μὲν ἔργα τρεπομένους ἐφ’ ἡμέρας ἕξ, ἀνέχοντας δὲ τῇ ἑβδόμῃ καὶ φιλοσοφοῦντας καὶ θεωρίαις μὲν τῶν τῆς φύσεως σχολάζοντας, ἐπισκοποῦντας δὲ καὶ εἴ τι μὴ καθαρῶς ἐν ταῖς προτέραις ἐπράχθη, λόγον καὶ εὐθύνας ὧν εἶπον ἢ ἔδρασαν παρ’ ἑαυτῶν λαμβάνοντας ἐν τῷ τῆς ψυχῆς βουλευτηρίῳ, συνεδρευόντων καὶ συνεξεταζόντων τῶν νόμων εἴς
τε τὴν τῶν παροραθέντων κατόρθωσιν καὶ πρὸς τὴν τοῦ μηδὲν αὖθις ἐξαμαρτάνειν προφυλακήν.
De Decalogo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.