμφωνίαν ἐπιζητούσης τὴν ἀπὸ γενέσεως [ἀρχῆς] ἄχρι τελευτῆς ἀνυπαίτιον.
τινας ἱερωσύνης, αἳ σύμβολον ἀτυχίας, οὐ μοχθηρίας, εἰσί, τὰς δὲ μὴ κατ’ ἀνάγκην μόνον ἀλλ’ ἔστιν ὅτε καὶ ἑκουσίοις γνώμαις πεπρακυίας τὴν ἰδίαν ὥραν, ἐπειδήπερ ὀψὲ καὶ μόλις μετέγνωσαν, εὐθὺς ἀπὸ ἐραστῶν ἱερεῦσιν ἁρμόζεσθαι καὶ ἀπὸ χαμαιτυπείων εἰς ἱερὰ χωρία μετοικίζεσθαι· μένουσι γὰρ οὐδὲν ἧττον ἐν ταῖς ψυχαῖς τῶν μετανοούντων
οὐλαὶ καὶ τύποι τῶν ἀρχαίων ἀδικημάτων.
ὕλαις καὶ τοῖς χαρακτῆρσι δόκιμα.
οἰκίαν λαμβάνωσιν, εἶτα δ’ ὅπως ἀκακωτάταις καὶ ἀδιαστρόφοις ταῖς ψυχαῖς συνερχόμενοι ῥᾳδίως διαπλάττωσι τὰ p. 229 M. ἤθη καὶ τοὺς τρόπους αὐτῶν· ὁλκοὶ γὰρ καὶ εὐάγωγοι διάνοιαι παρθένων πρὸς ἀρετήν, εἰς διδασκαλίαν ἑτοιμόταται·
καθάπερ τινὰ λελειασμένον κηρὸν εἰς τρανότητα τῶν ἐγγραφησομένων δογμάτων, ἀλλὰ τραχεῖαν ὑπὸ τῶν προεγχαραχθέντων τύπων, οἳ δυσεξάλειπτοι παραμένοντες ἢ οὐ παραδέχονται σφραγῖδας ἑτέρας ἢ παραδεξάμενοι συγχέουσι ταῖς ἑαυτῶν ἀνωμαλίαις.
ἀλλὰ καὶ ἐφ’ ᾗ μηδεὶς ἄλλος ἀνὴρ ὠνομάσθη διά τινων ὁμολογιῶν, κἂν ἁγνεύῃ τὸ σῶμα.
ἄνδρες, μετ’ ἀδείας ἄγεσθαι. φιλονεικίας γὰρ καὶ στάσεις ἐκ τοῦ βίου τῶν ἱερέων οἴεται δεῖν ὁ νόμος ἀναιρεῖν· πρὸς μὲν οὖν τοὺς ζῶντας γένοιντ’ ἂν ἴσως ἔριδες ἐκ πάθους γυναικείου, ζηλοτυπίας, τοῖς δ’ 49 50 ἀποθανοῦσι συναποθνῄσκει καὶ τὰ τῆς πρὸς τοὺς δευτέρους ἄνδρας ἔχθρας.
μὴ ἱερέων γαμεῖν θυγατέρας, τῇ μὲν ὅτι μικρὰ τούτων καθάρσια, τῇ δ’ ὅτι τὸ ἔθνος οὐκ ἐβουλήθη γενεᾶς εἰς ἅπαν ἱερατικῆς ἀμοιρῆσαί τε καὶ παντελῶς ἀπεζεῦχθαι. δι’ ἣν αἰτίαν οὐκ ἐκώλυσε τοὺς ἄλλους ἱερέας ἐπιγαμίας ποιεῖσθαι πρὸς τοὺς ἀπὸ τοῦ ἔθνους, p. 230 M. αἵπερ εἰσὶ δεύτεραι συγγένειαι· γαμβροὶ γὰρ ἀνθ’ υἱῶν πενθεροῖς καὶ ἀντὶ πατέρων γαμβροῖς
πενθεροί.
μόνοις πατράσι καὶ μητράσιν, υἱοῖς καὶ θυγατράσιν, ἀδελφοῖς καὶ ἀδελφαῖς παρθένοις.
γεγονὼς ταξίαρχος ὀφείλει πάντων ἀλλοτριοῦσθαι τῶν ἐν γενέσει, μὴ γονέων, μὴ τέκνων, μὴ ἀδελφῶν εὐνοίας οὕτως ἡττώμενος, ὡς ἢ παρελθεῖν ἢ ὑπερθέσθαι τι τῶν ὁσίων, ὃ πραχθῆναι πάντως αὐτίκα ἄμεινον.
ἐκ τῶν ἁγίων ἐξιέναι κατὰ πρόφασιν πένθους, ἵνα καὶ τὸν τόπον αἰδούμενος καὶ τὰ περὶ ἑαυτὸν προκοσμήματα οἷς ἀνέστεπται, κρείττων οἴκτου γενόμενος, ἄλυπος εἰς ἀεὶ διατελῇ.
μὲν ἱλάσκωνται θεόν, θεὸς δὲ τὰς χάριτας ἀνθρώποις ὑποδιακόνῳ τινὶ χρώμενος ὀρέγῃ καὶ χορηγῇ.
λειτουργιῶν μὲν ἀνεχέτω διὰ τὰς ἐγγενομένας κῆρας, τὰ δὲ κοινὰ τῶν ἱερέων γέρα καρπούσθω διὰ τὴν ἀνυπαίτιον εὐγένειαν.
ὑγιοῦς σαρκὸς ἐξομοιωθῇ χρώματι.
τὰ καθιερωθέντα προφάσει καταχρησάμενος εἰς ἀσέβειαν ἀκαίρῳ φιλανθρωπίᾳ· μεταδοτέον γὰρ οὐ πᾶσι πάντων, ἀλλὰ τῶν ἐφαρμοζόντων τοῖς ληψομένοις· εἰ δὲ μή, τὸ κάλλιστον καὶ λυσιτελέστατον τῶν ἐν τῷ βίῳ, τάξις, ἀναιρεθήσεται ὑπὸ τοῦ βλαβερωτάτου παρευημερηθεῖσα, συγχύσεως.
ἐν ταῖς μακραῖς τριήρεσι τριηράρχοις καὶ ναυάρχοις ἐρέται καὶ τὸ ἐπιβατικόν, ἐν δὲ στρατοπέδοις ἴσον ἱππεῖς μὲν ἱππάρχοις, ὁπλῖται δὲ ταξιάρχοις, λοχαγοὶ δὲ στρατηγοῖς, ἐν δὲ πόλεσι κρινόμενοι δικασταῖς καὶ βουλευταὶ προβούλοις καὶ συνόλως ἄρχουσιν ἰδιῶται, ταραχαὶ καὶ στάσεις γενήσονται καὶ ἡ διὰ λόγων ἰσότης τὴν δι’ ἔργων ἀνισότητα
γεννήσει· τὸ γὰρ τοῖς τὰς ἀξίας ἀνομοίοις ὅμοια ἀπονέμειν ἄνισον, τὸ δ’ ἄνισον πηγὴ κακῶν.
τιμαὶ μὴ νοθεύωνται, μένωσι δ’ ἐν τῇ ἱερατικῇ τάξει βεβαίως φυλαττόμεναι.
ἀποτρύχειν τοὺς ἱερέας, τὰ δ’ ἆθλα κοινὰ καὶ τοῖς ἀργοῦσιν ἀποφαίνειν.
δρᾶν ἑκόντας· οἱ δ’ οἰκέται, κἂν μὴ θέλωμεν, ἅτε ἀεὶ συνόντες καὶ συνδιαιτώμενοι, σιτία p. 232 M. τε καὶ ποτὰ καὶ ὄψα τοῖς δεσπόταις προευτρεπιζόμενοι καὶ τραπέζαις ἐφεστῶτες καὶ τὰ λείψανα ἐκκομίζοντες, κἂν μὴ φανερῶς λαμβάνωσι, λάθρα γοῦν ὑφαιρήσονται, κλέπτειν ὑπὸ τῆς ἀνάγκης βιασθέντες, ὡς ἀνθ’ ἑνὸς ἐγκλήματος, εἴπερ ἐστὶν ἀδίκημα τὸ ἐκ
τῶν δεσποτικῶν τρέφεσθαι, καὶ ἕτερον προσκατασκευάζεσθαι, κλοπήν, ἵνα οἷα φῶρες πρὸ τῶν ἀνυπαιτίως ζώντων ἀπολαύσωσι τῶν καθιερωθέντων, ὅπερ ἐστὶν ἀτοπώτατον·
ῥᾳθυμεῖν οὐκ ἐφιείς.
ἀνδρὸς καὶ παίδων ἔρημος, οὐδεμίαν ἑτέραν ἔχουσα καταφυγὴν ὅτι μὴ τὸν πατέρα.
Γέρα ἱερέων.
ἀπονεμομένων γίνονται θεῷ, καὶ τοῦ περὶ μόνα πραγματεύεσθαι δεῖν τὰ περὶ τὰς ἁγιστείας ὥσπερ τινὰς κλήρων ἐπιμελητάς.
ἅμα καὶ τῆς εἰς εὐσέβειαν ἀγούσης ὁδοῦ νομίμῳ διδασκαλίᾳ τῶν ἀφαιρούντων.
ἅλωνα σῖτόν τε καὶ κριθήν, ὁμοίως δ’ ἐξ ἐλαιῶν ἔλαιον καὶ ἀπὸ τῶν ἄλλων ἀκροδρύων ἡμέρους καρπούς, ἵνα μὴ τἀναγκαῖα μόνον ἔχοντες αὐχμηρότερον ἀποζῶσιν, ἀλλὰ καὶ τῶν πρὸς ἁβροδίαιτον βίον εὐποροῦντες ἱλαρώτερον ἐξ ἀφθόνων τρυφῶσι μετὰ κόσμου τοῦ προσήκοντος.
καὶ χρῆσιν ἀνθρώπων· ταῦτα γὰρ κελεύει διαδίδοσθαι τοῖς ἱερεῦσι, βοῶν μὲν καὶ προβάτων καὶ αἰγῶν αὐτὰ τὰ ἔκγονα, μόσχους καὶ κριοὺς καὶ χιμάρους, ἐπειδὴ καθαρὰ καὶ πρὸς ἐδωδὴν καὶ πρὸς θυσίας ἐστί τε καὶ νενόμισται, λύτρα δὲ τῶν ἄλλων κατατιθέναι, ἵππων καὶ ὄνων καὶ καμήλων καὶ τῶν παραπλησίων, μὴ μειοῦντας τὴν ἀξίαν.
καὶ ταῦτα παμπληθῆ· κτηνοτροφοῦσι γὰρ καὶ ζῳοτροφοῦσιν ἐν τοῖς μάλιστα οἱ ἀπὸ τοῦ ἔθνους αἰπόλια καὶ βουκόλια καὶ ποίμνας καὶ μυρίας ἄλλας ἀγέλας παντοδαπῶν ζῴων ἐκνέμοντες.
μέρη γὰρ διαιρετὰ γονέων παῖδές εἰσιν, εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, 61 62 ἀδιαίρετα, συγγενικῷ αἵματι καὶ λόγοις προγόνων, ἀοράτοις εἴδεσιν, εἰς ἐκγόνους διήκουσι φίλτροις τε ἑνωτικῆς εὐνοίας καὶ φύσεως δεσμοῖς ἀλύτοις ἡρμοσμένοι.
εἶναι τοὺς γάμους, ἐξ ὧν ὁ πρῶτος βλαστήσας καρπὸς καθιεροῦται· ὅπερ χρὴ λογιζομένους καὶ ἄνδρας καὶ γυναῖκας σωφροσύνης καὶ οἰκουρίας καὶ ὁμονοίας περιέχεσθαι καὶ συμπνέοντας ἀλλήλοις ἔν τε λόγῳ καὶ ἔργῳ τὴν λεγομένην κοινωνίαν ἀληθείᾳ παγίως βεβαιοῦσθαι.
προστάξας ἴσον εἰσφέρειν καὶ πένητα καὶ πλούσιον, οὐ πρὸς ἀξίωμα τῶν εἰσφερόντων οὐδὲ πρὸς εὐεξίαν καὶ κάλλος τῶν γεννηθέντων ἀπιδών, ἀλλ’ ὅσον δυνατὸν εἰσενεγκεῖν καὶ τῷ λίαν ἀπόρῳ σταθμησάμενος.
εἴωθε συμβαίνειν, ἴσην ἐδικαίωσε καὶ τὴν εἰσφορὰν νομοθετῆσαι
καὶ αἰπόλια καὶ τὰς ἄλλας ἀγέλας. ὅση δὲ καὶ τούτων ἐστὶν ἀφθονία, τεκμήραιτ’ ἄν τις ἐκ τῆς περὶ τὸ ἔθνος πολυανθρωπίας.
καὶ προφάσεις ἄλλοτε ἀλλοίας σκηπτόμεναι καὶ τῶν προθεσμιῶν ἀλογοῦσαι τὰ ὁρισθέντα τέλη καὶ δασμοὺς κατατιθέασιν·
τὰς εἰσφοράς, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, αὐτοκελεύστῳ προθυμίᾳ καὶ ἑτοιμότητι καὶ σπουδῇ παντὸς λόγου κρείττονι.
δυεῖν δίδοσθαι μελῶν, βραχίονα μὲν ἀπὸ χειρὸς δεξιᾶς, ἀπὸ δὲ τοῦ στήθους ὅσον πῖον, τὸ μὲν ἰσχύος καὶ ἀνδρείας καὶ πάσης νομίμου πράξεως ἔν τε τῷ διδόναι καὶ λαμβάνειν καὶ ἐνεργεῖν σύμβολον, τὸ δὲ τῆς περὶ τὸν θυμὸν ἵλεω πραότητος.
θυμῷ πρὸς ἐνδιαίτησιν, ᾧ καθάπερ στρατιώτῃ περιέβαλεν εἰς τὸ δυσάλωτον ἕρκος ὀχυρώτατον, τὸν ἐπικαλούμενον θώρακα, ὃν ἐκ πολλῶν καὶ συνεχῶν καὶ κραταιοτάτων ὀστέων ἀπειργάσατο p. 235 Μ. σφίγξας αὐτὸν εὖ μάλα νεύροις ἀρραγέσιν.
καὶ τὸ ἔνυστρον καλούμενον, τὸν μὲν βραχίονα διὰ τὴν ὀλίγῳ πρότερον εἰρημένην αἰτίαν, τὰς δὲ σιαγόνας τοῦ τε κυριωτάτου τῶν 66 67 μελῶν, κεφαλῆς, καὶ λόγου τοῦ κατὰ προφορὰν ἀπαρχήν, οὗ τὸ νᾶμα ῥεῖν ἔξω δίχα τῆς τούτων κινήσεως οὐκ ἂν δύναιτο· σειομένων γὰρ—ἀφ’ οὗ καὶ προσωνομάσθησαν ἐτύμως—ὅταν πληχθῶσιν ὑπὸ γλώττης, ἅπασα ἡ τῆς φωνῆς ὀργανοποιΐα συνηχεῖ.
ἥτις ὑπ’ οἰνοφλυγίας καὶ ὀψοφαγίας ἀρδομένη τροφαῖς ἐπαλλήλοις σιτίων ὁμοῦ καὶ ποτῶν ἀεὶ κατακλύζεται καὶ συὸς τρόπον ἐν βορβόρῳ διαιτωμένη χαίρει· παρὸ καὶ τόπος ἀπενεμήθη σφόδρα οἰκειότατος ὁ τῶν περιττωμάτων ἀκολάστῳ καὶ ἀπρεπεστάτῳ θρέμματι.
πάσῃ περιποιεῖσθαι ὡς μέγιστον ἀγαθὸν καὶ τελειότατον ἰδίᾳ τε καὶ κοινῇ συμφέρον.
ἵστασθαι, βωμῶν ἱερῶν ψαυέτω καὶ τὴν πρόσφυσιν ἐπιφερομένη τῆς κοιλίας, ὑπόμνημα τοῦ καταφρονητικῶς ἔχειν ἀπληστίας καὶ λαιμαργίας
λαμβάνειν, οὐ βραχεῖαν ἀλλ’ ἐν τοῖς μάλιστα πολυχρήματον δωρεάν. ἐξ ὧν δῆλόν ἐστιν, ὅτι κλῆρον ἕνα μὴ παρασχὼν τῇ ἱερωμένῃ φυλῇ 68 69 κατὰ ταὐτὰ ταῖς ἄλλαις τοῦ πασῶν ἔδωκε σεμνότερον πόρον καὶ ἁγιώτερον, κατὰ πρόφασιν ἀπαρχῶν τῶν ἐξ ἅπαντος θυσίας εἴδους.
λαμβάνειν· ἥρμοττε γὰρ θεῷ μὲν τοὺς εὐεργετουμένους ἐν ἅπασι τοῖς κατὰ τὸν βίον χαριστηρίους ἀνάγειν ἀπαρχάς, τὸν δὲ ἅτε μηδενὸς ἐπιδεᾶ τοῖς ἀμφὶ τὸ ἱερὸν ὑπηρέταις καὶ λειτουργοῖς χαρίζεσθαι μετὰ σεμνότητος καὶ τιμῆς τῆς ἁπάσης· τὸ γὰρ μὴ παρ’ ἀνθρώπων ἀλλὰ παρὰ τοῦ πάντων εὐεργέτου δοκεῖν λαμβάνειν ἀδυσώπητον ἔχει δωρεάν.
ἀνεπίμπλαντο.
ἐκείνοις.
μὲν ἐπὶ θύραις ἵδρυνται παρ’ αὐταῖς ταῖς εἰσόδοις πυλωροί, οἱ δ’ εἴσω κατὰ τὸ πρόναον ὑπὲρ τοῦ μή τινα ὧν οὐ θέμις ἑκόντα ἢ καὶ ἄκοντα ἐπιβῆναι, οἱ δ’ ἐν κύκλῳ περινοστοῦσιν ἐν μέρει διακληρωσάμενοι νύκτα 70 καὶ ἡμέραν, ἡμεροφύλακες καὶ νυκτοφύλακες, ἕτεροι δὲ τὰς στοὰς καὶ τὰ ἐν ὑπαίθρῳ κοροῦντες τὸν φορυτὸν ἐκκομίζουσιν ἐπιμελούμενοι καθαριότητος· οἷς ἅπασι μισθὸς ὡρίσθησαν αἱ δεκάται, κλῆρος γὰρ νεωκόρων οὗτος.
τοῖς τῆς ἀμείνονος τάξεως ἱερεῦσι· τηνικαῦτα γὰρ ἐφῆκεν ἀπολαύειν, πρότερον δ’ οὐκ ἐᾷ.
Ἰορδάνου τοῦ ποταμοῦ, τρεῖς ἑκατέρωθεν, εἰς καταφυγὴν τοῖς ἀκούσιον φόνον δράσασιν.
προνομίας τε καὶ τιμῆς, οἳ τοὺς ἱκέτας διασῴζειν ἔμελλον, εἰ βιάζοιτό τις ἐχυρωτέρα δύναμις, οὐ παρασκευαῖς ταῖς εἰς πόλεμον οὔσαις, ἀλλ’ ἀξιώμασι καὶ προνομίαις, ἅπερ ἐκ τῶν νόμων διὰ τὴν σεμνότητα τῆς 71 72 ἱερωσύνης εἶχον.
δικαίων λογισμόν. ἔξω δὲ προϊὼν ἐπ’ ὀλέθρῳ ἀνενδοιάστῳ προελευσόμενος ἴστω· λήσεται γὰρ οὐδένα τῶν ἀφ’ αἵματος, ὑφ’ ὧν αὐτίκα λίνοις καὶ πάγαις σαγηνευθεὶς οἰχήσεται.
ἑξῆς ἀναδιδάσκει περὶ ζῴων, ἃ πρὸς θυσίας ἐστὶν ἐπιτήδεια.
Περὶ ζῴων τῶν εἰς τὰς ἱερουργίας καὶ τίνα τῶν θυσιῶν τὰ εἴδη.
ἐξ ἁπάντων εἵλετο, περιστερὰν καὶ τρυγόνα, διότι περιστερὰ μὲν τῶν φύσει p. 238 Μ. τιθασῶν καὶ ἀγελαστικῶν ἡμερώτατον, τρυγὼν δὲ τῶν φύσει μονωτικῶν τιθασώτατον.
βουκόλια γοῦν μεγάλα καὶ ποίμνια καὶ αἰπόλια πρὸς ἑνὸς ἄγεται τοῦ τυχόντος, οὐκ ἀνδρὸς μόνον ἀλλὰ καὶ κομιδῇ νηπίου παιδός, εἴς τε 73 74 νομὴν ἐξιόντα καὶ ὁπότε δέοι πάλιν εἰς σηκοὺς ὑποστρέφοντα ἐν κόσμῳ.
τῶν ὀδόντων κατ’ αὐτὸ ἐπιλελοίπασι.
φορηταὶ γεγόνασιν ὁδοιπόροις οἰκίαι καὶ μάλιστα τοῖς ἐν στρατείαις, οὓς ἔξω πόλεως ἐν ὑπαίθρῳ τὰ πολλὰ διατρίβειν ἀναγκάζουσιν αἱ χρεῖαι.
δοκιμώτατοι τῶν ἱερέων ἀριστίνδην ἐπικριθέντες εἰς τὴν τῶν μώμων ἐπίσκεψιν ἀπὸ κεφαλῆς ἄχρι ποδῶν ἄκρων ἐρευνῶσιν ὅσα τε ἐμφανῆ καὶ ὅσα ὑπὸ γαστρὶ καὶ μηροῖς ἀποκέκρυπται, μή που τις βραχεῖα λώβη διαλέληθε.
ἁγιάζειν, ὡς ἰδόντα μὴ ἀποστραφῆναι θεόν.
ἡμέραν, αἱ δὲ ταῖς ἑβδόμαις, αἱ δὲ νουμηνίαις καὶ ἱερομηνίαις, αἱ δὲ νηστείαις, αἱ δὲ τρισὶ καιροῖς ἑορτῶν.
τῷ γένει τῶν ἀνθρώπων χορηγεῖ.
εὐωδέστατα θυμιαμάτων εἴσω τοῦ καταπετάσματος, ἀνίσχοντος ἡλίου καὶ δυομένου, πρό τε τῆς ἑωθινῆς θυσίας καὶ μετὰ τὴν ἑσπερινήν, ὡς εἶναι τὰ μὲν ἔναιμα εὐχαριστίαν ὑπὲρ ἡμῶν τῶν ἐναίμων, τὰ δὲ θυμιάματα ὑπὲρ τοῦ ἡγεμονικοῦ, τοῦ ἐν ἡμῖν λογικοῦ πνεύματος, ὅπερ 77 78 ἐμορφώθη πρὸς ἀρχέτυπον ἰδέαν εἰκόνος θείας.
πάντα τελειογονεῖται, καθ’ ὃν χρόνον τὰ δένδρα γεννᾶν ἄρχεται, μετοπωρινῇ δὲ καὶ ὁ τῶν δένδρων καρπὸς τελεσφορεῖται, ἐν ᾧ καιρῷ πάλιν ἀρχὴ σπορᾶς. οὕτως δολιχεύουσα ἡ φύσις τὸν αἰῶνα ἄλλας ἐπ’ ἄλλαις ἀμείβει δωρεὰς ἀνθρώπων γένει, ὧν εἰσι σύμβολα αἱ διτταὶ τῶν προκειμένων ἄρτων ἑξάδες.
ἀρετῶν ἐγκράτειαν, ἣ δορυφορεῖται πρὸς εὐτελείας καὶ εὐκολίας καὶ ὀλιγοδεΐας, διὰ τὸν ἐξ ἀκολασίας καὶ πλεονεξίας βλαβερώτατον ἐπιτειχισμόν· ἄρτος γὰρ ἐραστῇ σοφίας διαρκὴς τροφή, παρέχουσα καὶ τὰ σώματα ἄνοσα καὶ τὸν λογισμὸν ὑγιῆ καὶ ἐν τοῖς μάλιστα νηφάλιον·
περιεργίαι τεχνιτεύουσι καταγοητεύουσαι τὴν ἄμουσον καὶ ἀφιλόσοφον καὶ ἀνδραποδωδεστάτην τῶν αἰσθήσεων γεῦσιν, ὑπηρετοῦσαν καλῷ μὲν οὐδενὶ θεάματι ἢ ἀκούσματι, γαστρὸς δὲ τῆς ταλαίνης ἐπιθυμίαις, νόσους σώματι καὶ ψυχῇ κατασκευάζει πολλάκις ἀνιάτους.
καὶ πολυτελεῖς τραπέζας μεταδιώκοντες, οἱ ὀρνέων καὶ ἰχθύων καὶ κρεῶν καὶ τῆς ὁμοιοτρόπου φλυαρίας ἄθλιοι δοῦλοι, μηδ’ ὄναρ ἀληθοῦς ἐλευθερίας γεύσασθαι δυνάμενοι. ὧν ὀλίγα φροντιστέον τοῖς κατὰ θεὸν καὶ πρὸς τὴν τοῦ ὄντως ὄντος ἀρέσκειαν ζῆν ἐγνωκόσιν, οἳ τῶν σαρκὸς ἀλογεῖν ἡδονῶν πεπαιδευμένοι τὰς διανοίας χαρὰς καὶ εὐπαθείας θεωρίᾳ
τῶν τῆς φύσεως ἐνασκούμενοι μεταδιώκουσι.
παντελὴς ἀριθμός, ὃν εὖ μάλα διένειμεν εἰς τὰ λεχθέντα, τοὺς μὲν δύο μόσχους, ἐπειδὴ δύο κινήσεις εἰσὶ σελήνης ἀεὶ διαυλοδρομούσης, ἡ μὲν κατ’ αὔξησιν ἄχρι πλησιφαοῦς, ἡ δὲ κατὰ μείωσιν ἄχρι συνόδου, τὸν δ’ ἕνα κριόν, ἐπειδὴ λόγος εἷς ἐστι, καθ’ ὃν αὔξεταί τε καὶ μειοῦται τοῖς ἴσοις διαστήμασι καὶ φωτιζομένη καὶ ἐπιλείπουσα, τοὺς δὲ ἑπτὰ
ἀμνούς, ὅτι καθ’ ἑβδομάδας ἐπιδέχεται τοὺς τελείους σχηματισμούς, πρώτῃ μὲν ἑβδομάδι τῇ ἀπὸ συνόδου τὸν διχότομον, δευτέρᾳ δὲ τὸν πλησιφαῆ, καὶ ὅταν ἀνακάμπτῃ πάλιν, εἰς διχότομον τὸ πρῶτον, ἔπειτ’ εἰς σύνοδον ἀπολήγει.
διότι καὶ ταῦτα σελήνης περιόδοις κατὰ τὰς ἐτησίους ὥρας τελεσφορεῖται διαφερόντως τοὺς καρποὺς πεπαινούσης, σῖτος δὲ καὶ οἶνος καὶ 81 82 ἔλαιον, βιωφελέσταται οὐσίαι καὶ πρὸς χρῆσιν ἀνθρώποις ἀναγκαιόταται, πάσαις εἰκότως θυσίαις συγκαθιεροῦνται.
καὶ ἱερομηνία, διπλασιάζεται τὰ δῶρα, δίχα τῶν μόσχων· εἷς γὰρ ἀντὶ δυεῖν προσάγεται, τοῦ βραβευτοῦ δικαιώσαντος ἀδιαιρέτῳ φύσει μονάδος πρὸ διαιρετῆς δυάδος χρήσασθαι ἐν ἀρχῇ τοῦ ἐνιαυτοῦ.
τῶν ἀζύμων ἰσοτίμους ἀπέφηνε πάσας ἐν ταῖς ἱερουργίαις· δέκα γὰρ ὅσα καὶ ταῖς νουμηνίαις θύειν καθ’ ἑκάστην κελεύει, τὰ σύμπαντα ὁλόκαυτα, δίχα τῶν περὶ πλημμελείας, ἀριθμὸν ἑβδομήκοντα.
τὴν ἀρχὴν ἑκάστου μηνὸς ἱερὰν καὶ ἀθρόων τῶν ἑπτὰ τὰς ἰσαρίθμους ταῖς νουμηνίαις ἡμέρας.
πρωτογεννημάτων ἐτύμως ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ τῶν γεννημάτων τὰ πρῶτα, αἱ ἀπαρχαί, τότε καθιεροῦνται.
διασεσῶσθαι· φθοραὶ γὰρ εἰώθασι καταλαμβάνειν, αἱ μὲν ἐπομβρίαις, αἱ δ’ αὐχμοῖς, αἱ δ’ ἄλλαις ἀμυθήτοις νεωτεροποιΐαις, αἱ δ’ αὖ 83 84 χειροποίητοι κατ’ ἐφόδους ἐχθρῶν τὴν τῶν πέλας γῆν δῃοῦν ἐπιχειρούντων.
τῆς τοῦ σωτηρίου θυσίας εἰς ἱεροπρεπεστάτην εὐωχίαν.
ἄλλον βίον εὐαγὲς οὐδὲν δρᾶται· πάντες γὰρ ἡττώμενοι τοῦ περὶ αὐτὴν ἱεροπρεποῦς τεθήπασι καὶ οἱ χείρους τοῖς βελτίοσι τότε γοῦν εἰς ἐγκράτειαν καὶ ἀρετὴν ἁμιλλῶνται.
ἐν ἴσῳ τῷ μηδὲ ἁμαρτάνειν τετιμηκότος.
ἀνάγειν καὶ κριόν, εἶτά φησι δεῖν τὸν μὲν ὁλοκαυτοῦν, διακληροῦν δὲ τοὺς χιμάρους, καὶ τὸν μὲν λαχόντα τῷ θεῷ θύειν, τὸν δ’ ἕτερον εἰς ἀτριβῆ καὶ ἄβατον ἐρημίαν ἐκπέμπειν ἐφ’ ἑαυτῷ κομίζοντα τὰς ὑπὲρ τῶν πλημμελησάντων ἀράς, οἳ μεταβολαῖς ταῖς πρὸς τὸ βέλτιον ἐκαθάρθησαν, εὐνομίᾳ καινῇ παλαιὰν ἀνομίαν ἐκνιψάμενοι.
ἀνθρώπων γένους κοιναὶ καὶ ὁλόκαυτοι θυσίαι κατ’ ἐμὴν δύναμιν εἴρηνται. ταῖς δ’ ὁλοκαύτοις καθ’ ἑκάστην ἡμέραν ἑορτῆς παρέπεται χίμαρος, ὃς καλεῖται μὲν περὶ ἁμαρτίας, καταθύεται δὲ εἰς ἁμαρτημάτων ἄφεσιν, οὗ τὰ κρέα τοῖς ἱερεῦσιν εἰς ἐδωδὴν ἀπονέμεται. τίς οὖν αἰτία;
εὐφροσύνη φρόνησίς ἐστιν ἐνιδρυμένη ψυχῇ βεβαίως, φρόνησιν δ’ ἀκλινῆ λαβεῖν οὐκ ἔνεστιν ἄνευ θεραπείας ἁμαρτημάτων καὶ παθῶν ἐκτομῆς; ἄτοπον γὰρ ἕκαστον μὲν τῶν ὁλοκαυτουμένων ἀσινὲς καὶ ἀβλαβὲς ἀνευρισκόμενον καθιεροῦσθαι, τὴν δὲ τοῦ θύοντος διάνοιαν μὴ οὐ κεκαθάρθαι πάντα τρόπον καὶ πεφαιδρύνθαι λουτροῖς καὶ περιρραντηρίοις χρησαμένην,
ἅπερ ὁ τῆς φύσεως ὀρθὸς λόγος δι’ ὑγιαινόντων καὶ ἀδιαφθόρων ὤτων ψυχαῖς φιλοθέοις ἐπαντλεῖ.
ὑπὸ γαστέρα, καὶ ῥέουσαι καὶ χεόμεναι πάντῃ φορὰν ἀμυθήτων ἀπεργάζονται κακῶν τὸ τῆς ἑορτῆς ἀδεὲς ὁρμητήριον ἔχουσαι καὶ πρὸς τὸ μηδὲν παθεῖν καταφυγήν.
ἱερὸν ἐπὶ μετουσίαν ὕμνων καὶ εὐχῶν καὶ θυσιῶν ἐκάλεσεν, ἵνα κἀκ 87 88 τοῦ τόπου κἀκ τῶν ὁρωμένων καὶ λεγομένων διὰ τῶν κυριωτάτων αἰσθήσεων, ὄψεως καὶ ἀκοῆς, ἐγκρατείας ἅμα καὶ εὐσεβείας ἐρασθῶσιν, εἶτ’ ἐπὶ πᾶσιν ὑπέμνησε τοῦ μὴ ἁμαρτάνειν διὰ τῆς θυσίας τοῦ περὶ ἁμαρτίας· ὁ γὰρ ἀμνηστίαν ἐφ’ οἷς ἥμαρτεν αἰτούμενος οὐχ οὕτως
ἐστὶ κακοδαίμων, ὥστ’ ἐν ᾧ χρόνῳ παλαιῶν ἀδικημάτων αἰτεῖται λύσιν ἕτερα καινοτομεῖν.
τοῦ πρέποντος ἅμα καὶ εὐαγοῦς οὐ μετρίως στοχασάμενος.
τιμήν, τὴν ἄνευ τινὸς ἑτέρου δι’ αὐτὸν μόνον γινομένην ὡς ἀναγκαῖον καὶ καλόν, ἑτέραν δὲ τὴν τῶν θυόντων προηγουμένην ὠφέλειαν· διττὴ δ’ ἐστίν, ἡ μὲν ἐπὶ μετουσίᾳ ἀγαθῶν, ἡ δὲ ἐπὶ κακῶν ἀπαλλαγῇ.
ἐπιφερομένῃ τῆς θνητῆς φιλαυτίας ὁλόκληρον καὶ παντελῆ· τὴν δὲ χάριν ἀνθρώπων, ἐπειδὴ διαίρεσιν ἐπεδέχετο ἡ δόξα, καὶ αὐτὸς διεῖλε, κατὰ μὲν τὴν μετουσίαν τῶν ἀγαθῶν ὁρίσας θυσίαν ἣν ὠνόμασε σωτήριον, τῇ δὲ φυγῇ τῶν κακῶν ἀπονείμας τὴν περὶ ἁμαρτίας. 89 90 ὡς τρεῖς εἶναι δεόντως ἐπὶ τρισί,
ποιησαμένους ἀπὸ τῆς ἀρίστης· ἀρίστη δ’ ἐστὶν ἡ ὁλόκαυτος. ἔστω δή, φησί, πρῶτον μὲν τὸ ἱερεῖον ἄρρεν, ἐκ τῶν πρὸς τὰς θυσίας ἀριστίνδην ζῴων ἐπικριθέντων, μόσχος ἢ ἀμνὸς ἢ ἔριφος· ἔπειτα δ’ ἀπονιψάμενος ὁ προσάγων τὰς χεῖρας ἐπιφερέτω τῇ τοῦ ἱερείου κεφαλῇ·
ὑποσχὼν καὶ δεξάμενος τοῦ αἵματος ἐν κύκλῳ περιϊὼν τὸν βωμὸν ἐπιρραινέτω, καὶ τὸ ἱερεῖον ἀποδαρὲν εἰς ὁλόκληρα μέλη διανεμέσθω, κοιλίας ἀποπλυνομένης καὶ ποδῶν· εἶτα σύμπαν τῷ ἱερῷ πυρὶ τοῦ βωμοῦ παραδιδόσθω, γεγονὸς καὶ ἐξ ἑνὸς πολλὰ καὶ ἐκ πολλῶν ἕν.
αἰνιγματώδη λόγον ἔχων τὸν διὰ συμβόλων· σύμβολα δ’ ἐστὶ τὰ λεχθέντα φανερὰ ἀδήλων καὶ ἀφανῶν. ἄρρεν εὐθέως τὸ ὁλόκαυτον ἱερεῖον, ἐπειδὴ τοῦ θήλεος καὶ τελειότερον καὶ ἡγεμονικώτερον καὶ συγγενέστερον αἰτίῳ δραστικῷ· τὸ γὰρ θῆλυ ἀτελές, ὑπήκοον, ἐν τῷ πάσχειν μᾶλλον ἢ ποιεῖν ἐξεταζόμενον.
λογικοῦ τε καὶ ἀλόγου, τὸ μὲν λογικὸν τῆς ἄρρενος γενεᾶς ἐστιν, ὅπερ νοῦς καὶ λογισμὸς κεκλήρωται, τὸ δ’ ἄλογον τῆς πρὸς γυναικῶν, ὅπερ ἔλαχεν αἴσθησις. νοῦς δὲ αἰσθήσεως, ὡς ἀνὴρ γυναικός, καθ’ ὅλον γένος ἀμείνων, ὃς ἄμωμος ὢν καὶ καθαρθεὶς καθάρσεσι ταῖς ἀρετῆς 91 92 τελείας αὐτός ἐστιν ἡ εὐαγεστάτη θυσία καὶ ὅλη δι’ ὅλων εὐάρεστος θεῷ.
συνᾴδοντος.
οὐχ ὕβριν, οὐ τραῦμα, οὐ βίαν ἐξειργάσαντο, οὐκ ἄλλο τὸ παράπαν οὐδὲν τῶν κατηγορίαν καὶ ψόγον ἐχόντων ὑπηρέτησαν, ἀλλ’ ὑποδιάκονοι πάντων ἐγένοντο τῶν καλῶν καὶ συμφερόντων, ἃ παρὰ σοφίᾳ καὶ νόμοις καὶ σοφοῖς καὶ νομίμοις ἀνδράσι τετίμηται.
προσχεῖται τῷ βωμῷ, διότι κύκλος σχημάτων τὸ τελειότατον καὶ ὑπὲρ τοῦ μέρος μηδὲν ἔρημον καὶ κενὸν ἀπολειφθῆναι ψυχικῆς σπονδῆς· ψυχῆς γὰρ κυρίως εἰπεῖν ἐστι σπονδὴ τὸ αἷμα. συμβολικῶς οὖν ἀναδιδάσκει τὴν διάνοιαν ὅλην δι’ ὅλων ἐν κύκλῳ χορεύουσαν ἐν πάσαις ἰδέαις λόγων καὶ βουλευμάτων καὶ ἔργων ἐπιδείκνυσθαι τὴν πρὸς τὸν
θεὸν ἀρέσκειαν.
βασιλείαν ἔχοντος, δι’ ἧς ἐνδίκως ἕκαστα πρυτανεύεται.
τεττάρων στοιχείων ἰσονομίαν, ἣν ἀντιδιδόασιν ἀλλήλοις.
ὁ γὰρ θεὸς ἀγαθός τέ ἐστι καὶ ποιητὴς καὶ γεννητὴς τῶν ὅλων καὶ προνοητικὸς ὧν ἐγέννησε, σωτήρ τε καὶ εὐεργέτης, μακαριότητος καὶ πάσης εὐδαιμονίας ἀνάπλεως· ὧν ἕκαστον καὶ καθ’ αὑτὸ ἰδίᾳ σεμνὸν καὶ ἐπαινετὸν καὶ μετὰ τῶν ὁμογενῶν ἐξεταζόμενον.
ὁλοσχερεστάτων αὐτοῦ μερῶν ὡς ἂν ζῴου τελειοτάτου μελῶν, οἷον οὐρανοῦ λέγω καὶ ἡλίου καὶ σελήνης, πλανήτων καὶ ἀπλανῶν ἀστέρων, 95 96 εἶτα γῆς καὶ τῶν ἐν αὐτῇ ζῴων καὶ φυτῶν, εἶτα πελαγῶν καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων καὶ τῶν ἐν αὐτοῖς, ἔπειτα ἀέρος καὶ τῶν κατ’ αὐτὸν μεταβολῶν· χειμὼν γὰρ καὶ θέρος, ἔαρ τε καὶ μετόπωρον, αἱ ἐτήσιοι καὶ βιωφελέσταται ὧραι, παθήματα ἀέρος γεγόνασιν
ἐπὶ σωτηρίᾳ τῶν μετὰ σελήνην τρεπομένου.
τῶν ἐσχάτων, ἀλλὰ εἰς τὰ συνεκτικώτατα, σῶμα καὶ ψυχὴν τὸ πρῶτον, ἐξ ὧν συνέστηκεν, εἶτα εἰς λόγον καὶ νοῦν καὶ αἴσθησιν· οὐ γὰρ ἂν γένοιτο ἀναξία θεοῦ ἀκοῆς καὶ ἡ ὑπὲρ ἑκάστου τούτων εὐχαριστία καθ’ αὑτήν.
δὲ τοῦ σωτηρίου λεγομένην ἑξῆς ἐπισκεπτέον. ἐπὶ ταύτης ἀδιαφορεῖ, ἐάν τε ἄρρεν ᾖ τὸ ἱερεῖον ἐάν τε καὶ θῆλυ. σφαγέντος δὲ τρία ταῦτα ὑπεξαιρεῖται τῷ βωμῷ, τὸ στέαρ καὶ λοβὸς ἥπατος καὶ νεφροὶ δύο· τὰ δ’ ἄλλα τῷ καταθύσαντι εὐωχία.
διαλογιζόμενος ἐν ἐμαυτῷ πολλάκις ταῦτα καὶ διερευνώμενος ἐπηπόρησα, τί δήποτε λοβὸν μὲν ἥπατος καὶ νεφροὺς καὶ στέαρ ἀπαρχὰς τῶν καταθυομένων ζῴων ὑπεξείλετο ὁ νόμος, οὔτε δὲ καρδίαν οὔτε ἐγκέφαλον, τοῦ ἡγεμονικοῦ τῷ ἑτέρῳ τούτων ἐνδιαιτωμένου.
τῶν λεχθέντων ἐστίν, p. 244 M. ἐγκέφαλος ἢ καρδία.
ὁδόν· εὔηθες γὰρ τὰς θυσίας ὑπόμνησιν ἁμαρτημάτων ἀλλὰ μὴ λήθην αὐτῶν κατασκευάζειν. τοῦτ’ αἴτιον εἶναί μοι δοκεῖ τοῦ μηδέτερον τῶν ἡγεμονίαν ἐχόντων, ἐγκέφαλον ἢ καρδίαν, προσφέρεσθαι.
τῆς ἐπαφῆς ὠφελεῖ —, οἱ δὲ νεφροὶ διὰ τοὺς παραστάτας καὶ τὰ γεννητικά, οἷς παροικοῦντες ἀγαθῶν τρόπον γειτόνων βοηθοῦσι καὶ συμπράττουσιν, ὅπως ὁ τῆς φύσεως σπόρος εὐοδῇ, μηδενὸς τῶν πλησίον ἐμποδίζοντος—αὐτοὶ μὲν γὰρ αἱμοειδεῖς εἰσι δεξαμεναί, οἷς ἡ τῶν περιττωμάτων ὑγρὰ κάθαρσις ἀποκρίνεται, οἱ δὲ παραστάται πλησίον,
δι’ ὧν ἄρδεται ὁ σπόρος —, λοβὸς δ’ ἥπατος τοῦ κυριωτάτου τῶν σπλάγχνων ἐστὶν ἀπαρχή, δι’ οὗ τὴν τροφὴν ἐξαιματοῦσθαι συμβέβηκε καὶ ἐποχετευομένην τῇ καρδίᾳ φέρεσθαι διὰ φλεβῶν εἰς τὴν τοῦ ὅλου σώματος διαμονήν.
ἐκπεφύκασιν εἰς ἧπαρ ἐπαντλοῦντες ταῖς διαπεφυκυίαις ἐν αὐτῷ δεξαμεναῖς.
ζωτικώτατον, ἀναθλίβει δ’ εἰς καρδίαν, ἀφ’ ἧς ὡς ἐλέχθη ταῖς φλεψὶν ἐποχετευόμενον διὰ παντὸς εἱλεῖται τοῦ σώματος γινόμενον αὐτῷ τροφή.
νοῦς, ὕπνῳ μὲν παρειμένου τοῦ σώματος, μηδεμιᾶς δὲ τῶν αἰσθήσεων p. 245 M. ἱσταμένης ἐμποδών, ἀνακυκλεῖν αὑτὸν ἄρξηται καὶ τὰ νοήματα καθαρῶς ἐφ’ αὑτοῦ σκοπεῖν, οἷα εἰς κάτοπτρον ἀποβλέπων τὸ ἧπαρ ἕκαστα εἱλικρινῶς καταθεᾶται τῶν νοητῶν καὶ περιβλεπόμενος ἐν κύκλῳ τὰ εἴδωλα, μή τι πρόσεστιν αἶσχος, [ἵνα] τὸ μὲν φύγῃ, τὸ δ’ ἐναντίον ἕληται,
καὶ πάσαις ταῖς φαντασίαις εὐαρεστήσας προφητεύῃ διὰ τῶν ὀνείρων τὰ μέλλοντα.
καὶ ὁμοτράπεζον τὸ συμπόσιον τῶν τὴν θυσίαν ἐπιτελούντων, οἷς παραγγέλλει μὴ νομίζειν ἑστιᾶν· ἐπίτροποι γὰρ εὐωχίας εἰσίν, οὐχ ἑστιάτορες, ὁ δ’ ἑστιάτωρ ἐστὶν οὗ συμβέβηκεν εἶναι καὶ τὴν παρασκευήν, ἣν οὐ θέμις ἀποκρύπτειν φειδωλίαν, ἀνελεύθερον κακίαν, φιλανθρωπίας, ἀρετῆς εὐγενοῦς, προκρίνοντας.
θυσίαν ὑπὲρ δυεῖν προσάγεσθαι συμβέβηκε, ψυχῆς τε καὶ σώματος, ὧν ἑκατέρῳ μίαν ἡμέραν ἀπένειμεν εἰς εὐωχίαν τῶν κρεῶν· ἥρμοττε γὰρ ἰσάριθμον χρόνον ὁρισθῆναι τοῖς πεφυκόσι σῴζεσθαι τῶν ἐν ἡμῖν, ὡς τῇ μὲν προτεραίᾳ λαμβάνειν ἅμα τῇ βρώσει τῆς ψυχικῆς σωτηρίας ὑπόμνησιν, τῇ δ’ ὑστεραίᾳ τῆς κατὰ τὸ σῶμα ὑγείας.
οὐδὲν ἦν ὃ κυρίως πέφυκε σωτηρίαν ἐνδέχεσθαι, τὴν εἰς τὴν τρίτην ἡμέραν χρῆσιν ἀνὰ κράτος ἀπηγόρευσε προστάξας, εἰ καὶ τύχοι τι κατ’ ἄγνοιαν ἢ λήθην ἀπολειφθέν, εὐθὺς ἀναλίσκεσθαι πυρί. τὸν δὲ γευσάμενον αὐτὸ μόνον ἔνοχον ἀποφαίνει καί φησιν αὐτῷ· τεθυκέναι νομίζων, ὦ καταγέλαστε, οὐ τέθυκας· οὐ προσηκάμην ἀθύτων, ἀνιέρων,
βεβήλων, ἀκαθάρτων, ὧν ἥψηκας κρεῶν, ὦ γατρίμαργε, θυσιῶν οὐδ’ ὄναρ ἐπῃσθημένος.
ἀπήμων καὶ ἄπταιστος ὢν καὶ τὸ μακρὸν τοῦ βίου πέλαγος εὐθύνων ἐν εὐδίᾳ καὶ γαλήνῃ πραγμάτων, ἐπιπνεούσης ἀεὶ κατ’ οἰάκων εὐπραγίας, p. 246 M. ἀναγκαίως ὀφείλει τὸν κυβερνήτην θεὸν καὶ ἄνοσον μὲν σωτηρίαν ἀζημίους δ’ ὠφελείας καὶ συνόλως ἀμιγῆ κακῶν τὰ ἀγαθὰ δωρούμενον ὕμνοις τε καὶ εὐδαιμονισμοῖς καὶ εὐχαῖς θυσίαις τε καὶ
ταῖς ἄλλαις εὐχαριστίαις εὐαγῶς ἀμείβεσθαι· ἃ δὴ πάντα ἀθρόα συλλήβδην ἓν ὄνομα τὸ αἰνέσεως ἔλαχε.
ἀναγκαῖον διακεκρίσθαι τά θ’ ἑκούσια καὶ ἀκούσια, τροπὰς λαμβανόντων τὰς πρὸς τὸ βέλτιον τῶν δοξάντων ἁμαρτεῖν καὶ κακιζόντων μὲν αὑτοὺς ἐφ’ οἷς ἐπλημμέλησαν, μεθορμιζομένων δὲ πρὸς ζωὴν ἀνυπαίτιον.
ἐπεὶ τὸ ὅλον τοῦ μέρους ἀεὶ κρεῖττον εἶναι δεῖ, τὸν δ’ ἀρχιερέα τῷ ἔθνει τῆς αὐτῆς ἠξιῶσθαι προνομίας ἐν τῷ καθαίρεσθαι καὶ παρὰ τῆς ἵλεω τοῦ θεοῦ δυνάμεως ἀμνηστίαν ἀδικημάτων αἰτεῖσθαι· τὸ δ’ ἰσότιμον οὐ δι’ αὑτόν, ὡς ἔοικε, καρποῦται μᾶλλον ἢ διότι τοῦ ἔθνους ὑπηρέτης ἐστὶ τὰς κοινὰς ὑπὲρ ἁπάντων ποιούμενος εὐχαριστίας ἐν ταῖς
ἱερωτάταις εὐχαῖς καὶ ἐν ταῖς εὐαγεστάταις θυσίαις.
ποτέ, πείσεται τοῦτο οὐ δι’ αὑτόν, ἀλλὰ διὰ κοινὸν τοῦ ἔθνους σφάλμα· τὸ δὲ σφάλμα οὐκ ἀνίατον, ἀλλὰ ῥᾳδίως τὴν θεραπείαν ἐνδεχόμενον.
κἄπειτα τὰ τοῦ p. 247 θυμιατηρίου τέτταρα κέρατα—τετράγωνον γάρ ἐστι— χρίειν καὶ ἐπαλείφειν, τὸ δ’ ἄλλο αἷμα προσχεῖν παρὰ τῇ βάσει τοῦ ἐν ὑπαίθρῳ βωμοῦ·
τὰ δ’ αὐτὰ νομοθετεῖ καὶ περὶ παντὸς τοῦ ἔθνους ἁμαρτόντος. εἰ δέ τις ἄρχων πλημμελήσειε, χιμάρῳ ποιεῖται τὴν κάθαρσιν, ὡς εἶπον, ἐὰν δὲ ἰδιώτης, χιμαίρᾳ ἢ ἀμνάδι· τῷ μὲν γὰρ ἄρρεν, τῷ δ’ ἰδιώτῃ θῆλυ ζῷον ἀπένειμε, τὰ δ’ ἄλλα διαταξάμενος ἐπ’ ἀμφοῖν ὅμοια, χρίσαι τὰ κέρατα τοῦ ἐν ὑπαίθρῳ βωμοῦ τῷ αἵματι, στέαρ καὶ λοβὸν ἥπατος καὶ
διττοὺς νεφροὺς ἀνενεγκεῖν, τὰ δ’ ἄλλα τοῖς ἱερεῦσι παρασχεῖν ἐδωδήν.
προσεπιτιθέντας τῆς ἀξίας τιμῆς.
τὸν ἀπὸ τῶν κατηγόρων ἔλεγχον αὐτὸς ἑαυτοῦ γένηται κατήγορος, ἔνδον ὑπὸ τοῦ συνειδότος ἐλεγχθείς, καὶ κακίσῃ μὲν ἑαυτὸν ὧν ἠρνήσατο καὶ ἐπιώρκησεν, ὁμολογῶν δ’ ἄντικρυς τὸ πραχθὲν ἀδίκημα συγγνώμην αἰτῆται, κελεύει τῷ τοιούτῳ παρέχειν ἀμνηστίαν,
θανατοῦσαν νόσον ἀνεὶς καὶ πρὸς ὑγείαν παντελῆ μεταβαλών.
τροπῇ τῇ πρὸς τὸ βέλτιον.
τοὺς ἑστιάτορας· δεύτερον δὲ ἵνα βεβαιότατα πιστεύσωσιν, ὅτι οἷς ἁμαρτημάτων εἰσέρχεται μεταμέλεια ἵλεω τὸν θεὸν ἔχουσιν· οὐ γὰρ ἂν τοὺς προσπόλους αὐτοῦ καὶ θεράποντας ἐπὶ μετουσίαν τῆς τοιαύτης τραπέζης ἐκάλεσεν, εἰ μὴ παντελὴς ἐγεγένητο ἀμνηστία· τρίτον δ’ ὅτι λειτουργεῖν οὐδενὶ τῶν ἱερέων ἔξεστιν, ὃς ἂν μὴ ὁλόκληρος ᾖ· καὶ γὰρ τῷ βραχυτάτῳ
μώμῳ σκορακίζεται.
κατορθοῦν ἐπεσπευσμένῳ τάχει χρῆσθαι.
ὁλοκαυτουμένων, ἐπὶ τιμῇ τῶν προσώπων, οὐχ ὅτι πρὸς ἀξίωσιν αἱ ἱεραὶ γίνονται κρίσεις, ἀλλ’ ὅτι τῶν τὰς ἀρετὰς μεγάλων καὶ ὡς ἀληθῶς ἁγίων ἁμαρτήματα τοιαῦτά ἐστιν, ὡς ἑτέρων κατορθώματα νομίζεσθαι.
σπουδαίων καὶ φιλοθέων συμβαίνει τὰς πρὸς καλοκἀγαθίαν ἀφορίας 113 ἀμείνους εἶναι ὧν ἐκ τύχης οἱ φαῦλοι κατορθοῦσι· γνώμῃ γὰρ οὐδὲν ὑγιὲς δρᾶν ὑπομένουσι.
οὔσας· ἡ δὲ συναγωγὸς αὐτῶν εὐχὴ μεγάλη καλεῖται.
τιμησάμενοι, μηκέτ’ ἔχοντες ὕλας, ἐν αἷς διαθήσονται τὴν εὐσέβειαν, αὑτοὺς ἀνατιθέασι καὶ καθιεροῦσιν, ἄλεκτον ἐπιδεικνύμενοι ὁσιότητα καὶ ὑπερβολήν τινα γνώμης φιλοθέου. διὸ καὶ μεγάλη προσηκόντως εὐχὴ καλεῖται· κτημάτων γὰρ τὸ μέγιστον αὐτός τίς ἐστιν αὑτῷ· οὗ παραχωρεῖ καὶ ἐξίσταται.
πρῶτον μὲν ἄκρατον μὴ προσφέρεσθαι μηδ’ „ὅσα ἐκ σταφυλῆς κατεργάζεται“ μηδ’ ἄλλο τι μέθυσμα πίνειν ἐπὶ καθαιρέσει λογισμοῦ, νομίζοντα τὸν χρόνον ἐκεῖνον ἱερᾶσθαι· καὶ γὰρ τοῖς λειτουργοῖς τῶν ἱερέων δίψαν ἀκουμένοις ὕδατι τὰ περὶ μέθην ἀπείρηται·
παρέχοντα τοῦ μὴ παρακόπτειν τὸ νόμισμα τῆς εὐχῆς· τρίτον δὲ τὸ σῶμα φυλάττειν καθαρὸν καὶ ἀμίαντον, ὡς μὴ γονεῦσιν ἐπεισιέναι τετελευτηκόσι μηδ’ ἀδελφοῖς, τὴν φυσικὴν εὔνοιαν καὶ συμπάθειαν πρὸς τὰ οἰκεῖα καὶ φίλτατα νικώσης εὐσεβείας, ἣν ἀεὶ νικᾶν καλὸν ὁμοῦ καὶ
γενητὸς οὐκ ἐκφεύγει τὸ διαμαρτάνειν —, τῇ δὲ τοῦ σωτηρίου, διότι τὸν σωτῆρα ὄντως θεὸν ἐπιγέγραπται τῆς σωτηρίας αἴτιον, ἀλλ’ οὐκ ἰατροὺς καὶ τὰς παρ’ αὐτοῖς δυνάμεις· οἱ p. 250 M. μὲν γὰρ ἐπίκηροι καὶ θνητοὶ μηδ’ αὑτοῖς ὑγείαν ἱκανοὶ παρασχεῖν, αἱ δ’ οὔτε πάντας οὔτ’ ἀεὶ τοὺς αὐτοὺς ὠφελοῦσιν, ἀλλ’ ἔστιν ὅτι καὶ μέγα βλάπτουσιν, ἐπειδὴ τὸ κῦρος
ἕτερος ἀνῆπται καὶ τῶν δυνάμεων καὶ τῶν χρωμένων αὐταῖς.
καὶ τὸν μετανοοῦντα σῴζεσθαι καὶ τὸν σῳζόμενον ἐκ τῶν ψυχικῶν ἀρρωστημάτων μετανοεῖν καὶ ἑκάτερον σπεύδειν πρὸς ὁλόκληρον καὶ παντελῆ διάθεσιν, ἧς ἡ ὁλόκαυτος θυσία σύμβολον.
ἀφαιρεθὲν οὔτ’ ἀλγηδόνας οὔτε λώβην ἀπεργάζεται· τοῦ γὰρ κατὰ τὸ σῶμα φυτικοῦ καθάπερ δένδρου περιττοὺς κλάδους τὰς τῆς κεφαλῆς τρίχας ἀπέκειρε καὶ παρέδωκε πυρί, ᾧ τὰ κρέα τῆς τοῦ σωτηρίου θυσίας ἕψεται· προσηκόντως, ἵνα τι τῶν τοῦ εὐξαμένου μέρος, ὃ μὴ ἐπιφέρειν 116 ἔξεστι τῷ βωμῷ, θυσίας γοῦν εἴδει συνανακραθῇ, γενόμενον ὕλη φλογὸς ἱερᾶς.
ἀπ’ οὐδενὸς τῶν ἐναίμων, ἀλλ’ ἀπὸ τοῦ καθαρωτάτου τῆς ἀνθρωπίνης τροφῆς·
μηδὲν αὐτῆς εἰς ἐδωδὴν ἀπονέμεσθαι. εἰρηκότες οὖν, ὡς οἷόν τε ἦν, τὰ περὶ θυσιῶν ἑξῆς καὶ περὶ τῶν θυόντων λέξομεν.
Περὶ θυόντων.
καὶ κακιῶν τῶν ἔν τε λόγοις καὶ πράξεσι, τὸ δὲ σῶμα ἀφ’ ὧν ἔθος
ἱερέων ὀξυωπεστάταις δ’ αὐτῶν ὄψεσι καὶ τῷ συνεχεῖ τῆς ἀσκήσεως συγκεκροτημέναις εἰς ἀνυπαίτιον ἐπίσκεψιν· ἐὰν γὰρ μὴ τοῖς ὀφθαλμοῖς μᾶλλον ἢ τῷ λογισμῷ τοῦτο κατίδῃς, ἐκνίψῃ τὰ ἁμαρτήματα καὶ ὅσας ἐν ἅπαντι τῷ βίῳ κηλῖδας ἀπεμάξω, τὰ μὲν ἀβουλήτοις συντυχίαις, τὰ δὲ καθ’ ἑκούσιον γνώμην.
ἀκριβολογίαν αἰνιττομένην διὰ συμβόλου τὴν τῶν σῶν βελτίωσιν ἠθῶν· οὐ γὰρ ὑπὲρ ἀλόγων ὁ νόμος, ἀλλ’ ὑπὲρ τῶν νοῦν καὶ λόγον ἐχόντων, ὥστε οὐ τῶν θυομένων φροντίς ἐστιν, ἵνα μηδεμίαν ἔχῃ λώβην, ἀλλὰ τῶν θυόντων, ἵνα περὶ μηδὲν πάθος κηραίνωσι.
εἰς ἅπαξ ἢ ἀπολουσάμενον εὐθὺς εἴσω περιβόλων ἱερῶν παρέρχεσθαι, ἀλλὰ ἑπτὰ ἡμέρας ἔξω διατρίβειν κελεύει καὶ δὶς περιρραίνεσθαι τῇ τρίτῃ καὶ ἑβδόμῃ καὶ μετὰ ταῦτα λουσαμένῳ παρέχει τάς τε εἰσόδους καὶ τὰς ἱερουργίας ἀδεεῖς.
ὕδατι περιρραίνονται, θαλάττῃ μὲν οἱ πολλοί, τινὲς δὲ ποταμοῖς, οἱ δὲ καὶ κάλπεσιν ἐκ πηγῶν ἀρυόμενοι· Μωυσῆς δὲ τέφραν προετοιμασάμενος 120 121 ὑπολειφθεῖσαν ἐξ ἱεροῦ πυρὸς — ὃν δὲ τρόπον, αὐτίκα δηλωθήσεται — ἀπὸ ταύτης φησὶ δεῖν ἀναιρεῖσθαι καὶ ἐμβάλλοντας εἰς ἀγγεῖον αὖθις ὕδωρ ἐπιφέρειν, εἶτα ἐκ τοῦ κράματος βάπτοντας ὑσσώπου κλάδους τοῖς καθαιρομένοις ἐπιρραίνειν.
ἑαυτοὺς καὶ τὴν ἰδίαν οὐσίαν· ὁ γὰρ ἀνεπιστήμων ἑαυτοῦ πῶς ἂν δυνηθείη καταλαβεῖν τὴν ἀνωτάτω καὶ πάνθ’ ὑπερβάλλουσαν θεοῦ δύναμιν;
σπουδῆς ἀξίων, τέφρας καὶ ὕδατος, συνεκράθη.
ἰσότητος καὶ παντὸς τοῦ ἀρίστου δημιουργόν (Num. 15,30).
ἡμᾶς ἀναλυθήσεσθε, ὅταν δέῃ θνῄσκειν· οὐδὲν γὰρ εἰς τὸ μὴ ὂν φθείρεσθαι πέφυκεν, ἀλλ’ ἐξ ὧν ἡ ἀρχή, πρὸς ταῦτα καὶ τὸ τέλος.
ξύλον κέδρινον καὶ ὕσσωπον καὶ κόκκινον, κελεύει, εἶτ’ ἐὰν ἀποσβεσθῇ, τὴν τέφραν συλλέγειν καθαρὸν ἄνθρωπον καὶ ἀποτιθέναι πάλιν ἔξω πόλεως ἐν χωρίῳ καθαρῷ.
τὴν ψυχὴν πρὸ τοῦ σώματος· δεσπότις γὰρ καὶ βασιλὶς καὶ ἐν ἅπασι κρείττων ἅτε θειοτέρας φύσεως μεταλαχοῦσα. τὰ δὲ φαιδρύνοντα διάνοιάν ἐστι σοφία καὶ τὰ σοφίας δόγματα πρὸς τὴν θεωρίαν τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ ποδηγετοῦντα καὶ ὁ τῶν ἄλλων ἀρετῶν ἱερὸς χορὸς καὶ αἱ κατ’ ἀρετὰς καλαὶ καὶ σφόδρα ἐπαινεταὶ πράξεις.
διακεκοσμημένος ἴτω θαρρῶν εἰς οἰκειότατον αὐτῷ τὸν νεών, ἐνδιαίτημα πάντων ἄριστον, ἱερεῖον ἐπιδειξόμενος αὑτόν· ὅτῳ δ’ ἐγκάθηνται καὶ ἐλλοχῶσιν αἱ πλεονεξίαι καὶ ἐπιθυμίαι τῶν ἀδικιῶν, ἐγκαλυψάμενος ἠρεμείτω τὴν ἀναίσχυντον ἀπόνοιαν καὶ τὸ λίαν θράσος ἐν οἷς εὐλάβεια λυσιτελὲς ἐπισχών· τὸ γὰρ τοῦ ὄντως ὄντος ἱερὸν ἀνιέροις ἄβατον θυσίαις.
εἴποιμ’ ἄν· ὦ γενναῖε, ὁ θεὸς οὐ χαίρει, κἂν ἑκατόμβας ἀνάγῃ τις· κτήματα γὰρ αὐτοῦ τὰ πάντα, κεκτημένος ὅμως οὐδενὸς δεῖται· χαίρει δὲ φιλοθέοις γνώμαις καὶ ἀνδράσιν ἀσκηταῖς ὁσιότητος, παρ’ ὧν ψαιστὰ καὶ κριθὰς καὶ τὰ εὐτελέστατα ὡς τιμιώτατα πρὸ τῶν πολυτελεστάτων ἄσμενος δέχεται·
πλήρωμα καλοκἀγαθίας τελειότατον τὴν ἀρίστην ἀνάγουσι θυσίαν, ὕμνοις καὶ εὐχαριστίαις τὸν εὐεργέτην καὶ σωτῆρα θεὸν γεραίροντες, τῇ μὲν διὰ 124 125 τῶν φωνητηρίων ὀργάνων, τῇ δὲ ἄνευ γλώττης καὶ στόματος, μόνῃ ψυχῇ τὰς νοητὰς ποιούμενοι διεξόδους καὶ ἐκβοήσεις, ὧν ἓν μόνον οὖς ἀντιλαμβάνεται τὸ θεῖον· αἱ γὰρ τῶν ἀνθρώπων οὐ φθάνουσιν ἀκοαὶ συναισθέσθαι.
τοῖς μὴ διὰ τὸ φιλόνεικον ἐπιτηδεύουσιν ἀπιστίαν, μαρτυρεῖ δὲ καὶ ὁ νόμος προστάξας δύο κατασκευασθῆναι βωμοὺς καὶ ταῖς ὕλαις καὶ τοῖς τόποις καὶ ταῖς χρείαις διαφέροντας·
καθαρωτάτου κατεσκεύασται, ἵδρυται δ’ ἐν ἀδύτοις εἴσω τοῦ προτέρου καταπετάσματος, ὃς οὐδενὶ τῶν ἄλλων ἐστὶν p. 264 M. ὁρατὸς ὅτι μὴ τοῖς ἁγνεύουσι τῶν ἱερέων καὶ γέγονε πρὸς χρείαν τὴν τῶν θυμιαμάτων.
ὤν· ὅσῳ γάρ, οἶμαι, λίθων μὲν εἰκαίων ἀμείνων χρυσός, τὰ δ’ ἐν ἀδύτοις τῶν ἐκτὸς ἁγιώτερα, τοσούτῳ κρείττων ἡ διὰ τῶν ἐπιθυμιωμένων εὐχαριστία τῆς διὰ τῶν ἐναίμων.
εὐχαριστίαις· οὐ γὰρ ἐφεῖται τὴν ὁλόκαυτον θυσίαν ἔξω προσαγαγεῖν, πρὶν ἔνδον περὶ βαθὺν ὄρθρον ἐπιθυμιᾶσαι.
δεόμενος, σὺ δ’ ᾠήθης τὸν θεὸν δεκάζεσθαι, τὸν αὐταρκέστατον ἑαυτῷ καὶ μηδενὸς τῶν ἐν γενέσει χρεῖον, ὅστις ὢν τὸ πρῶτον ἀγαθόν, τὸ τελειότατον, ἡ ἀέναος πηγὴ φρονήσεως καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς, ἀποστρέφεται τὰς παρὰ τῶν ἀδίκων δωρεάς.
μέρος ὡς κοινωνῷ τῆς ἑαυτοῦ κακίας καὶ πλεονεξίας διδούς; πάντων κακοδαιμονέστατε, εἴποιμ’ ἂν τῷ τοιούτῳ, δυοῖν θάτερον ἢ λήσεσθαι προσδοκᾷς ἢ καταφανήσεσθαι·
προφέρεις εἰς μέσον τὰ δείγματα ὧν ἠδίκησας καὶ ἐπισεμνυνόμενος διανέμῃ πρὸς θεόν, ἀπαρχὰς αὐτῷ κομίζων ἀνοσίους, καὶ οὐκ ἐλογίσω τοῦθ’ ὅτι οὔτε νόμος ἀνομίαν παραδέχεται οὔτε φῶς ἡλιακὸν σκότος. ὁ δὲ θεὸς καὶ νόμων ἐστὶ παράδειγμα ἀρχέτυπον καὶ ἡλίου ἥλιος, νοητὸς αἰσθητοῦ, παρέχων ἐκ τῶν ἀοράτων πηγῶν ὁρατὰ φέγγη τῷ βλεπομένῳ.
Περὶ τοῦ μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ κομίζειν.
ἐκεῖνα τίς ἂν ἐκνίψαι χρόνος; ἔγωγε οὐκ οἶδα.
τὰ παρ’ ἡμῖν ἀδύνατα.
ἢ προσδοκωμένων ἀποτροπήν, ἐφ’ οἷς ἅπασιν ὑγείαν καὶ σωτηρίαν ἐκπορίζειν ὀφείλει τῷ λογισμῷ.
ὤν, εἴτε κακῶν τινων φυγὴν αἰτούμενος, μὴ δράτω κολάσεων ἐπάξια καὶ τιμωριῶν.
Τὰ ἄλλα περὶ τὸ θυσιαστήριον.
τυγχάνουσιν, καὶ τὸ σύμβολον τῆς εὐχαριστίας, ἡ ἱερὰ φλόξ, ζωπυρείσθω καὶ ἀεὶ ἄσβεστος p. 255 M. ἔστω.
ἢ τοὐναντίον ἐνδείας τῶν προσαγομένων.
ἄσβεστον· διανοίας δὲ φῶς ἐστι σοφία, ἐπεὶ καὶ τοὐναντίον σκότος ψυχῆς ἀφροσύνη· ὅπερ γὰρ αἰσθητὸν φῶς ὀφθαλμοῖς πρὸς κατάληψιν σωμάτων, τοῦτ’ ἐπιστήμη λογισμῷ πρὸς θεωρίαν τῶν ἀσωμάτων καὶ νοητῶν, ἧς ἀεὶ τὸ φέγγος ἐπιλάμπει μηδέποτε ἀμαυρούμενον ἢ σβεννύμενον.
οὗ, καθάπερ καὶ πρότερον εἶπον, τὴν εἰς ἅπαν διαμονὴν αἰνίττεται· 133 134 φυλακτήριον γὰρ οἱ ἅλες σωμάτων, τετιμημένοι ψυχῆς δευτερείοις· ὡς γὰρ αἰτία τοῦ μὴ διαφθείρεσθαι τὰ σώματα ψυχή, καὶ οἱ ἅλες ἐπὶ πλεῖστον αὐτὰ συνέχοντες καὶ τρόπον τινὰ ἀθανατίζοντες.
πυρός· ὡς εἶναι σαφεστάτην πίστιν, ὅτι οὐ τὰ ἱερεῖα θυσίαν ἀλλὰ τὴν διάνοιαν καὶ προθυμίαν ὑπολαμβάνει τοῦ καταθύοντος εἶναι, ἐν ᾗ τὸ μόνιμον καὶ βέβαιον ἐξ ἀρετῆς.
μέλιττα ζῷόν ἐστιν οὐ καθαρόν, ἐκ σήψεως καὶ φθορᾶς νεκρῶν, ὡς ὁ λόγος, βοῶν γεννώμενον, καθὰ καὶ οἱ σφῆκες ἐξ ἱππείων σωμάτων·
παγίως ἱδρυθῆναι μὴ δυναμένην·
στέλλῃ τὸ τοῦ φρονήματος ὑπέραυχον ὕψος, τὴν ἐπίβουλον οἴησιν καθαιρῶν.
στοιχείων σπαρέντας, τὸν μηδὲν εἰς τὸν κόσμον ἀλλὰ μηδὲ σαυτὸν εἰσενηνοχότα;
ἄνισον καὶ ἄδικον καὶ ἀσύμβατον κακίαν, ἣ τὸ ἡμερώτατον φύσει ζῷον, ἄνθρωπον, ὠμὸν καὶ ἀτίθασον ἐργάζεται;
γινόμενα ἀεὶ σκότους ἀμέτοχα καθ’ ὁμοιότητα τῶν ἀστέρων· καὶ γὰρ οὗτοι δύντος ἡλίου τὸ ἴδιον ἀναφαίνουσι φέγγος ἣν ἐτάχθησαν ἐν τῷ κόσμῳ τάξιν οὐ λείποντες·
προσφυεστάτη νυκτὶ τῆς εὐχαριστίας θυσία — θυσίαν γὰρ αὐτὴν ἄξιον καλεῖν — ἡ τοῦ ἱερωτάτου φέγγους ἐν τοῖς ἀδύτοις αὐγή·
ἑαυτῇ, προσηκόντως ἐδικαίωσεν ὁ νόμος τὰς εὐχαριστίας διακληρῶσαι, ὑπὲρ μὲν ἐγρηγόρσεως διὰ τῶν προσαγομένων ἱερείων, ὑπὲρ δὲ ὕπνου καὶ τῶν ἀπὸ τοῦδε ὠφελειῶν διὰ τῆς τῶν ἱερῶν λύχνων ἐξάψεως.
τὰς φιλοσόφους ὑποθήκας καὶ παραινέσεις, ὧδε λεκτέον. αἰτεῖται γάρ, φησίν, ὦ διάνοια, παρὰ σοῦ ὁ θεὸς οὐδὲν βαρὺ καὶ ποικίλον ἢ δύσεργον ἀλλὰ ἁπλοῦν πάνυ καὶ ῥᾴδιον.
ὅλῃ τῇ ψυχῇ πεπληρωμένῃ γνώμης φιλοθέου καὶ τῶν ἐντολῶν αὐτοῦ περιέχεσθαι καὶ τὰ δίκαια τιμᾶν. ἐξ ὧν ἁπάντων αὐτὸς μὲν ἐν ὁμοίᾳ μένει φύσει μὴ τρεπόμενος. ἔτι δὲ τῶν ἄλλων ὅσα κατὰ τὸν κόσμον ἐστὶ βελτίωσιν ἴσχει, ἥλιος ἢ σελήνη ἢ τὸ πλῆθος τῶν ἄλλων ἀστέρων ἢ ὁ σύμπας οὐρανός. ἀλλὰ
καὶ τῆς γῆς τὰ μὲν ὄρη πρὸς ὕψος αἴρεται περιμηκέστατον, ἡ δὲ πεδιὰς ὥσπερ αἱ χυταὶ οὐσίαι ἐπὶ πλεῖστον εὐρύνεται, καὶ ἡ θάλαττα μεταβάλλει πρὸς πότιμον ἢ οἱ ποταμοὶ πελαγῶν ἐξισοῦνται μεγέθεσιν. ἐπὶ μὲν οὖν τῶν αὐτῶν ὅρων ἕκαστον ἵδρυται ἐφ’ οἷς εὐθὺς ἐξ ἀρχῆς ὅτε ἐποίησεν ὁ θεὸς ἐτάχθη· σὺ δὲ βελτίων ἔσῃ ζῶν ἀνυπαιτίως.
139 140 τί δὴ τούτων ἀργαλέον ἐστὶν ἢ ἐπίπονον;
ἢ τειχοφυλακεῖν ἐν ὑπαίθρῳ νυκτερεύοντας, ἐφεδρευόντων πολεμίων καὶ τοὺς ἀνωτάτω κινδύνους ἀπειλούντων — ἄπαγε, μηδὲν ἐπὶ καλοῖς λεγέσθω τῶν ἀηδῶν· εὐφημητέον ἐπὶ τοῖς οὕτω συμφέρουσιν.
κυρίως, εἴποι τις ἄν, „οὐρανὸς οὐρανοῦ”, καὶ πάλιν ἡ γῆ καὶ τὰ ἐν αὐτῇ καὶ σύμπας ὁ κόσμος, ὅ τε ὁρατὸς καὶ ὁ ἀόρατος καὶ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ οὐρανοῦ;
ἑαυτοῦ, τὴν ἀέναον τῶν καλῶν πηγήν, ἀφ’ ἧς καὶ τὰς ἄλλας ὤμβρησεν ἀρετὰς καὶ ἀνέχεεν εἰς ἀπόλαυσιν ὠφελιμωτάτην, νέκταρος μᾶλλον ἢ οὐχ ἧττον ἀθανατίζον ποτόν.
καὶ ὁσιότητι· ἀλλ’ εἰσὶν ἀπερίτμητοι τὴν καρδίαν, ᾗ φησιν ὁ νόμος, καὶ διὰ σκληρότητα τρόπων ἀφηνιασταί, σκιρτῶντες αὐθαδῶς καὶ ἀπαυχενίζοντες·
ὡς ἐχθρὸν μεταβαλλέτω πρὸς τὸ εὔκολον, πειθαρχήσων νόμοις φύσεως.
οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ θεῶν ἐστι θεός, καὶ ἄρχων οὐκ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἀρχόντων, μέγας τέ ἐστιν ὢν ὄντως καὶ ἰσχυρὸς καὶ
καὶ τῶν ἐν μεγάλαις δυναστείαις ὑπεριδὼν τὸ ταπεινὸν τῶν λεχθέντων ἀξιοῖ προνοίας.
τῆς ἁρμοττούσης εἰκότως μεταλαγχάνουσι, καρπὸν εὑράμενοι τῆς ἐπὶ τὸν θεὸν καταφυγῆς τὴν ἀπ’ αὐτοῦ βοήθειαν.
παραπλησίοις, ἐφ’ οἷς εἰώθασιν οἱ κενοὶ φρενῶν ἐπαίρεσθαι, σεμνυνθῇς, λογισάμενος ὅτι πρῶτον μὲν ἀμέτοχα ταῦτ’ ἐστὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἔπειτα δ’ ὅτι καιρὸν ὀξὺν ἔχει τῆς μεταβολῆς, μαραινόμενα τρόπον τινά, πρὶν ἀνθῆσαι βεβαίως.
καὶ μήτε κρατήσαντες ἐχθρῶν ζηλώσωμεν τὰς ἐκείνων ἐν αἷς εὐσεβεῖν δοκοῦσιν ἀσεβείας υἱοὺς καὶ θυγατέρας τοῖς αὑτῶν κατακαίοντες θεοῖς — οὐχ
ἐν εἰρήνῃ δρᾶν ὑπομένειν· ἀλλ’ ὅτι τὰς ψυχὰς τῷ ὄντι καταφλέγουσι καὶ διαφθείρουσιν ὧν ἐγέννησαν ἐξ ἔτι σπαργάνων ἁπαλαῖς ἔτι μὴ ἐγχαράττοντες τὰς ἀληθείας δόξας περὶ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ὄντος θεοῦ — μήτ’ οὖν ἡττηθέντες ἀναπέσωμεν καὶ ὑπαχθῶμεν ταῖς ἐκείνων εὐτυχίαις ὡς δι’ εὐσέβειαν νενικηκότων·
αἱ παραυτίκα εὐπραγίαι δέλεαρ σφοδρῶν καὶ ἀνιάτων οὖσαι κακῶν· εἰκὸς δὲ καὶ ἀναξίους ὄντας κατορθοῦν, μὴ δι’ ἑαυτούς, ἀλλὰ ὑπὲρ τοῦ λυπεῖσθαι καὶ ἀνιᾶσθαι σφοδρότερον ἡμᾶς οὐχ ὅσια δρῶντας, οἳ γεννηθέντες ἐν πολιτείᾳ φιλοθέῳ καὶ ἐντραφέντες νόμοις ἐπὶ πᾶσαν ἀρετὴν ἀλείφουσι καὶ ἐκ πρώτης ἡλικίας παιδευόμενοι τὰ κάλλιστα 145 146 παρὰ θεσπεσίοις ἀνδράσι τῶν μὲν ὀλιγωροῦμεν, τῶν δ’ ὡς ἀληθῶς ὀλιγωρίας ἀξίων περιεχόμεθα, παιδιὰν μὲν τὰ σπουδαῖα, σπουδὴν δὲ τὰ παιδιᾶς ἄξια ἡγούμενοι.
θρησκείαν θεῶν, οὐκ ἄξιον προσέχειν ἀπατωμένους ὀνόματι προφήτου· γόης γὰρ ἀλλ’ οὐ προφήτης ἐστὶν ὁ τοιοῦτος, ἐπειδὴ ψευδόμενος λόγια καὶ χρησμοὺς ἐπλάσατο.
τὰς αὐτὰς σπονδάς τε καὶ θυσίας ἀφικνεῖσθαι, κολαστέον ὡς δήμιον καὶ κοινὸν ἐχθρὸν ὄντα ὀλίγα φροντίσαντας οἰκειότητος καὶ τὰς παραινέσεις αὐτοῦ διαγγελτέον πᾶσι τοῖς εὐσεβείας ἐρασταῖς, οἳ ἀνυπερθέτῳ τάχει ταῖς κατ’ ἀνδρὸς ἀνοσίου τιμωρίαις ἐπιδραμοῦνται κρίνοντες εὐαγὲς τὸ κατ’ αὐτοῦ φονᾶν.
ἡ πρὸς θεὸν ἀρέσκεια καὶ τὸ πάντα λέγειν τε καὶ πράττειν ὑπὲρ εὐσεβείας· αἱ δ’ ἐκ προγόνων ἀφ’ αἵματος αὗται λεγόμεναι συγγένειαι καὶ αἱ κατ’ ἐπιγαμίας ἤ τινας ἄλλας ὁμοιοτρόπους αἰτίας οἰκειότητες ἀπορριπτέσθωσαν, εἰ μὴ πρὸς τὸ αὐτὸ τέλος ἐπείγονται, τὴν τοῦ θεοῦ τιμήν, ἣ πάσης ἑνωτικῆς εὐνοίας ἄλυτος δεσμός ἐστιν· ἀντιλήψονται
γὰρ οἱ τοιοῦτοι σεμνοτέρας καὶ p. 260 M. ἱεροπρεπεστέρας συγγενείας.
οὐκ ἀξιῶν τοὺς ἐν τοιαύτῃ πολιτείᾳ τραφέντας ὀργιάζεσθαι καὶ μυστικῶν πλασμάτων ἐκκρεμαμένους ὀλιγωρεῖν ἀληθείας καὶ τὰ νύκτα καὶ σκότος προσκεκληρωμένα μεταδιώκειν παρέντας τὰ ἡμέρας καὶ φωτὸς ἄξια. μηδεὶς οὖν μήτε τελείτω μήτε τελείσθω τῶν Μωυσέως φοιτητῶν καὶ γνωρίμων· ἑκάτερον γὰρ καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν τελετὰς οὐ
μικρὸν ἀνοσιούργημα.
πράττοντες αἰσχυνέσθωσαν καὶ καταδύσεις ἐπιζητοῦντες καὶ γῆς μυχοὺς καὶ βαθὺ σκότος ἐπικρυπτέσθωσαν τὴν πολλὴν ἀνομίαν αὑτῶν ἐπισκιάζοντες, ὡς μηδεὶς ἴδοι· τοῖς δὲ τὰ κοινωφελῆ δρῶσιν ἔστω παρρησία καὶ μεθ’ ἡμέραν διὰ μέσης ἴτωσαν ἀγορᾶς ἐντευξόμενοι πολυανθρώποις ὁμίλοις, ἡλίῳ καθαρῷ τὸν ἴδιον βίον ἀνταυγάσοντες καὶ διὰ τῶν κυριωτάτων
αἰσθήσεων τοὺς συλλόγους ὀνήσοντες, ὁρῶντας μὲν ἡδίστας ὁμοῦ καὶ καταπληκτικωτάτας ὄψεις, ἀκούοντας δὲ καὶ ἑστιωμένους λόγων ποτίμων, οἳ τὰς διανοίας τῶν μὴ σφόδρα ἀμούσων εἰώθασιν εὐφραίνειν. 149 150 ἢ οὐχ
ἀμυθήτους ἰδέας εἰς χρῆσιν καὶ ἀπόλαυσιν ἀνθρώπων;
ἐπειδὰν ἀργύριον παράσχωσι τοῖς τελοῦσι καὶ ἱεροφαντοῦσιν. ὑπερόριοι δὴ πάντες οὗτοι φυγαδευέσθωσαν πόλεως καὶ καταστάσεως, ἐν ᾗ τὸ καλὸν καὶ ἡ ἀλήθεια δι’ αὐτὰ τιμᾶται. ταῦτα μὲν ἐπὶ τοσοῦτον.
οὐδενὶ τῶν ἀνιάτως ἐχόντων ἐπιτρέψας καταφυγεῖν ἐπ’ αὐτάς, ἀλλὰ πορρωτάτω σκορακίσας.
οἳ τὸ φύσεως νόμισμα παρακόπτοντες εἰς ἀκολάστων γυναικῶν πάθη καὶ μορφὰς εἰσβιάζονται· θλαδίας γὰρ καὶ ἀποκεκομμένους τὰ γεννητικὰ ἐλαύνει τό τε τῆς ὥρας ταμιεύοντας ἄνθος, ἵνα μὴ ῥᾳδίως μαραίνοιτο, καὶ τὸν ἄρρενα τύπον μεταχαράττοντας εἰς θηλύμορφον ἰδέαν. 151 152 ἐλαύνει δὲ οὐ μόνον πόρνας ἀλλὰ καὶ τοὺς ἐκ πόρνης,
οὗτος, εἰ καί τις ἄλλος, ἀλληγορίαν ἐπιδέχεται φιλοσόφου θεωρίας ὢν ἀνάπλεως· τῶν γὰρ ἀσεβῶν καὶ ἀνοσίων οὐχ εἷς τρόπος, ἀλλὰ πολλοὶ καὶ διαφέροντες. οἱ μὲν γὰρ τὰς ἀσωμάτους ἰδέας ὄνομα κενὸν ἀμέτοχον ἀληθοῦς πράγματος εἶναί φασι, τὴν ἀναγκαιοτάτην οὐσίαν ἐκ τῶν ὄντων ἀναιροῦντες, ἥτις ἐστὶν ἀρχέτυπον παράδειγμα πάντων ὅσα ποιότητες
οὐσίας, καθ’ ἣν ἕκαστον εἰδοποιεῖτο καὶ διεμετρεῖτο.
οὗ τί γένοιτ’ ἂν ἀτοπώτερον; ἐξ ἐκείνης γὰρ πάντ’ ἐγέννησεν ὁ θεός, οὐκ ἐφαπτόμενος αὐτός — οὐ γὰρ ἦν θέμις ἀπείρου καὶ πεφυρμένης ὕλης ψαύειν τὸν εὐδαίμονα καὶ μακάριον —, ἀλλὰ ταῖς ἀσωμάτοις δυνάμεσιν, ὧν ἔτυμον ὄνομα αἱ ἰδέαι, κατεχρήσατο πρὸς τὸ γένος ἕκαστον τὴν ἁρμόττουσαν λαβεῖν μορφήν. ἡ δὲ πολλὴν ἀταξίαν p. 262 M. εἰσηγεῖται καὶ
σύγχυσιν· ἀναιροῦσα γὰρ ταῦτα, δι’ ὧν αἱ ποιότητες, συναναιρεῖ ποιότητας.
ἐκτετμημένους ὑπόληψιν, ἀγόνους μὲν σοφίας, ἐπιτηδεύοντας δὲ τὴν μεγίστην κακιῶν, ἀθεότητα.
οἱ συμβολικῶς "ἐκ πόρνης“ ὑπὸ τοῦ νόμου προσαγορευόμενοι· καθάπερ γὰρ ὧν μητέρες πόρναι τὸν μὲν ἀληθῆ πατέρα οὔτε ἴσασιν οὔτ’ ἐπιγράψασθαι δύνανται, πολλοὺς δὲ καὶ σχεδὸν ἅπαντας τοὺς ἐραστὰς καὶ ὡμιληκότας, τὸν αὐτὸν τρόπον καὶ οἱ ἀγνοοῦντες τὸν ἕνα καὶ ἀληθινὸν θεὸν πολλοὺς καὶ ψευδωνύμους ἀναπλάττοντες περὶ τὸ ἀναγκαιότατον
τῶν ὄντων τυφλώττουσιν, ὅπερ ἢ μόνον ἢ πρώτιστον ἐξ αὐτῶν σπαργάνων εἰκὸς ἦν ἀναδιδάσκεσθαι· τί γὰρ μάθημα κάλλιον ἢ τοῦ ὄντως
οὐσίαν διενείμαντο τὴν ὅλην ψυχὴν ἐκ λογικοῦ καὶ ἀλόγου μέρους συνεστῶσαν· καὶ οἱ μὲν τὸ λογικόν, ὃ δὴ νοῦς ἐστι, διεκληρώσαντο, οἱ δὲ 155 156 τὸ ἄλογον, ὅπερ εἰς τὰς αἰσθήσεις τέμνεται.
εἰκότι στοχασμῷ φαντασιοῦσθαί τε καὶ λογίζεσθαι.
τῶν κατὰ πόλεις καὶ ὑποδρόμων λεωφόρους ἀνατεμὼν καὶ γνωρίσας ἠπειρώτας νησιώτας οὐκ ἄν ποτ’ εἰς ἑαυτοὺς ἐλθόντας, εἰ μὴ σκάφος ἐναυπηγήθη· οὗτος ὁ καὶ τῶν βαναύσων καὶ τῶν γλαφυρωτέρων τεχνῶν λεγομένων εὑρετής·
οὗτος καὶ τὸ μέγιστον ἀγαθόν, φιλοσοφίαν, ἐγέννησε καὶ δι’ ἑκάστου τῶν μερῶν αὐτῆς ὠφέλησε τὸν ἀνθρώπινον βίον, διὰ μὲν τοῦ λογικοῦ πρὸς ἀνεξαπάτητον ἑρμηνείαν, διὰ p. 263 M. δὲ τοῦ ἠθικοῦ πρὸς τὴν τῶν τρόπων ἐπανόρθωσιν, διὰ δὲ τοῦ φυσικοῦ πρὸς ἐπιστήμην οὐρανοῦ τε καὶ κόσμου. καὶ ἄλλα μέντοι παμπληθῆ λέγουσιν ἐγκώμια νοῦ συμφορήσαντές τε καὶ
ἀγείραντες ἔχοντα τὴν ἀναφορὰν ἐπὶ τὰ λεχθέντα ἤδη, περὶ ὧν οὐ καιρὸς ἐνοχλεῖν.
δίαυλος ἐπισχεθείη κατὰ τὴν τοῦ πεφυκότος ἔξωθεν ἐποχετεύεσθαι πνεύματος ἀποκοπήν, θάνατος ἀπαραίτητος ἐξ ἀνάγκης ἐπακολουθήσει.
ἀμυθήτους διαφοράς, καὶ συνόλως πάντα σώματα καὶ σχήματα καὶ χρώματα καὶ μεγέθη, ὧν ἡ θέα περιττὴν φρόνησιν ἐξειργάσατο καὶ πολὺν ἵμερον ἐπιστήμης ἐγέννησε.
ὠφελείᾳ. γέγονε μὲν οὖν καὶ τῶν ἄλλων ἕκαστον τοῦ σώματος μερῶν πρὸς ἁρμοττούσας χρείας καὶ σφόδρα ἀναγκαίας, ὡς βάσεις μὲν πρὸς περίπατον καὶ δρόμον καὶ τἄλλα ὅσα διὰ σκελῶν ἐνεργεῖται, χεῖρες δὲ πρὸς τὸ πρᾶξαί τι καὶ δοῦναι καὶ λαβεῖν· ὀφθαλμοὶ δὲ ὡσπερεί τι κοινὸν ἀγαθὸν τὴν τοῦ δύνασθαι κατορθοῦν αἰτίαν καὶ τούτοις καὶ τοῖς ἄλλοις
ἅπασι παρέχουσιν.
158 θαυμασιώτατον δὲ καὶ ἀκοὴ χρῆμα, δι’ ἧς μέλη καὶ μέτρα καὶ ῥυθμοί,
ἔτι δὲ τῶν ἐν ἱστορίαις καὶ διαλόγοις καὶ τῶν ἐν ὁμιλίαις ἀναγκαίαις περὶ τῶν ἐν βίῳ πραγμάτων πρὸς τοὺς ἀεὶ πλησιάζοντας· συνόλως γὰρ διὰ φωνῆς διττὴν ἐχούσης δύναμιν, εἴς τε τὸ λέγειν καὶ τὸ ᾄδειν, ἑκάτερα ταῦτα διακρίνει πρὸς ὠφέλειαν ψυχῆς·
τὸ ἄρρυθμον ἐν ἡμῖν ῥυθμοῖς, τὸ δ’ ἐκμελὲς μέλεσι, τὸ δ’ ἄμετρον μέτροις ἐπιστομίζουσα — ποικίλον δ’ ἐστὶ καὶ παντοδαπὸν ἕκαστον, ὡς μουσικοὶ καὶ ποιηταὶ μαρτυροῦσιν, οἷς p. 264 M. πιστεύειν ἀναγκαῖον ἐπιτήδευμα τοῖς εὖ πεπαιδευμένοις —, ὁ δὲ λόγος ἐπέχων καὶ ἀνακόπτων τὰς ἐπὶ κακίαν ὁρμὰς καὶ τοὺς κεκρατημένους ἀφροσύναις καὶ ἀηδίαις ἐκνοσηλεύων,
μαλακώτερον μὲν τοὺς ὑπείκοντας, σφοδρότερον δὲ τοὺς ἀφηνιάζοντας, αἴτιος γίνεται τῶν μεγίστων ὠφελειῶν.
ἰδέας ἀναιροῦντας, „θλαδίας“ ὑπειπών, καὶ τοὺς κατὰ τὸ παντελὲς ἀθέους, οἷς ὄνομα οἰκεῖον τὸ „ἀποκόπων“ ἔθετο, καὶ τοὺς ἐξ ἐναντίας εἰσηγητὰς θεογονίας, οὓς ἐκάλεσεν „ἐκ πόρνης“, καὶ ἐπὶ πᾶσι τοὺς φιλαύτους, ὧν οἱ μὲν τὸν λογισμόν, οἱ δ’ ἑκάστην τῶν αἰσθήσεων ἐξεθείωσαν· ἐπείγονται 159 γὰρ πάντες οὗτοι πρὸς τὸ αὐτὸ τέλος, εἰ καὶ ἀπὸ διαφερόντων ἄγονται βουλευμάτων, τὸν ἕνα καὶ ὄντως ὄντα θεὸν παρησυχάζοντες.
τῷ θεῷ ζῆν ἅπαντας (Deut. 4, 4), δόγμα τιθεὶς ἀναγκαῖον καὶ φιλόσοφον· ὄντως γὰρ οἱ μὲν ἄθεοι τὰς ψυχὰς τεθνᾶσιν, οἱ δὲ τὴν παρὰ τῷ ὄντι θεῷ τεταγμένοι τάξιν ἀθάνατον βίον ζῶσιν.
De Specialibus Legibus (lib. i‑iv). Philo Judaeus. ed. Leopold Cohn, ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.