ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ
ἐπί τε τῆς ἐρυθρᾶς θαλάσσης καὶ κατὰ τὴν ἐρήμην πεπραγμένων, ἃ δύναμιν πᾶσαν λόγων ὑπερβάλλει, καὶ προσέτι πόνων οὓς κατώρθωσε καὶ κληρουχιῶν ἃς ἐκ μέρους ἀπένειμε τοῖς στρατευσαμένοις· ἣν δὲ νυνὶ συντάττομεν, περὶ τῶν ἑπομένων καὶ ἀκολούθων.
βέλτιον, ἐὰν ἢ οἱ βασιλεῖς φιλοσοφήσωσιν ἢ οἱ φιλόσοφοι βασιλεύσωσιν. ὁ δ’ ἐκ περιττοῦ φανεῖται μὴ μόνον ταύτας ἐπιδεδειγμένος τὰς δυνάμεις ἐν ταὐτῷ, τήν τε βασιλικὴν καὶ φιλόσοφον, ἀλλὰ καὶ τρεῖς ἑτέρας, ὧν ἡ μὲν πραγματεύεται περὶ νομοθεσίαν, ἡ p. 135 M. δὲ περὶ ἀρχιερωσύνην, ἡ δὲ τελευταία περὶ προφητείαν.
δὲ τῶν πρακτέων καὶ ἀπαγόρευσις τῶν οὐ πρακτέων ἴδιον νόμου, ὡς εὐθὺς εἶναι τὸν μὲν βασιλέα νόμον ἔμψυχον, τὸν δὲ νόμον βασιλέα δίκαιον.
τῆς πρώτης ἱερωσύνης, ἵν’ ἐπὶ τελείοις ἱεροῖς καὶ ἐπιστήμῃ τελείᾳ τῆς τοῦ θεοῦ θεραπείας ἀποτροπὴν μὲν κακῶν μετουσίαν δ’ ἀγαθῶν αὑτῷ τε καὶ τοῖς ἀρχομένοις αἰτῆται παρὰ τοῦ ἵλεω καὶ ταῖς εὐχαῖς συνεπινεύοντος· πῶς γὰρ οὐ τελεσφορήσει τὰς εὐχὰς ὁ καὶ ἐκ φύσεως εὐμενὴς καὶ τοὺς γνησίως θεραπεύοντας αὐτὸν προνομίας ἀξιῶν;
ἐπειδὴ μυρία καὶ βασιλεῖ καὶ νομοθέτῃ καὶ ἀρχιερεῖ τῶν ἀνθρωπείων καὶ θείων ἄδηλα—γενητὸς γὰρ οὐδὲν ἧττον καὶ θνητός ἐστιν, εἰ καὶ τοσοῦτον καὶ οὕτως ἄφθονον περιβέβληται κλῆρον εὐπραγιῶν —, ἀναγκαίως καὶ προφητείας ἔτυχεν, ἵν’ ὅσα μὴ λογισμῷ δύναται καταλαμβάνειν, ταῦτα προνοίᾳ θεοῦ εὕροι· ὧν γὰρ ὁ νοῦς ἀπολείπεται, πρὸς
ταῦθ’ ἡ προφητεία φθάνει.
οὐκ ἀγνοῶ μὲν οὖν, ὅτι τῷ μέλλοντι ἀρίστῳ γενήσεσθαι νομοθέτῃ προσήκει παντελέσι καὶ ὁλοκλήροις κεχρῆσθαι ταῖς ἀρεταῖς πάσαις· ἐπεὶ δὲ κἀν ταῖς οἰκίαις οἱ μὲν ἐγγυτάτω γένους εἰσίν, οἱ δὲ πόρρω, συγγενεῖς δὲ πάντες ἀλλήλων, καὶ τῶν ἀρετῶν τὰς μὲν προσπεφυκέναι νομιστέον μᾶλλον ἐνίοις πράγμασι, τὰς δ’ ἧττον ᾠκειῶσθαι.
φιλοδίκαιον, τὸ φιλάγαθον, τὸ μισοπόνηρον· ὑπὸ γὰρ τούτων ἑκάστου παρακαλεῖται πᾶς, ὅτῳ ζῆλος εἰσέρχεται τοῦ νομοθετεῖν, φιλανθρωπίας μὲν εἰς μέσον προτιθέναι τὰς κοινωφελεῖς γνώμας ἀναδιδασκούσης, δικαιοσύνης δὲ ὡς ἰσότητα τιμητέον καὶ ὡς τὸ κατ’ ἀξίαν ἀπονεμητέον ἑκάστοις, φιλαγαθίας δ’
ἀποδέχεσθαι τὰ φύσει καλὰ καὶ παρέχειν ἅπασι τοῖς ἀξίοις ἀταμίευτα πρὸς ἀφθονωτάτην χρῆσιν, μισοπονηρίας δὲ προβεβλῆσθαι τοὺς ἀτιμάζοντας ἀρετὴν καὶ ὡς κοινοὺς δυσμενεῖς τοῦ τῶν ἀνθρώπων γένους ὑποβλέπεσθαι.
ἐφικέσθαι δοκεῖ τρανώσας εὖ μάλα τὰς εἰρημένας ἀρετὰς ἐν οἷς διετάξατο.
γεγόνασι σαφέστατα τὰς λεχθείσας ἐμφαίνοντες ἀρετάς.
εὑρήσει κεκινημένα, πολέμοις ἢ τυραννίσιν ἤ τισιν ἄλλοις ἀβουλήτοις, ἃ νεωτερισμῷ τύχης κατασκήπτει· πολλάκις δὲ καὶ τρυφὴ πλεονάσασα χορηγίαις καὶ περιουσίαις ἀφθόνοις καθεῖλε νόμους, „τὰ λίαν ἀγαθὰ“ τῶν πολλῶν φέρειν οὐ δυναμένων, ἀλλὰ διὰ κόρον ἐξυβριζόντων·
καθάπερ σφραγῖσι φύσεως αὐτῆς σεσημασμένα, μένει παγίως ἀφ’ ἧς ἡμέρας ἐγράφη μέχρι νῦν καὶ πρὸς τὸν ἔπειτα πάντα διαμενεῖν ἐλπὶς αὐτὰ αἰῶνα ὥσπερ ἀθάνατα, ἕως ἂν ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος ᾖ.
τιμὴν ὡσιῶσθαι· γέρας γὰρ τοῦτ’ ἔλαχον ἐξαίρετον, ὃ μηδενὶ πρόσεστιν ἑτέρῳ.
προβέβληνται καὶ Λακεδαιμόνιοι τὰ Ἀθηναίων· ἀλλ’ οὐδὲ κατὰ τὴν βάρβαρον Αἰγύπτιοι τοὺς Σκυθῶν νόμους φυλάττουσιν ἢ Σκύθαι τοὺς Αἰγυπτίων ἢ συνελόντι φράσαι τοὺς τῶν κατ’ Εὐρώπην οἱ τὴν Ἀσίαν οἰκοῦντες ἢ τοὺς τῶν Ἀσιανῶν ἐθνῶν οἱ ἐν Εὐρώπῃ· ἀλλὰ σχεδὸν οἱ ἀφ’ ἡλίου ἀνιόντος ἄχρι δυομένου, πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις,
τῶν ξενικῶν νομίμων ἀλλοτριοῦνται καὶ οἴονται τὴν τῶν οἰκείων ἀποδοχήν, εἰ τὰ παρὰ τοῖς ἄλλοις ἀτιμάζοιεν, συναυξήσειν.
μᾶλλον δὲ καὶ ὑποζυγίοις διδούς;
μηδενὸς ἐπιψαύοντος.
γαστρὸς ἡδοναὶ συναύξονται προσαναρρηγνῦσαι καὶ τὰς ὑπογαστρίους ἐπιθυμίας·
μὲν παλαιῶν ἁμαρτημάτων, κτῆσιν δὲ καὶ ἀπόλαυσιν νέων ἀγαθῶν εἰώθασιν αἰτεῖσθαι.
ἀνθρώπους ἀνέφηναν αὑτῶν.
τμήματι τοῦ γένους ἀνθρώπων ἐξετασθήσονται μόνῳ τῷ βαρβαρικῷ, τὸ δ’ Ἑλληνικὸν εἰς ἅπαν ἀμοιρήσει, πρὸς ἑρμηνείαν τὴν τούτων ἐτράποντο.
τοῦ τὴν Αἴγυπτον παραλαβόντος, ἀρεταῖς δὲ ταῖς ἐν ἡγεμονίᾳ πάντων, οὐχὶ τῶν καθ’ αὑτὸν μόνον, p. 139 M. ἀλλὰ καὶ τῶν πάλαι πώποτε γεγενημένων ἄριστος, οὗ καὶ μέχρι νῦν τοσαύταις ὕστερον γενεαῖς ᾄδεται τὸ κλέος πολλὰ δείγματα καὶ μνημεῖα τῆς μεγαλοφροσύνης κατὰ πόλεις καὶ χώρας ἀπολιπόντος, ὡς ἤδη καὶ ἐν παροιμίας εἴδει τὰς ὑπερόγκους φιλοτιμίας
13 14 καὶ μεγάλας κατασκευὰς Φιλαδελφείους ἀπ’ ἐκείνου καλεῖσθαι.
καθάπερ ἐν ζῴῳ τὸ ἡγεμονεῦον κεφαλὴ τρόπον τινὰ τῶν βασιλέων.
τοὺς τὸν νόμον διερμηνεύσοντας.
ἑστιάτορα εὐώχουν ἀντεφεστιῶντες· ὁ μὲν γὰρ ἀπεπειρᾶτο τῆς ἑκάστου σοφίας καινὰς ἀλλ’ οὐ τὰς ἐν ἔθει ζητήσεις προτείνων, οἱ δ’ εὐστόχως καὶ εὐθυβόλως, οὐκ ἐπιτρέποντος μακρηγορεῖν τοῦ καιροῦ, καθάπερ ἀποφθεγγόμενοι τὰ προταθέντα διελύοντο.
ὅσον εἴη τὸ πρᾶγμα θεσπισθέντας νόμους χρησμοῖς διερμηνεύειν, μήτ’ 15 16 ἀφελεῖν τι μήτε προσθεῖναι ἢ μεταθεῖναι δυναμένους, ἀλλὰ τὴν ἐξ ἀρχῆς ἰδέαν καὶ τὸν τύπον αὐτῶν διαφυλάττοντας, ἐσκόπουν τὸ καθαρώτατον τῶν περὶ τὸν τόπον χωρίων ἔξω πόλεως· τὰ γὰρ ἐντὸς τείχους ἅτε παντοδαπῶν πεπληθότα ζῴων διὰ νόσους καὶ τελευτὰς καὶ τὰς ὑγιαινόντων οὐκ εὐαγεῖς πράξεις ἦν ὕποπτα.
Ἀλεξανδρείας, ἧς αὐχὴν ὑποταίνιος τέταται πρὸς τὴν πόλιν περικλειόμενος p. 140 M. οὐκ ἀγχιβαθεῖ τὰ δὲ πολλὰ τεναγώδει θαλάττῃ, ὡς καὶ τῆς τῶν κυμάτων φορᾶς τὸν πολὺν ἦχον καὶ πάταγον ἐκ πάνυ μακροῦ διαστήματος προεκλύεσθαι.
ψυχῇ πρὸς μόνους ὁμιλῆσαι τοὺς νόμους, ἐνταυθοῖ κατέμειναν καὶ τὰς ἱερὰς βίβλους λαβόντες ἀνατείνουσιν ἅμ’ αὐταῖς καὶ τὰς χεῖρας εἰς οὐρανόν, αἰτούμενοι τὸν θεὸν μὴ διαμαρτεῖν τῆς προθέσεως· ὁ δ’ ἐπινεύει ταῖς εὐχαῖς, ἵνα τὸ πλεῖστον ἢ καὶ τὸ σύμπαν γένος ἀνθρώπων ὠφεληθῇ χρησόμενον εἰς ἐπανόρθωσιν βίου φιλοσόφοις καὶ παγκάλοις
ἑκάστοις ἀοράτως ἐνηχοῦντος.
Ἑλληνικὰ τοῖς Χαλδαϊκοῖς, ἐναρμοσθέντα εὖ μάλα τοῖς δηλουμένοις πράγμασιν.
ἔμελλεν ἐμφαντικῶς τὰ δηλούμενα.
οὐχ ἑρμηνέας ἐκείνους ἀλλ’ ἱεροφάντας καὶ προφήτας προσαγορεύοντες, οἷς ἐξεγένετο συνδραμεῖν λογισμοῖς εἱλικρινέσι τῷ Μωυσέως καθαρωτάτῳ πνεύματι.
ἐξέλαμψε, καὶ παλαιᾶς ἕνεκεν εὐεργεσίας ἀεὶ νεαζούσης εὐχαριστήσοντες τῷ θεῷ.
ἀφορμὴ πρὸς τὸ λαμπρότερον, πόσην εἰκὸς ἐπίδοσιν γενήσεσθαι; καταλιπόντας ἂν οἶμαι τὰ ἴδια καὶ πολλὰ χαίρειν φράσαντας τοῖς πατρίοις ἑκάστους μεταβαλεῖν ἐπὶ τὴν τούτων μόνων τιμήν· εὐτυχίᾳ γὰρ τοῦ ἔθνους οἱ νόμοι συναναλάμψαντες ἀμαυρώσουσι τοὺς ἄλλους καθάπερ ἀνατείλας ἥλιος τοὺς ἀστέρας.
τῇ τάξει πρότερον ἀκριβώσαντες.
ἀναγκαιότατα· ἓν μὲν τὸν αὐτὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου καὶ ἀληθείᾳ νομοθέτην, ἕτερον δὲ τὸν χρησόμενον τοῖς νόμοις ἀκολουθίαν φύσεως ἀσπασόμενον καὶ βιωσόμενον κατὰ τὴν τοῦ ὅλου διάταξιν ἁρμονίᾳ καὶ συμφωνίᾳ πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων.
καὶ ἃ μὴ διαταξάμενοι τιμωρίας κατὰ τῶν παραβαινόντων ὥρισαν, οἱ δ’ p. 142 M. ἀμείνους δόξαντες εἶναι τὴν ἀρχὴν οὐκ ἐνθένδε ἐποιήσαντο, πόλιν δὲ τῷ λόγῳ κτίσαντες καὶ ἱδρυσάμενοι πρότερον ἣν ἐνόμιζον οἰκειοτάτην καὶ πρεπωδεστάτην εἶναι τῇ κτισθείσῃ πολιτείαν διὰ τῆς τῶν νόμων θέσεως ἐφήρμοζον.
τε καὶ δεσποτικόν, ἄνευ παραμυθίας προστάττειν ὡς οὐκ ἐλευθέροις ἀλλὰ δούλοις, τὸ δ’ ὕστερον ἐμμελὲς μέν, οὐ μὴν τελείως ἐπαινετὸν ἅπασι τοῖς κριταῖς, ὡς ἔοικεν, ἐν ἑκατέρῳ τῶν λεχθέντων διήνεγκεν.
πειρώμενος ὑφηγεῖσθαι, τοῦ προτρέψασθαι χάριν μᾶλλον ἢ 22 βιάσασθαι· πόλεώς τε χειροποιήτου κτίσιν ἀρχὴν ποιήσασθαι τῆς γραφῆς ταπεινότερον ἢ κατὰ τὴν ἀξίαν τῶν νόμων ὑπολαβὼν εἶναι, πρὸς τὸ μέγεθος καὶ κάλλος τῆς ὅλης νομοθεσίας ἀκριβεστάτῃ ὄψει τῇ κατὰ διάνοιαν ἀπιδὼν καὶ νομίσας αὐτὴν κρείττονα καὶ θειοτέραν ἢ ὥστε κύκλῳ τινὶ τῶν ἐπὶ γῆς ὁρισθῆναι, τῆς μεγαλοπόλεως τὴν γένεσιν
εἰσηγήσατο, τοὺς νόμους ἐμφερεστάτην εἰκόνα τῆς τοῦ κόσμου πολιτείας
καὶ δόξαν καὶ τὰ ἄλλα ἐκτὸς εὐτυχίας, ἀρετῆς δ’ ἀφηνιάσαντας καὶ οὐκ ἀνάγκῃ γνώμῃ δ’ ἑκουσίῳ πανουργίαν καὶ ἀδικίαν καὶ τὰς ἄλλας κακίας, ὡς μέγα ὄφελος τὴν μεγίστην ζημίαν, ἐπιτηδεύσαντας καθάπερ οὐκ ἀνθρώπων ἐχθροὺς ἀλλὰ τοῦ σύμπαντος οὐρανοῦ τε καὶ κόσμου τὰς ἐν ἔθει τιμωρίας οὔ φησιν ὑπομεῖναι, ἀλλὰ καινοτάτας καὶ παρηλλαγμένας,
ἃς ἐμεγαλούργησεν ἡ πάρεδρος τῷ θεῷ μισοπόνηρος δίκη, τῶν τοῦ παντὸς δραστικωτάτων στοιχείων ἐπιθεμένων ὕδατος καὶ πυρός, ὡς καιρῶν περιόδοις τοὺς μὲν κατακλυσμοῖς φθαρῆναι, τοὺς δὲ 23 καταφλεχθέντας ἀπολέσθαι.
ὑπολειφθέντων πάλιν τοῦ γένους συναυξηθέντος καὶ εἰς πολυανθρωπίαν ἐπιδόντος, ἐπειδὴ τὸ περὶ τοὺς προγόνους πάθος οἱ p. 143 M. ἀπόγονοι μάθημα σωφροσύνης οὐκ ἐποιήσαντο, πρὸς δ’ ἀκολασίας ἐτράποντο ζηλωταὶ χαλεπωτέρων ἐπιτηδευμάτων γενόμενοι, πυρὶ τούτους ἀναλῶσαι διενοήθη.
ἀσεβεῖς κατέπρησαν καὶ τὰς πόλεις αὐτῶν· καὶ μέχρι τοῦ νῦν μνημεῖα τοῦ συμβεβηκότος ἀλέκτου πάθους δείκνυται κατὰ Συρίαν, ἐρείπια καὶ τέφρα καὶ θεῖον καὶ καπνὸς καὶ ἡ ἔτι ἀναδιδομένη φλὸξ ἀμαυρὰ καθάπερ διασμυχομένου πυρός.
εὖ πάσχειν ἀρετῆς ἐπαξίων ἄθλων τυγχάνοντας.
ἕπεται· καίτοι γ’ οὐκ ἐπ’ ἄκρον ἦλθε σοφίας, ὡς διὰ τελειότητα τῆς ἐν αὐτῷ φύσεως τοσούτου γέρως ἀξιωθῆναι, ἀλλ’ ὅτι μόνος τοῖς πολλοῖς οὐ συνηνέχθη πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνασι καὶ πάσας μὲν ἡδονὰς πάσας δ’ ἐπιθυμίας χορηγίαις ἀφθόνοις ἀνάψασιν ὥσπερ φλόγα λασίῳ ὕλῃ κεχυμένῃ.
γὰρ ἐπιτήδειος εἶναι μὴ μόνον ἀμοιρῆσαι τῆς κοινῆς συμφορᾶς, ἀλλὰ καὶ δευτέρας γενέσεως ἀνθρώπων αὐτὸς ἀρχὴ γενέσθαι, θείαις προστάξεσιν, ἃς ὑφηγοῦντο οἱ χρησμοί, ξύλινον δημιουργήσας ἔργον μέγιστον εἰς πήχεις τριακοσίους μῆκος καὶ πεντήκοντα εὖρος καὶ τριάκοντα ὕψος καὶ συνεχῆ κατασκευασάμενος ἔνδον οἰκήματα ἐπίπεδα καὶ ὑπερῷα,
τριώροφα καὶ τετρώροφα, καὶ τροφὰς ἑτοιμασάμενος, ἀφ’ ἑκάστου γένους ζῴων ὅσα χερσαῖα καὶ πτηνὰ εἰσήγαγεν ἄρρεν τε καὶ θῆλυ σπέρματα ὑπολειπόμενος πρὸς καταλλαγὴν καιρῶν τῶν αὖθίς ποτε γενησομένων·
12 οὗ χάριν πάντα ἐπειθάρχει καὶ τὰ τέως ἐξηγριωμένα ἡμεροῦτο καὶ οἷα νομεῖ καὶ ἀγελάρχῃ τιθασευθέντα ἐπηκολούθει.
σύμπασα γῆ τὰ ἀμύθητα εἴδη καὶ πρότερον ἤνεγκε καὶ ἴσως αὖθις οἴσει.
κοιλότητας· ὥσπερ γὰρ θεοῦ προστάξαντος, ἑκάστη φύσις ὅπερ ἔχρησεν οἷα δάνειον ἀναγκαῖον ἀπελάμβανε, θάλαττα καὶ πηγαὶ καὶ ποταμοί· πρὸς γὰρ τοὺς οἰκείους τόπους ἕκαστον ῥεῖθρον ὑπενόστει.
ἐκτίζετο, πρόεισιν ἐκ τοῦ ξυλίνου κατασκευάσματος αὐτὸς καὶ γυνὴ καὶ υἱοὶ καὶ τούτων γυναῖκες καὶ μετὰ τῆς οἰκίας ἀγεληδὸν τὰ συνεληλυθότα τῶν ζῴων γένη πρὸς τὴν τῶν ὁμοίων σποράν τε καὶ γένεσιν.
τὸν τῶν στοιχείων νεωτερισμὸν τοῖς πανταχοῦ πᾶσιν ἐπετειχίσθησαν, ἀλλὰ καὶ παλιγγενεσίας ἐγένοντο ἡγεμόνες καὶ δευτέρας ἀρχηγέται περιόδου, καθάπερ ἐμπυρεύματα τοῦ ζῴων ἀρίστου γένους ἀνθρώπων ὑπολειφθέντες, ὃ τὴν ἡγεμονίαν τῶν περιγείων ἅπαξ ἁπάντων ἔλαχεν ἀντίμιμον γεγονὸς θεοῦ δυνάμεως, εἰκὼν τῆς ἀοράτου φύσεως ἐμφανής,
ἀιδίου γενητή.
θεωρίᾳ παγκάλων ἐβελτίωσε καὶ οὐ πρότερον ἀνῆκεν ἢ τελειογονηθῆναι τοὺς ἀρετῆς καρποὺς διά τε λόγων καὶ πράξεων.
ὄν· ἱερωσύνη δὲ θεραπείαν ἐπιτετήδευκε θεοῦ. τούτου τοῦ γέρως, οὗ μεῖζον ἀγαθὸν ἐν τοῖς οὖσιν οὐκ ἔστιν, ἠξιοῦτο χρησμοῖς ἕκαστα τῶν
φύσεως, σιτίων καὶ ποτῶν καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας.
θεωρίας, αἷς ἄνωθεν ἀπ’ οὐρανοῦ καταπνεόμενος τὴν μὲν διάνοιαν τὸ πρῶτον, ἔπειτα δὲ καὶ τὸ σῶμα διὰ τῆς ψυχῆς ἐβελτιοῦτο, καθ’ ἑκάτερον 30 πρός τε ἰσχὺν καὶ εὐεξίαν ἐπιδιδούς, ὡς τοὺς ἰδόντας ὕστερον ἀπιστεῖν.
τροφῆς καὶ ἡμέραις ὕστερον, ὡς ἐλέχθη, τεσσαράκοντα κατέβαινε πολὺ καλλίων τὴν ὄψιν ἢ ὅτε ἀνῄει, ὡς τοὺς ὁρῶντας τεθηπέναι καὶ καταπεπλῆχθαι καὶ μηδ’ ἐπὶ πλέον ἀντέχειν τοῖς ὀφθαλμοῖς δύνασθαι κατὰ τὴν προσβολὴν ἡλιοειδοῦς φέγγους ἀπαστράπτοντος.
τὴν ἱερωσύνην πάντα καὶ πρῶτα, ἃ δὴ καὶ πρῶτα τῇ τάξει, τὰ περὶ τὴν τοῦ ἱεροῦ καὶ τῶν ἐν αὐτῷ κατασκευήν.
ἱερόπολιν τὸν τόπον.
τοιάδε· ὀκτὼ καὶ τεσσαράκοντα κίονες κέδρου p. 147 M. τῆς ἀσηπτοτάτης ἀπὸ στελεχῶν κοπέντες εὐερνεστάτων περιεβάλλοντο χρυσῷ βαθεῖ· κἄπειθ’ ἑκάστῳ δύο ἀργυραῖ βάσεις ὑπηρείδοντο καὶ κατὰ τὸ ἀκροκιόνιον ἐφηρμόζετο χρυσῆ κεφαλίς.
διάστημα ποιούμενος, ἀλλ’ ἑξῆς ἐφαρμόζων καὶ συνάπτων, ἵν’ οἷα τείχους ὄψις μία προφαίνηται· εἰς δὲ τὸ πλάτος ἐσώτατον τοὺς λοιποὺς ὀκτώ, ἓξ μὲν κατὰ τὴν μέσην χώραν, δύο δ’ ἐν ταῖς παρ’ ἑκάτερα τῆς μέσης γωνίαις, τὸν μὲν ἐπὶ δεξιά, τὸν δ’ ἐπ’ εὐώνυμα· κατὰ δὲ τὴν εἴσοδον ἄλλους τέσσαρας, τὰ μὲν ἄλλα ὁμοίους, μίαν δ’ ἀντὶ δυοῖν ἔχοντας
βάσιν τῶν ἐξ ἀντικρύ, μεθ’ οὓς ἐξωτάτω πέντε μόναις ταῖς βάσεσι διαφέροντας, χαλκαῖ γὰρ ἦσαν·
τεσσαράκοντα μὲν τῶν καθ’ ἑκατέραν πλευρὰν εἴκοσιν, ἓξ δὲ τῶν ἐν μέσῳ δίχα τῶν παρὰ ταῖς γωνίαις ἀποκεκρυμμένων, τεσσάρων δὲ τῶν ἀντικρύ, ἐφ’ ὧν τὸ καταπέτασμα.
νεύει πρὸς τὰ ἐκτός, τῇ δὲ ἀνακάμπτει πρὸς νοῦν ὑπηρέτις οὖσα φύσεως νόμοις αὐτοῦ.
χαλκαῖ γάρ εἰσιν· ἐπεὶ δὲ τῆς ἐν ἡμῖν αἰσθήσεως κεφαλὴ μὲν καὶ ἡγεμονικὸν ὁ νοῦς, ἐσχατιὰ δὲ καὶ ὡσανεὶ βάσις τὸ αἰσθητόν, εἴκασε δὴ τὸν μὲν νοῦν χρυσῷ, χαλκῷ δὲ τὸ αἰσθητόν.
ὑακίνθῳ καὶ πορφύρᾳ καὶ κοκκίνῳ καὶ βύσσῳ καταχρώμενος εἰς τὴν 35 36 ὑφήν. δέκα γὰρ ἃς διὰ τῆς ἱερᾶς γραφῆς ὠνόμασεν αὐλαίας ἐκ τῶν ἀρτίως λεχθέντων γενῶν ἐδημιούργει, μήκει μὲν ὀκτὼ καὶ εἴκοσι πηχῶν ἑκάστην, εἰς δὲ τέσσαρας πήχεις πρὸς εὖρος ἀποτείνων, ἵνα καὶ δεκάδα ἔχωσι τὴν παντέλειαν καὶ τετράδα τὴν δεκάδος οὐσίαν καὶ τὸν ὀκτὼ καὶ εἴκοσιν ἀριθμὸν τέλειον ἴσον τοῖς ἑαυτοῦ μέρεσι καὶ τεσσαρακοντάδα
τὴν ζῳογονικωτάτην, ἐν ᾗ διαπλάττεσθαί φασιν ἄνθρωπον ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ.
πήχεως ἀπὸ τοῦ ἐδάφους, ἵνα μὴ ἐπισύρηται τὸ πάγκαλον καὶ ἱεροπρεπὲς ὕφασμα.
προπυλαίου τὸ καταπέτασμα.
τὸ ἄδυτον, τὸ δ’ ἔξω κατὰ τοὺς πέντε, ὡς μηδεὶς ἐξ ἀπόπτου δύναιτο τῶν μὴ ἱερωμένων καταθεάσασθαι τὰ ἅγια.
οὗτος —, τὸ δὲ κόκκινον πυρί, διότι φοινικοῦν ἑκάτερον· ἦν γὰρ ἀναγκαῖον ἱερὸν χειροποίητον κατασκευάζοντας τῷ πατρὶ καὶ ἡγεμόνι τοῦ παντὸς τὰς ὁμοίας p. 149 Μ. λαβεῖν οὐσίας, αἷς τὸ ὅλον ἐδημιούργει.
ἑκατὸν καὶ πλάτος πεντήκοντα, κίονας ἔχον ἀφεστῶτας ἴσον ἀλλήλων διάστημα πέντε πήχεις, ὡς τοὺς μὲν σύμπαντας ἑξήκοντα εἶναι, διανέμεσθαι δ’ εἰς μὲν τὸ μῆκος τεσσαράκοντα, πρὸς δὲ τὸ εὖρος εἴκοσι, 38 39 καθ’ ἑκάτερα μέρη τοὺς ἡμίσεις.
τοῖς κίοσιν ἱστίοις ἐμφερεῖς, ὑπὲρ τοῦ μηδένα τῶν μὴ καθαρῶν
εἴκοσι πηχῶν ἀνεμετρεῖτο· κατὰ δὲ τὸ προπύλαιον, ὡς εἰκός, ἕνεκα τοῦ πλήθους τῶν εἰσιόντων μεῖζον ἐγίνετο διάστημα πεντήκοντα πηχῶν· οὕτως γὰρ οἱ ἑκατὸν τῆς αὐλῆς ἔμελλον ἐκπληροῦσθαι, τῶν κατὰ τὸν ὀπισθόδομον εἴκοσι καὶ οὓς ἀπελάμβανεν ἡ σκηνὴ τριάκοντα συντεθέντων τοῖς κατὰ τὰς εἰσόδους πεντήκοντα.
ὡσανεὶ μέσος ὅρος ἵδρυτο διττῆς πεντηκοντάδος, τῆς μὲν κατ’ ἀνατολάς, ἔνθα αἱ εἴσοδοι, τῆς δὲ πρὸς δυσμάς, ἔνθα τό τε μῆκος τῆς σκηνῆς καὶ ὁ κατόπιν περίβολος.
τὴν σκηνὴν κἀκ τῆς ὁμοίας ὕλης ἀπειργασμένον.
πῶμα τὸ λεγόμενον ἐν ἱεραῖς βίβλοις ἱλαστήριον.
ὕψος ἄλογον αἴρουσαν καὶ φυσῶσαν οἴησιν ἀτυφίας ἔρωτι σὺν ἐπιστήμῃ στέλλειν καὶ καθαιρεῖν ἀξιούσης.
καὶ ἐπιστήμη πολλή.
ἣν ἕνεκα τῶν γινομένων ἀφ’ ἑκατέρου προσῆκε ποιεῖσθαι· τὸν γὰρ μέσον ταῦτα τοῦ κόσμου τόπον κεκλήρωται·
ἐν τετάρτῃ χώρᾳ φωσφορεῖ τοῖς ὑπεράνω τρισὶ καὶ τοῖς ὑπ’ αὐτὸν ἴσοις, ἁρμοζόμενος τὸ μουσικὸν καὶ θεῖον ὡς ἀληθῶς ὄργανον.
αἱ τροφαί, τοῦ μὲν ὕοντος, τῆς δὲ τὰ σπέρματα ταῖς τῶν ὑδάτων ἐπιρροίαις τελειογονούσης.
καὶ φυλακτικὸν ὄντα θυσιῶν τὸν ἀναλωτικὸν τούτων, αἰνιττόμενος οὐ τὰ μέλη καὶ τὰ μέρη τῶν ἱερουργουμένων, ἅπερ δαπανᾶσθαι πυρὶ πέφυκεν, ἀλλὰ τὴν προαίρεσιν τοῦ προσφέροντος·
λύσιν ἁμαρτημάτων, ἀλλ’ ὑπόμνησιν ἐργάζονται·
μέλλοντι ἀρχιερεῖ καθίστασθαι παγκάλην καὶ θαυμασιωτάτην ἔχουσαν ἐν τοῖς ὑφάσμασι πλοκήν. τὰ δ’ ὕφη διττὰ ἦν, τὸ μὲν ὑποδύτης, τὸ δὲ προσαγορευόμενον ἐπωμίς.
δύο τιμαλφέστατοι, p. 152 M. οἷς τὰ ὀνόματα τῶν φυλάρχων ἓξ καθ’ ἑκάτερον ἐνεχαράττετο, δώδεκα τὰ σύμπαντα· καὶ κατὰ τὸ στῆθος ἄλλοι λίθοι πολυτελεῖς δώδεκα διαφέροντες ταῖς χρόαις, σφραγῖσιν ἐοικότες, ἐκ τριῶν τετραστοιχεί· οὗτοι δ’ ἐνηρμόζοντο τῷ προσαγορευομένῳ λογείῳ.
θεολόγος εἶναι, τάχα που σύμβολα τιθεὶς αὐτὰ τῶν πρώτων ἀριθμῶν, μονάδος καὶ δυάδος καὶ τριάδος καὶ τετράδος, ἐπειδὴ πάντα ἐν τετράδι, σημεῖον καὶ γραμμὴ καὶ ἐπιφάνεια καὶ στερεόν, τὰ μέτρα τῶν συμπάντων, καὶ αἱ κατὰ μουσικὴν ἄρισται συμφωνίαι, ἥ τε διὰ τεσσάρων ἐν ἐπιτρίτῳ λόγῳ καὶ ἡ διὰ πέντε ἐν ἡμιολίῳ καὶ ἡ διὰ πασῶν ἐν
διπλασίῳ καὶ ἡ δὶς διὰ πασῶν ἐν τετραπλασίῳ· ἔχει δὲ καὶ τὰς ἄλλας ἀμυθήτους ἀρετὰς ἡ τετράς, ὧν τὰς πλείστας ἠκριβώσαμεν ἐν τῇ περὶ ἀριθμῶν πραγματείᾳ.
ἄνωθεν ἀπὸ τῶν μετὰ σελήνην ἄχρι τῶν γῆς ταθεὶς περάτων, πάντῃ κεχυμένος· ὅθεν καὶ ὁ χιτὼν ἀπὸ στέρνων ἄχρι ποδῶν περὶ ὅλον τὸ σῶμα κέχυται.
καὶ τὰ ἄνθινα καὶ οἱ κώδωνές εἰσιν, οὕτως καὶ τὰ ὧν ἐστι σύμβολα τὴν κατωτάτω χώραν ἔλαχεν ἐν κόσμῳ, γῆ καὶ ὕδωρ, καὶ τῇ τοῦ παντὸς ἁρμονίᾳ συνηχοῦντα τὰς οἰκείας ἐπιδείκνυται δυνάμεις ἐν ὡρισμέναις χρόνων περιόδοις καὶ τοῖς προσήκουσι καιροῖς.
πάντα, ἀέρος, ὕδατος, γῆς, ὁ ποδήρης σὺν τοῖς ἀπῃωρημένοις κατὰ τὰ σφυρὰ σύμβολον ἐδείχθη προσηκόντως· ὡς γὰρ ὁ χιτὼν εἷς, καὶ τὰ λεχθέντα τρία στοιχεῖα μιᾶς ἰδέας ἐστίν, ἐπειδὴ τὰ κατωτέρω σελήνης ἅπαντα τροπὰς ἔχει καὶ μεταβολάς· καὶ καθάπερ ἐκ τοῦ χιτῶνος ἤρτηνται οἵ τε ῥοΐσκοι καὶ τὰ ἄνθινα, καὶ ἀπ’ ἀέρος τρόπον τινὰ γῆ
καὶ ὕδωρ ἐκκρέμανται, τὸ γὰρ ὄχημα τούτων ἐστὶν ἀήρ.
προσερχόμενος εἴποι, τῶν ἡμισφαιρίων ἑκάτερον· ἴσα τε γὰρ ὡς 51 52 οἱ λίθοι τό τε ὑπὲρ γῆν καὶ ὑπὸ γῆν καὶ οὐδέτερον πέφυκε μειοῦσθαι καὶ συναύξεσθαι καθάπερ σελήνη.
ὀνόματα ἐγγλύφεται, διότι καὶ τῶν ἡμισφαιρίων ἑκάτερον δίχα τέμνον τὸν ζῳοφόρον ἓξ ἐναπολαμβάνει ζῴδια.
ἔαρ, θέρος, μετόπωρον, χειμῶνα, τροπὰς τέσσαρας, ὧν ἑκάστης ὅρος τρία ζῴδια, γνωριζόμενος ταῖς τοῦ ἡλίου περιφοραῖς κατὰ τὸν ἐν ἀριθμοῖς ἀσάλευτον καὶ βεβαιότατον καὶ θεῖον ὄντως λόγον.
διὰ τῆς καιρίου μεταβολῆς ἐπιδεικνύμεναι τὴν διαιωνίζουσαν αὑτῶν μονήν.
τῶν ζῴων καὶ φυτῶν γένη πάντα.
τοῦ μέν ἐστι χώρα τὸ ἡγεμονικόν, τοῦ δὲ κατὰ προφορὰν γλῶττα καὶ στόμα καὶ ἡ ἄλλη πᾶσα φωνῆς ὀργανοποιία.
προσεκλήρωσεν αὐτῷ, δήλωσίν τε καὶ ἀλήθειαν· ὅ τε γὰρ τῆς φύσεως λόγος ἀληθὴς καὶ δηλωτικὸς πάντων ὅ τε τοῦ σοφοῦ μιμούμενος ἐκεῖνον ὀφείλει προσηκόντως ἀψευδέστατός τε εἶναι τιμῶν ἀλήθειαν καὶ μηδὲν φθόνῳ συσκιάζειν, ὧν ἡ μήνυσις ὠφελήσει τοὺς ἀναδιδαχθέντας.
καὶ ἐνδιαθέτῳ, δύο ἀρετὰς ἀπένειμεν οἰκείας, τῷ μὲν προφορικῷ δήλωσιν, τῷ δὲ κατὰ διάνοιαν ἀλήθειαν· ἁρμόζει γὰρ διανοίᾳ μὲν μηδὲν παραδέχεσθαι ψεῦδος, ἑρμηνείᾳ δὲ μηδὲν ἐμποδίζειν τῶν εἰς τὴν ἀκριβεστάτην δήλωσιν.
λογεῖον ἤρτησεν ἐκ τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται, τὸν λόγον οὐ δικαιώσας p. 155 M. ἔργων ἀπεζεῦχθαι· τὸν γὰρ ὦμον ἐνεργείας καὶ πράξεως ποιεῖται
κατακλήσεως θεοῦ συστῆναί τι τῶν ὄντων· ἁρμονία γὰρ πάντων ἐστὶν ἡ ἀγαθότης καὶ ἵλεως δύναμις αὐτοῦ.
ἄνθινον, πυρὸς τὸ κόκκινον, οὐρανοῦ τὴν ἐπωμίδα, καὶ κατ’ εἶδος τοῖν δυοῖν ἡμισφαιρίοιν τοὺς ἐπὶ τῶν ἀκρωμίων σμαράγδους περιφερεῖς, ἐφ’ ὧν καθ’ ἑκάτερον γλυφαὶ ἕξ, τοῦ ζῳοφόρου τοὺς ἐπὶ τῶν στέρνων δώδεκα λίθους ἐκ τριῶν κατὰ τέτταρας στοίχους, τοῦ συνέχοντος καὶ διοικοῦντος τὰ σύμπαντα τὸ λογεῖον.
παρακλήτῳ χρῆσθαι τελειοτάτῳ τὴν ἀρετὴν υἱῷ πρός τε ἀμνηστίαν ἁμαρτημάτων καὶ χορηγίαν ἀφθονωτάτων ἀγαθῶν.
αὐτὸς τρόπον τινὰ πρὸς τὴν τοῦ κόσμου φύσιν ἐξ ἀνθρώπου μεθηρμόσθαι καί, εἰ θέμις εἰπεῖν — θέμις δὲ ἀψευδεῖν περὶ ἀληθείας λέγοντα —, βραχὺς κόσμος εἶναι.
διανοηθεῖσαι καὶ καθ’ ὅσον δυνάμεως εἶχον σπουδάσασαι μὴ ἀπολειφθῆναι τῆς ἐκείνων ὁσιότητος·
μηδὲν ἀπ’ αὐτῶν ἕτερον ἢ τὸν λουτῆρα κατασκευάσασθαι, περιρραντηρίοις ὅπως οἱ μέλλοντες εἰς τὸν νεὼν εἰσιέναι ἱερεῖς ἐπὶ τῷ τὰς διατεταγμένας ὑπουργεῖν λειτουργίας χρῶνται πόδας μάλιστα καὶ χεῖρας ἀπονιπτόμενοι — σύμβολον ἀνυπαιτίου ζωῆς καὶ βίου καθαρεύοντος ἐν πράξεσιν ἐπαινεταῖς, οὐ τὴν τραχεῖαν κακίας ὁδὸν ἢ κυριώτερον εἰπεῖν
ἀνοδίαν ἀλλὰ τὴν δι’ ἀρετῆς λεωφόρον ἀπευθύνοντος —.
λύπης καὶ καθαιρούσης ἢ ἀποστρέφοντος καὶ ἀποκλίνοντος τὴν ἐπ’ εὐθείας ὁρμὴν φόβου ἢ τῆς ἐπιθυμίας πρὸς τὰ μὴ παρόντα ἑλκούσης καὶ ἀποτεινούσης βίᾳ, τοῦτο θεραπεύῃ τε καὶ ἰᾶται τοῦ γνησίου καὶ ἀνόθου 57 58 μεταποιούμενος κάλλους·
διαπρεπεῖ κεκοσμημένον ἀληθείας καὶ ὁμολογίας ἔργων πρὸς λόγους καὶ πρὸς ἔργα λόγων καὶ ἔτι βουλευμάτων πρὸς ἑκάτερα.“
ἱεροῦ κατασκευασθέντος ἔδει καὶ ἱερεῖς τοὺς ἐπιτηδειοτάτους αἱρεθῆναί τε καὶ προμαθεῖν, ὃν τρόπον τὰς θυσίας ἀνάγειν τε καὶ ἱερουργεῖν προσῆκε.
ἀνδράσιν ὑπούσας. σαφὴς δὲ πίστις· οὐδέτερον υἱὸν — δύο γὰρ ἦσαν αὐτῷ — τούτου τοῦ γέρως ἠξίωσεν, ἀναγκαίως ἂν ἀμφοτέρους ἑλόμενος, εἴ τινα τιμὴν ἔνεμε τῷ φιλοικείῳ.
ζωτικωτάτῳ κἄπειτα τὰς ἱερὰς ἀναδίδωσιν ἐσθῆτας, τῷ μὲν ἀδελφῷ τὸν ποδήρη καὶ τὴν ἐπωμίδα οἱονεὶ θώρακα, τὸ παμποίκιλον ὕφασμα καὶ μίμημα τοῦ παντός, τοῖς δ’ ἀδελφιδοῖς χιτῶνας λινοῦς, ζώνας τε 59 60 καὶ περισκελῆ πᾶσι·
ἡ στόλισις διὰ τὴν τοῦ μέλλοντος ἀδήλου προφυλακήν, κἂν ἕνεκα τῆς συντόνου περὶ τὰς λειτουργίας ὀξύτητος ἀπεγυμνοῦντο τὸν προσήκοντα
λουτῆρα, κατέχριεν ἐπιρραίνων ἑπτάκις, ἔπειτα τὴν σκηνὴν καὶ τῶν ἱερῶν σκευῶν ἕκαστον, τὴν κιβωτόν, τὴν λυχνίαν, τὸ θυμιατήριον, τὴν τράπεζαν, τὰ σπονδεῖα, τὰς φιάλας, τὰ ἄλλα ὅσα πρὸς θυσίας ἀναγκαῖα καὶ χρήσιμα, καὶ τελευταῖον προσαγαγὼν τὸν ἀρχιερέα πολλῷ λίπει τὴν κεφαλὴν ἀλείφει.
καὶ κριοὺς δύο· τὸν μέν, ἵνα θύσῃ περὶ ἀφέσεως ἁμαρτημάτων, αἰνιττόμενος ὅτι παντὶ γενητῷ, κἂν σπουδαῖον ᾖ, παρόσον ἦλθεν εἰς γένεσιν, συμφυὲς τὸ ἁμαρτάνειν ἐστίν, ὑπὲρ οὗ τὸ θεῖον εὐχαῖς καὶ θυσίαις ἀναγκαῖον ἐξευμενίζεσθαι, μὴ διακινηθὲν ἐπιθεῖτο·
ἧς κατὰ τὸ ἐπιβάλλον ἑκάστῳ μέρος μέτεστι καρπουμένῳ τὴν ἀπὸ τῶν στοιχείων ὠφέλειαν, γῆς πρὸς οἴκησιν καὶ τὰς ἐξ αὐτῆς τροφάς, ὕδατος πρὸς ποτὸν καὶ λουτρὰ καὶ πλοῦν, ἀέρος πρὸς ἀναπνοὴν καὶ 61 τὰς διὰ τῶν αἰσθήσεων ἀντιλήψεις — ἐπειδὴ πασῶν ἀὴρ ὄργανον — καὶ ἔτι τὰς ἐτησίους ὥρας, πυρὸς τοῦ μὲν χρειώδους πρὸς τὰ ἑψόμενα καὶ θερμαινόμενα, τοῦ δὲ οὐρανίου πρὸς αὐγὴν καὶ τὰ ὁρατὰ πάντα·
ὃν ἐτύμως „τελειώσεως“ ἐκάλεσεν (Exod. 29, 26. Lev. 8, 22), ἐπειδὴ τὰς ἁρμοττούσας θεραπευταῖς καὶ λειτουργοῖς θεοῦ τελετὰς ἔμελλον ἱεροφαντεῖσθαι.
τέλειον καὶ λόγῳ καὶ ἔργῳ καὶ βίῳ παντὶ καθαρεύειν· λόγον μὲν γὰρ ἀκοὴ δικάζει, χεὶρ δ’ ἔργου σύμβολον, διεξόδου δὲ τῆς περὶ τὸν βίον πούς.
καὶ τοῦ τέλους, ἐφ’ ὃ σπεύδειν ἀναγκαῖον καὶ τὰς πράξεις ἁπάσας ἀναφέρειν στοχαζομένους ὥσπερ ἐν ταῖς τοξείαις σκοποῦ τοῦ περὶ τὸν βίον.
καὶ τοῦ λεχθέντος χρίσματος, ὃ μυρεψοὶ κατεσκεύασαν, ἀναμίξας τὸ ἔλαιον τῷ αἵματι τοῦ κράματος τοῖς ἱερεῦσι καὶ ταῖς ἐσθήσεσιν αὐτῶν ἐπέρραινε, βουλόμενος αὐτοὺς μὴ μόνον τῆς ἔξω καὶ ἐν ὑπαίθρῳ μεταλαχεῖν ἁγνείας, ἀλλὰ καὶ τῆς ἐν ἀδύτοις, ἐπειδὴ καὶ ἔνδον λειτουργεῖν 62 ἔμελλον· τὰ δ’ εἴσω πάντα ἐλαίῳ κατεκέχριστο.
τοὺς ἀδελφιδοῦς ὠργίαζεν —, εἰσελθὼν δ’ ἀνεδίδασκεν οἷα ὑφηγητὴς ἀγαθὸς εὐμαθῆ γνώριμον, ὃν χρὴ τρόπον τὸν ἀρχιερέα τὰς εἴσω ποιεῖσθαι λειτουργίας.
συμβαίνει· ἐκ γὰρ τῶν ἀδύτων, εἴτε αἰθέρος ἀπόσπασμα τοῦ καθαρωτάτου, εἴτε ἀέρος κατὰ τὴν τῶν στοιχείων φύσει μεταβολὴν ἀναλυθέντος εἰς πῦρ, αἰφνίδιον ἀθρόα φλὸξ διεκπαίει καὶ συντόνῳ ῥύμῃ φέρεται μὲν ἐπὶ τὸν βωμόν, τὰ δ’ ἐπ’ αὐτοῦ πάντα ἐξαναλίσκει, πρὸς οἶμαι σαφεστάτην δήλωσιν, ὅτι οὐδὲν ἄνευ θείας ἐπιφροσύνης ἐπετελεῖτο.
δοκῶ τῆς αἰτίας ὡς μεμιασμένον ἤλασε τοῦ ἱερωτάτου καὶ καθαρωτάτου βωμοῦ πῦρ τὸ χρειῶδες, ἀνθ’ οὗ φλόγα αἰθέριον ὤμβρησεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς διαστολὴν ἁγίων τε καὶ βεβήλων, ἀνθρωπείων τε καὶ θείων· ἥρμοττε γὰρ ταῖς θυσίαις ἀφθαρτοτέραν οὐσίαν ἀπονενεμῆσθαι πυρὸς τῆς πρὸς τὰς βιωτικὰς χρείας ὑπηρετούσης.
ἀλλ’ οὐ τὸν εἰωθότα τρόπον· μίαν τῶν δώδεκα φυλῶν ἐπικρίνας ἀριστίνδην ἐχειροτόνει θεοφιλοῦς ἔργου προθεὶς ἆθλα καὶ ἀριστεῖα.
πρὸς ἀσέβειαν ὥρμησαν καὶ ἐκλαθόμενοι τῆς πρὸς τὸ ὂν ὁσιότητος ζηλωταὶ τῶν Αἰγυπτιακῶν γίνονται πλασμάτων.
τιμωριῶν εἰσιν.
ἰδιάζων μόνος μόνῳ διελέγετο, μήθ’ ὑπεριδεῖν τοῦ πλήθους ἐμπιπλαμένου τῶν ἐξ ἀναρχίας κακοπραγιῶν· ἔγνω γὰρ τὸν θροῦν δεινὸς p. 160 M. ὢν ἐκ
ἀντισπώμενος πρὸς ἑκατέρου μέρους ὧδε κἀκεῖσε τί χρὴ δρᾶν ἠπόρει. σκοπουμένῳ δ’ αὐτῷ θεσπίζεται τάδε· „βάδιζε ταχέως ἐνθένδε, κατάβηθι· πρὸς ἀνομίαν ἔσπευσεν ὁ λεώς· χειροποίητον κατασκευάσαντες ταυρόμορφον θεὸν οὐ θεὸν προσκυνοῦσι καὶ θύουσιν, ὧν εἶδον καὶ ὧν ἤκουσαν ἁπάντων ὅσα συντείνει πρὸς εὐσέβειαν ἐκλαθόμενοι.“
καὶ ἀναγκασθεὶς πιστεύειν ἀπίστοις πράξεσιν οἷα μεσίτης καὶ διαλλακτὴς οὐκ εὐθὺς ἀπεπήδησεν, ἀλλὰ πρότερον τὰς ὑπὲρ τοῦ ἔθνους ἱκεσίας καὶ λιτὰς ἐποιεῖτο συγγνῶναι τῶν ἡμαρτημένων δεόμενος· εἶτ’ ἐξευμενισάμενος ὁ κηδεμὼν καὶ παραιτητὴς τὸν ἡγεμόνα ἐπανῄει χαίρων ἅμα 67 καὶ κατηφῶν· ἐγεγήθει μὲν γὰρ τὴν ἱκεσίαν τοῦ θεοῦ προσιεμένου, συννοίας δὲ καὶ κατηφείας μεστὸς ἦν οἰδῶν ἐπὶ τῇ τοῦ πλήθους παρανομίᾳ.
ὑπηλλάξαντο, κατιδὼν οὐκ εἰς ἅπαντας τὴν νόσον ἀφιγμένην, ἀλλά τινας ὑγιαίνοντας ἔτι καὶ μισοπονήρῳ πάθει χρωμένους, βουλόμενος διαγνῶναι τούς τε ἀνιάτως ἔχοντας καὶ τοὺς ἐπὶ τοῖς πεπραγμένοις δυσχεραίνοντας καὶ εἰ δή τινες ἁμαρτόντες μετανοοῦσι, κήρυγμα κηρύττει — τὸ δ’ ἦν ἄρα βάσανος ἀκριβὴς τῆς ἑκάστου διανοίας, ὡς ἔχοι πρός τε ὁσιότητα
καὶ τοὐναντίον—. „εἴ τις“ γάρ φησι „πρὸς κύριον, ἴτω πρὸς μέ.“
τοῖς λεγομένοις, οἱ δὲ φόβῳ κολάσεως ἴσως ἐγγυτέρω προσελθεῖν οὐκ ἐθάρρουν ἢ τὴν ἐκ Μωυσέως τίσιν δεδιότες ἢ τὴν ἐκ τοῦ πλήθους ἐπανάστασιν· ἀεὶ γὰρ οἱ πολλοὶ τοῖς μὴ συναπονοουμένοις ἐπιτίθενται.
τὴν προθυμίαν ἐπιδεικνυμένη καὶ τὴν ὀξύτητα τῆς εἰς εὐσέβειαν ψυχικῆς p. 161 M. ὁρμῆς.
φθάσαντες, ἐπεὶ καὶ τὰς γνώμας ἔτυχον ἠλλοτριωμένοι σχεδὸν ἀφ’ οὗ τὸ παρανόμημα γενόμενον εἶδον, ἀναιροῦσιν ἡβηδὸν εἰς τρισχιλίους τῶν πρὸ μικροῦ φιλτάτων. κειμένων δ’ ἐν ἀγορᾷ μέσῃ τῶν σωμάτων, ἡ πληθὺς θεασαμένη τοὺς μὲν ᾠκτίσατο, τὸ δὲ τῶν κτεινόντων ἔνθερμον ἔτι καὶ μεστὸν ὀργῆς παράστημα καταδείσασα φόβῳ νουθετεῖται.
τὰ περὶ τὰς εὐχὰς καὶ θυσίας καὶ τὰς ἄλλας ἱερουργίας ἄχρι τῶν ἀδύτων ἰοῦσιν, οἷς δὲ τούτων μὲν οὐδέν, ἐπιμέλειαι δὲ καὶ φυλακαὶ μεθ’ ἡμέραν καὶ νύκτωρ τοῦ τε ἱεροῦ καὶ τῶν ἐν αὐτῷ, οὓς νεωκόρους ἔνιοι καλοῦσιν, ἡ πολλοῖς πολλαχοῦ μυρίων αἰτία κακῶν γενομένη περὶ πρωτείων στάσις ἐπεπόλασε κἀνταῦθα, τῶν νεωκόρων
ἐπιθεμένων τοῖς ἱερεῦσι καὶ τὴν ἐκείνων τιμὴν παρασπάσασθαι διανοηθέντων· καὶ τοῦτ’ εὐμαρῶς ἤλπισαν ἔσεσθαι πολλαπλασίους τὸν ἀριθμὸν 69 70 ὄντες.
ἀρχιερέα κατὰ τὰ χρησθέντα λόγια ᾕρητο, διαβολαὶ δ’ ἦσαν ὡς τοὺς μὲν χρησμοὺς ἐπιψευσαμένου, ποιησαμένου δὲ τὴν αἵρεσιν διὰ τὴν οἰκειότητα καὶ τὴν πρὸς τὸν ἀδελφὸν εὔνοιαν.
ἐν τοῖς ἄλλοις τὸ ἦθος κατεψευσμένον ἀναγκαῖον ἦν ἀληθεύειν — ἀλήθεια γὰρ ὀπαδὸς θεοῦ —, λόγοις μὲν ἀναδιδάσκειν περὶ τῆς ἑαυτοῦ προαιρέσεως οὐκ ἐδοκίμαζε, τὸ μεταπείθειν ἐπιχειρεῖν τοὺς προκαταληφθέντας ἐναντίαις δόξαις ἀργαλέον εἰδώς, ἱκετεύει δὲ τὸν θεὸν ἐμφανεῖς ἀποδείξεις αὐτοῖς παρασχεῖν περὶ τοῦ μηδὲν ἐψεῦσθαι κατὰ
τὴν τῆς ἱερωσύνης αἵρεσιν.
δὲ σπέρμα εἴσω κατακέκλεισται· τοῦ δὲ καρύου ταὐτόν ἐστι τό τε σπέρμα καὶ τὸ ἐδώδιμον, ἀμφοτέρων εἰς μίαν ἰδέαν ἀποκριθέντων, καὶ τόπος εἷς ὁ ἐντὸς ὠχυρωμένος καὶ περιπεφρουρημένος ἕρκει διπλῷ, τῷ μὲν ἐκ φλοιοῦ πάνυ βαθέος, τῷ δ’ οὐδὲν ἀποδέοντι ξυλίνου κατασκευάσματος·
ταὐτόν ἐστιν ἀρχὴ καὶ τέλος, ἀρχὴ μὲν ᾗ σπέρμα, τέλος δὲ ᾗ καρπός, οὕτως ἔχει καὶ ἐπὶ τῶν ἀρετῶν· ἑκάστῃ γὰρ συμβέβηκεν εἶναι καὶ ἀρχὴν καὶ τέλος, ἀρχὴν μέν, ὅτι οὐκ ἐξ ἑτέρας δυνάμεως ἀλλ’ ἐξ ἑαυτῆς φύεται, τέλος δέ, ὅτι πρὸς αὐτὴν ὁ κατὰ φύσιν βίος σπεύδει.
τὸ μὲν φλοιῶδές ἐστι πικρόν, τὸ δ’ εἴσω περικείμενον ὡσανεὶ ξύλινον ἕρκος στιφρὸν εὖ μάλα καὶ κραταιόν, οἷς ἀμφοτέροις ὁ καρπὸς ἐγκατακεκλεισμένος οὐκ ἔστιν εὔληπτος.
θρύψεως ἀρετὴ πέφυκεν ἐνδιαιτᾶσθαι, κακουμένη δὲ μετανίσταται πρότερον ἀπόλειψιν χρηματίσασα πρὸς τὸν ἄρχοντα τὸν ὀρθὸν λόγον.
δι’ ὧν τὸ κυριώτατον τῶν ἐν ἡμῖν, ὁ λογισμός, εἰς ὑγείαν ἄνοσον καὶ εὐεξίαν ἐπιδίδωσι καθελὼν τὸν βαρὺν τοῦ σώματος ἐπιτειχισμόν, ὃν οἰνοφλυγίαι καὶ ὀψοφαγίαι καὶ λαγνεῖαι καὶ αἱ ἄλλαι ἀπλήρωτοι ἐπιθυμίαι συνεκρότησαν γεννήσασαι τὴν ἀντίπαλον ἀγχινοίας πολυσαρκίαν.
πρῶτον ἀνθεῖν εὐαγγελιζομένη φορὰν ἀκροδρύων καὶ ὕστατον φυλλορροεῖν τὴν ἐπέτειον πρὸς μήκιστον ἀποτείνουσα τῆς χλόης εὐγηρίαν· ὧν ἑκάτερον ποιεῖται σύμβολον τῆς ἱερατικῆς φυλῆς, αἰνιττόμενος ὅτι καὶ πρώτη καὶ ὑστάτη τοῦ σύμπαντος ἀνθρώπων γένους ἀνθήσει, καθ’ ὃν ἂν χρόνον δόξῃ τῷ θεῷ ταῖς ἐαριναῖς τροπαῖς ἐξομοιῶσαι τὸν ἡμέτερον
βίον ἀνελόντι τὴν ἐπίβουλον καὶ τοῦ κακοδαιμονεῖν πηγὴν πλεονεξίαν.
λογισμῷ καταλαμβάνεται θεσπίζῃ, διειλεγμένος περὶ τῶν πρώτων τριῶν καὶ ἐπιδεδειχὼς Μωυσῆν ἄριστον βασιλέα καὶ νομοθέτην καὶ ἀρχιερέα τὸ τελευταῖον ἔρχομαι δηλώσων, ὅτι καὶ προφήτης γέγονε δοκιμώτατος.
πρότερον εἰπὼν ἐκεῖνο· τῶν λογίων τὰ μὲν ἐκ προσώπου τοῦ θεοῦ λέγεται δι’ ἑρμηνέως τοῦ θείου προφήτου, τὰ δ’ ἐκ πεύσεως καὶ ἀποκρίσεως ἐθεσπίσθη, τὰ δ’ ἐκ προσώπου Μωυσέως ἐπιθειάσαντος καὶ ἐξ αὑτοῦ κατασχεθέντος.
αὐτοῦ γένος, ᾧ τὴν πρὸς εὐδαιμονίαν ἄγουσαν ἀνατέμνει ὁδόν·
δυνάμεως, ᾗ θεσπιεῖ τὰ μέλλοντα.
πεύσεως καὶ ἀποκρίσεως χρησμοῖς νομοθετηθέντες, μικτὴν ἔχοντες δύναμιν· τῇ μὲν γὰρ ὁ προφήτης ἐνθουσιᾷ πυνθανόμενος, τῇ δὲ ὁ πατὴρ θεσπίζει λόγου καὶ ἀποκρίσεως μεταδιδούς. ἔστι δὲ πρῶτος, ὃς οὐχ ὅτι Μωυσῆν ὁσιώτατον τῶν πώποτε γενομένων ἀλλὰ καὶ τὸν ἐπὶ βραχὺ γευσάμενον εὐσεβείας ὤργισεν.
Αἰγυπτίου μὲν πατρός, μητρὸς δὲ Ἰουδαίας, τῶν μὲν ταύτης πατρίων ἐθῶν ἠλόγησε, πρὸς δὲ τὴν Αἰγυπτιακήν, ὡς λόγος, ἀπέκλινεν ἀσέβειαν τὴν τῶν ἀνδρῶν ζηλώσας ἀθεότητα.
τὰς ἐσχατιὰς περιέπειν — ἐν γὰρ κόσμῳ βασίλειον μὲν ἱερώτατον οὐρανός, ἐσχατιὰ δὲ γῆ, καθ’ ἑαυτὴν μὲν ἀξιοσπούδαστος, εἰς δὲ σύγκρισιν ἰοῦσα αἰθέρος ἀπολειπομένη τοσοῦτον ὅσον σκότος μὲν φωτός, νὺξ δὲ ἡμέρας, φθορὰ δ’ ἀφθαρσίας καὶ θνητὸς θεοῦ —.
πλημμύραις εἰωθυίας ἀνὰ πᾶν ἔτος λιμνάζεσθαι, θεοπλαστοῦσι τῷ λόγῳ τὸν Νεῖλον Αἰγύπτιοι ὡς ἀντίμιμον οὐρανοῦ γεγονότα καὶ περὶ τῆς χώρας σεμνηγοροῦσιν.
ἐδέξαντο.
μήτε γονεῖς μήτε πατρίδα μήτ’ εὐεργέτας τιμᾶν, ὁ δὲ δὴ πρὸς τῷ μὴ σέβειν καὶ κακηγορεῖν τολμῶν τίνα μοχθηρίας ὑπερβολὴν ἀπολέλοιπε; καίτοι καὶ τὸ κακηγορεῖν ἧττον ἐν συγκρίσει κατάρας· ἀλλὰ γλωσσαλγία καὶ ἀχάλινον στόμα ὅταν ἐκνόμοις ἀφροσύναις ὑπηρετῶσι, πάντως τι καινουργεῖται τῶν ἀθέσμων. ὦ ἄνθρωπε, καταρᾶταί τις θεόν;
ἐναργέστατον ἀρετῆς ἢ κακίας, ἵνα τὴν μὲν ἀποδοχῆς τὴν δὲ τιμωρίας ἀξιώσῃ.
ξένου δηλῶσαι.
μυριάδες ἐφάπτεσθαι.
(Lev. 24, 15. 16).
ἡ οἰκουμένη μεστὴ γέγονεν, ὧν τῆς βλασφημίας ἀνέχειν ἀναγκαῖον, ἵνα μηδεὶς ἐθίζηται τῶν Μωυσέως γνωρίμων συνόλως θεοῦ προσρήσεως ἀλογεῖν· ἀξιονικοτάτη γὰρ καὶ ἀξιέραστος ἡ κλῆσις.
τὴν δίκην.
καὶ ἀμήτωρ, ἀλλ’ ὅτι καὶ ἀειπάρθενος, οὔτ’ ἐκ μητρὸς οὔτε μήτηρ οὔτ’ ἐκ p. 167 M. φθορᾶς οὔτε φθαρησομένη· εἶτ’ ἐκ τρίτου κατενόησεν αὐτὴν ἐξετάζων καὶ κόσμου γενέθλιον, ἣν ἑορτάζει μὲν οὐρανός, ἑορτάζει δὲ γῆ καὶ τὰ ἐν γῇ γανύμενα καὶ ἐνευφραινόμενα τῇ παναρμονίῳ ἑβδομάδι.
αὐτοῦ τῇ ἱερᾷ πολιτείᾳ θεσμοῖς φύσεως ἑπομένους πανηγυρίζειν, ἐν ἱλαραῖς διάγοντας εὐθυμίαις, ἀνέχοντας μὲν ἔργων καὶ τεχνῶν τῶν εἰς πορισμὸν καὶ πραγματειῶν ὅσαι κατὰ βίου ζήτησιν, ἄγοντας δ’ ἐκεχειρίαν καὶ διαφειμένους πάσης ἐπιπόνου καὶ καματηρᾶς φροντίδος, σχολάζοντας οὐχ ὡς ἔνιοι γέλωσιν ἢ παιδιαῖς ἢ μίμων ἢ ὀρχηστῶν
ἐπιδείξεσι, περὶ ἃς κηραίνουσι καὶ δυσθανατοῦσιν οἱ θεατρομανοῦντες καὶ διὰ τῶν ἡγεμονικωτάτων αἰσθήσεων, ὁράσεως καὶ ἀκοῆς, δούλην ἀπεργαζόμενοι τὴν φύσει βασιλίδα ψυχήν, ἀλλὰ μόνῳ τῷ φιλοσοφεῖν·
φιλοσοφίας (ὦ γῆ καὶ ἥλιε!) χρώμενοι δι’ αἰῶνος οὐκ ἐρυθριῶσιν, ἀλλὰ τῷ τῷ ὄντι φιλοσοφεῖν, ὅπερ ἐκ τριῶν συνύφανται, βουλευμάτων καὶ λόγων καὶ πράξεων, εἰς ἓν εἶδος ἡρμοσμένων πρὸς κτῆσιν καὶ ἀπόλαυσιν εὐδαιμονίας.
ἵν’ ἐν τῷ καθαρωτάτῳ καὶ ἡσυχάζοντι εὔξωνται, θέαν ἔκνομον ἰδόντες, ξύλων ὕλην συγκομίζοντα, καὶ δυσανασχετήσαντες ἐμέλλησαν μὲν αὐτὸν ἀνελεῖν, λογισμῷ δὲ τὸ παρακεκινημένον τῆς ὀργῆς ἐπισχόντες, ἵνα μήτε ἰδιῶται πρὸ ἀρχόντων κολάζειν τινὰ δοκῶσι καὶ ταῦτ’ ἄκριτον, κἂν ἄλλως τὸ παρανόμημα ᾖ ἐμφανές, μήτε τοῦ
περὶ τὴν ἡμέραν εὐαγοῦς μίασμα φόνου, κἂν δικαιότατος ᾖ, προσάψηται, συλλαβόντες ἄγουσιν αὐτὸν ἐπὶ τὸν ἄρχοντα, ᾧ συνήδρευον μὲν οἱ ἱερεῖς, παρειστήκει δὲ σύμπασα ἡ πληθὺς πρὸς ἀκρόασιν.
διδάσκοντος ἅ τε p. 168 M. χρὴ πράττειν καὶ λέγειν, τῶν δ’ εἰς καλοκἀγαθίαν ἐπιδιδόντων καὶ βελτιουμένων τά τε ἤθη καὶ τὸν βίον.
καὶ ἀνδρείας καὶ σωφροσύνης καὶ δικαιοσύνης εὐσεβείας τε καὶ ὁσιότητος καὶ συμπάσης ἀρετῆς, ᾗ κατανοεῖται καὶ κατορθοῦται τά τε ἀνθρώπεια καὶ
οὐχ ἑτέρως ἢ καταλευσθείς, ἐπειδὴ καὶ τούτῳ καθάπερ καὶ τῷ προτέρῳ μετέβαλεν ὁ νοῦς εἰς κωφὴν λίθον εἰργασμένῳ τελεώτατον παρανόμημα, ᾧ σχεδὸν πάντα τἄλλα ἐμφέρεται, ὅσα περὶ τοῦ σεβασμοῦ τῆς ἑβδόμης νενομοθέτηται. διὰ τί;
ἢ διὰ πυρός εἰσιν ἢ οὐκ ἄνευ τῶν διὰ πυρός· ὅθεν ἀπαγορεύει πολλάκις ἐν ταῖς ἑβδόμαις πῦρ ἐναύειν ὡς ἀρχηγικώτατον αἴτιον καὶ πρεσβύτατον ἔργον, οὗ ἡσυχάσαντος ἐνενοήθη καὶ τὰ κατὰ μέρος ὡς εἰκὸς συνησυχάσειν.
προσταχθὲν ἠρεμεῖν συνεκόμιζε, τῇ δ’ ὅτι καὶ τοιαῦτα συνεκόμιζεν, ἃ πυρός ἐστιν ὕλη, τῆς τῶν τεχνῶν ἀρχῆς.
ὅθεν καὶ ὀψίγονός ἐστιν· ἀεὶ γὰρ ἐν τῇ φύσει τὰ μὴ λίαν ἀναγκαῖα τῶν σφόδρα ἀναγκαίων δεύτερα.
θυσίας ἀνάγοντός τε καὶ χειρουργοῦντος.
προσελθόντες τῷ ἄρχοντι συννοίας μεστοὶ καὶ κατηφείας τὰ συμβεβηκότα διηγήσαντο, τὴν ὑπόγυον τῶν συγγενῶν τελευτήν, τὸ πένθος ᾧ κατ’ ἀναγκαῖον ἐχρήσαντο, τὸ μὴ δυνηθῆναι διὰ τοῦτο μετασχεῖν τῆς τῶν διαβατηρίων θυσίας.
χείρονα παθεῖν τῶν ἀποθανόντων, εἴ γε τοῖς μὲν οὐδενός ἐστιν ἀντίληψις ἔτι τῶν ἀβουλήτων, οἱ δὲ ζῶντες δόξουσι τεθνάναι τὸν μετ’ αἰσθήσεως θάνατον.
τὸ συμπαθὲς ἀνακεκραμένον τούτοις, ἐπαμφοτερίζων δὲ τὴν γνώμην καὶ ὥσπερ ἐπὶ πλάστιγγος ἀντιρρέπων — τῇ μὲν γὰρ ἐταλάντευεν ὁ ἔλεος καὶ τὰ δίκαια, τῇ δ’ ἀντέβριθεν ὁ νόμος τῆς τῶν διαβατηρίων θυσίας, ἐν ᾧ καὶ πρῶτος μὴν καὶ ἡμέρα τεσσαρεσκαιδεκάτη δεδήλωται τῆς ἱερουργίας —, ἀρνήσεως καὶ συγκαταθέσεως μεταξὺ φορούμενος
ἱκετεύει τὸν θεὸν δικαστὴν γενέσθαι καὶ χρησμῷ τὴν κρίσιν ἀναφῆναι.
μόνον ἀλλὰ καὶ τοῦ μὴ κατὰ γνώμην μιάσματος δεῖ· γενομένου δ’ ἐκπροθέσμου, μὴ στερέσθωσαν ἰσομοιρίας τῆς ἐν ταῖς ἱερουργίαις, ἵνα μὴ προσθήκη τετελευτηκότων οἱ ζῶντες ὦσιν· ἴτωσαν δὲ ἅτε δεύτεροι δευτέρῳ μηνί, πάλιν τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, καὶ θυέτωσαν κατὰ τὰ αὐτὰ τοῖς προτέροις καὶ τῷ θύματι χρήσθωσαν ὡς ἐκεῖνοι νόμῳ καὶ
τρόπῳ τῷ παραπλησίῳ.
95 96 ὄνομα Σαλπαάδ, ἀνὴρ δόκιμος καὶ φυλῆς οὐκ ἀσήμου· τούτῳ πέντε μὲν γίνονται θυγατέρες, υἱὸς p. 171 M. δὲ οὐδείς· αἳ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς στέρησιν τῆς πατρῴας λήξεως ὑποτοπήσασαι διὰ τὸ τὰς κληρουχίας ἄρρεσι δίδοσθαι προσίασι τῷ ἡγεμόνι μετὰ τῆς ἁρμοττούσης κόραις
αἰδοῦς, οὐ θηρώμεναι πλοῦτον, ἀλλὰ τοὔνομα καὶ ἀξίωμα γλιχόμεναι διασῶσαι τοῦ πατρὸς καί φασιν·
μὲν τῷ δοκεῖν ὀρφαναί, τὸ δ’ ἀληθὲς σοὶ χρησόμεναι πατρί· τοῦ γὰρ γεννήσαντος ὁ νόμιμος ἄρχων οἰκειότερος ὑπηκόοις.“
οὓς διήθλησαν, γυναικὶ δ’ ἡ φύσις ἀσυλίαν τῶν τοιούτων ἀγωνισμάτων παρέχουσα δηλονότι καὶ τῶν ἐπ’ αὐτοῖς τιθεμένων ἄθλων οὐ μεταδίδωσιν.
πεπληρωκὼς τῆς εὐεργέτιδος ἑαυτοῦ δυνάμεως· ἔπαινον γὰρ διεξῆλθε τῶν παρθένων.
μέρος; „ὀρθῶς“ φησίν "ἐλάλησαν αἱ θυγατέρες Σαλπαάδ.“
p. 172 M. οἰκτρότερον τοῦ προτέρου, χλευάζεται·
μὲν ὡς ἆθλα οἰκεῖα ἀπένειμε τὰς κληρουχίας ἀνθ’ ὧν ἠνδραγαθίσαντο, τὰς δὲ χάριτος καὶ φιλανθρωπίας, οὐ γέρως, ἠξίωσεν· ὃ ἐναργέστατα παρίστησι διὰ τῶν ὀνομάτων „δόμα“ λέγων καὶ „δώσεις“ (Num. 27,7), ἀλλ’ οὐκ „ἀπόδομα“ οὐδ’ „ἀποδώσεις“· ταῦτα μὲν γὰρ ἴδια τῶν λαμβανόντων, ἐκεῖνα δὲ τῶν χαριζομένων.
ἐνετύγχανον αἱ ὀρφαναὶ παρθένοι καὶ καθολικώτερον τίθησι νόμον περὶ κλήρων διαδοχῆς, πρώτους μὲν υἱοὺς ἐπὶ μετουσίαν καλῶν τῶν πατρῴων, εἰ δὲ μὴ εἶεν υἱοί, δευτέρας θυγατέρας, αἷς φησι δεῖν περιτιθέναι τὸν κλῆρον ὡσανεὶ κόσμον ἔξωθεν, ἀλλ’ οὐχ ὡς ἴδιον καὶ συγγενὲς κτῆμα· τὸ γὰρ περιτιθέμενον οὐδεμίαν οἰκείωσιν ἔχει πρὸς τὸ
διακοσμούμενον, ἁρμονίας καὶ ἑνώσεως ἀλλοτριούμενον.
ἀλλ’ ἐπειδὴ νόμος φύσεώς ἐστι κληρονομεῖσθαι γονεῖς ὑπὸ παίδων ἀλλὰ μὴ τούτους κληρονομεῖν, τὸ μὲν ἀπευκτὸν καὶ παλίμφημον ἡσύχασεν, ἵνα μὴ πατὴρ καὶ μήτηρ προσοδεύεσθαι δοκῶσι τὰ ἐπ’ ὠκυμόροις τέκνοις 101 ἀπαρηγόρητα πένθη, πλαγίως δ’ αὐτοὺς ἐκάλεσε τοῖς θείοις ἐφιείς, ἵν’ ἀμφοτέρων στοχάσηται καὶ τοῦ πρέποντος καὶ τοῦ μὴ τὴν οὐσίαν ἀλλοτριωθῆναι. μετὰ δὲ θείους πέμπτη τάξις ἐστὶν οἱ ἔγγιστα γένους, ὧν ἀεὶ τοῖς πρώτοις δίδωσι τοὺς κλήρους.
κληρουχίαν χρησμῶν, ἑξῆς δηλώσω p. 173 M. τὰ κατ’ ἐνθουσιασμὸν τοῦ προφήτου θεσπισθέντα λόγια· τοῦτο γὰρ ὑπεσχόμην δείξειν. ἀρχὴ τοίνυν ἐστὶν αὐτῷ τῆς θεοφορήτου κατοκωχῆς, ἥτις καὶ τῷ ἔθνει γέγονεν εὐπραγίας ἀρχὴ στειλαμένῳ τὴν ἀπ’ Αἰγύπτου πρὸς τὰς κατὰ Συρίαν πόλεις ἀποικίαν μυριάσι πολλαῖς.
καὶ μακρὰν ἐρήμην ἅπασαν ἀνύσαντες ἐπὶ θάλατταν ἀφικνοῦνται τὴν Ἐρυθρὰν προσαγορευομένην· εἶθ’ ὡς εἰκὸς ἐν ἀμηχάνοις ἦσαν οὔτε περαιοῦσθαι δυνάμενοι διὰ σκαφῶν ἀπορίαν οὔτ’ ἐπιστρέφειν τὴν αὐτὴν ὁδὸν ἀσφαλὲς ἡγούμενοι.
ἱππότην καὶ πεζὸν στρατόν, ἐπεξέθει διώκων καὶ σπεύδων καταλαβεῖν, ἵνα τίσηται τῆς ἐξόδου, ἣν θεσφάτοις ἀριδήλοις ἐπέτρεψε ποιήσασθαι. ἀλλ’ ὡς ἔοικεν ἀβέβαιος ἡ μοχθηρῶν ἀνθρώπων διάθεσις ὡς ἐπὶ πλάστιγγος μικρᾶς ἕνεκα προφάσεως ῥέπουσα πρὸς τἀναντία. μέσοι δὴ ληφθέντες ἐχθρῶν καὶ θαλάττης ἀπέγνωσαν τὴν ἰδίαν σωτηρίαν,
οἱ μὲν εὐκτὸν ἀγαθὸν ἡγούμενοι τὸν οἴκτιστον ὄλεθρον, οἱ δ’ ἄμεινον εἶναι νομίζοντες ὑπὸ τῶν τῆς φύσεως ἀπολέσθαι μερῶν ἢ γέλως ἐχθροῖς 102 103 γενέσθαι ῥίπτειν ἑαυτοὺς εἰς θάλασσαν διενοοῦντο καί τινα τῶν βάρος ἐχόντων ἐπαχθισάμενοι παρὰ ταῖς ἠϊόσιν ἐφήδρευον, ἵν’, ὁπόταν θεάσωνται τοὺς πολεμίους ἐγγὺς ὄντας, καθαλλόμενοι ῥᾷον εἰς βυθὸν ἐνεχθῶσιν.
δυσθανατοῦντες· 34 ὁ δὲ προφήτης, ὑπ’ ἐκπλήξεως ὁρῶν σεσαγηνευμένον ὥσπερ βόλον ἰχθύων τὸ σύμπαν ἔθνος, οὐκέτ’ ὢν ἐν ἑαυτῷ θεοφορεῖται καὶ θεσπίζει τάδε·
αἳ στείχουσιν ἀπνευστὶ διώκουσαι. ποῖ τις τράπηται, ποῖ τις ἐκνεύσῃ; πάντα πανταχόθεν ἐξαπιναίως ἐπέθετο, γῆ, θάλαττα, ἄνθρωποι, στοιχεῖα φύσεως.
πολλάκις ἀμυνομένης ἀφανῶς· βλέπω μέλλουσαν κονίεσθαι, βρόχους τοῖς αὐχέσι περιβάλλουσαν τῶν ἀντιπάλων· ἕλκει κατὰ τῆς θαλάττης· μολύβδου τρόπον εἰς βυθὸν χωροῦσιν. ὑμεῖς μὲν ἔτι ζώντων αἰσθάνεσθε, τεθνεώτων δ’ ἐγὼ φαντασίαν λαμβάνω· τήμερον δὲ καὶ ὑμεῖς νεκροὺς αὐτοὺς θεάσεσθε.”
πάσης ἐλπίδος, οἱ δ’ ἐπειρῶντο ἔργοις τῆς περὶ τὸ λόγιον ἀληθείας. 104 ἀπέβαινε γὰρ τὰ χρησθέντα θείαις δυνάμεσι μύθων ἀπιστότερα· ῥῆξις θαλάττης, ἀναχώρησις ἑκατέρου τμήματος, πῆξις τῶν κατὰ τὸ ῥαγὲν μέρος διὰ παντὸς τοῦ βάθους κυμάτων, ἵν’ ἀντὶ τειχῶν ᾖ κραταιοτάτων, εὐθυτενὴς ἀνατομὴ τῆς μεγαλουργηθείσης ὁδοῦ, ἣ τῶν κρυσταλλωθέντων μεθόριος ἦν,
διὰ θαλάττης ὡς ἐπὶ ξηρᾶς ἀτραποῦ καὶ λιθώδους ἐδάφους — ἐκραυρώθη γὰρ ἡ ψάμμος καὶ ἡ σπορὰς αὐτῆς οὐσία συμφῦσα ἡνώθη —, ἐχθρῶν ἀπνευστὶ διωκόντων ἐφόρμησις σπευδόντων ἐπ’ οἰκεῖον ὄλεθρον, νεφέλης ὀπισθοφυλακούσης ἡνιόχησις, ἐν ᾗ θεία τις ὄψις πυρὸς αὐγὴν ἀπαστράπτουσα ἦν, πελαγῶν ἃ τέως ἀνακοπέντα
διειστήκει παλίρροια, τοῦ διακοπέντος καὶ ἀναξηρανθέντος μέρους αἰφνίδιος θαλάττωσις, πολεμίων φθορά,
καὶ σφοδρὰ κυμάτωσις, ὑφ’ ἧς ἅπαντες οἱ νεκροὶ σωρηδὸν ἀπεβράσθησαν εἰς τοὺς ἀντιπέραν αἰγιαλούς, ἀναγκαία θέα γενησόμενοι τοῖς διασωθεῖσιν, οἷς ἐξεγένετο μὴ μόνον τοὺς κινδύνους διαφυγεῖν ἀλλὰ 105 106 καὶ ἐπιδεῖν τοὺς ἐχθροὺς οὐκ ἀνθρωπίναις ἀλλὰ θείαις δυνάμεσι παντὸς λόγου μεῖζον κολασθέντας.
τῶν γυναικῶν καθίστησι τὴν ἀδελφήν, ἵν’ ᾄδωσιν ὕμνους εἰς τὸν πατέρα καὶ ποιητὴν ἀντιφθόγγοις ἁρμονίαις συνηχοῦντες, διά τε κράσεως ἠθῶν καὶ μέλους, τῶν μὲν ἐπὶ τὴν αὐτὴν σπευδόντων ἀμοιβήν, τοῦ δὲ συνισταμένου κατὰ τὴν βαρύτητος πρὸς ὀξύτητα συμφωνίαν· φθόγγοι γὰρ οἱ μὲν ἀνδρῶν βαρεῖς, ὀξεῖς δ’ οἱ γυναικῶν, ἐξ ὧν, ὅταν ἡ κρᾶσις
γένηται σύμμετρος, ἥδιστον καὶ παναρμόνιον ἀποτελεῖται μέλος.
τῆς ᾠδῆς· οἱ δ’ ἀκούοντες εἰς δύο χοροὺς ἁλισθέντες τὰ λεχθέντα συνῇδον.
ἄγονος —, ὤμβρησε δ’ οὐρανὸς οὐχ ἅπαξ ἀλλ’ ἐπὶ τεσσαρακονταετίαν ἑκάστης ἡμέρας πρὸ τῆς ἕω καρπὸν αἰθέριον ἐν δρόσῳ κέγχρῳ παραπλήσιον.
μετέβαλεν.
ἀποδείξεσι τὸ λόγιον τοῦ προφήτου διασυνέστησεν, ὧν τὴν μὲν ἑτέραν εὐθὺς ἀπεδείξατο φθορᾷ τοῦ ὑπολειφθέντος καὶ δυσωδίᾳ καὶ τῇ πρὸς σκώληκας, τὸ φαυλότατον ζῷον, μεταβολῇ, τὴν δ’ ἑτέραν ὕστερον· ἀεὶ γὰρ τὸ πλεονάζον τοῦ συγκομισθέντος ὑπὸ τῆς πληθύος ταῖς ἡλιακαῖς
μακρὰν ἐπιθειάσας ἀποφθέγγεται λόγιον τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης. ἔχουσαν γὰρ αὐτὴν ἐν τῇ φύσει προνομίαν, οὐκ ἀφ’ οὗ μόνον ἐδημιουργήθη ὁ κόσμος, ἀλλὰ καὶ πρὸ τῆς οὐρανοῦ καὶ παντὸς αἰσθητοῦ γενέσεως, ἠγνόησαν ἄνθρωποι, τάχα που διὰ τὰς ἐν ὕδασι καὶ πυρὶ γενομένας συνεχεῖς καὶ ἐπαλλήλους φθορὰς οὐ δυνηθέντων παρὰ τῶν
πρότερον διαδέξασθαι μνήμην τῶν ἔπειτα τῆς κατὰ τὸν ἐν χρόνοις εἱρμὸν ἀκολουθίας καὶ τάξεως· ὅπερ ἀδηλούμενον ἐπιθειάσας ἀνέφηνε λογίῳ μαρτυρηθέντι διὰ σημείου τινὸς ἐναργοῦς.
ὅτι καὶ αἱ τοιαῦται εἰκασίαι συγγενεῖς προφητείας εἰσίν· ὁ γὰρ νοῦς οὐκ ἂν οὕτως εὐσκόπως εὐθυβόλησεν, εἰ μὴ καὶ θεῖον ἦν πνεῦμα τὸ ποδηγετοῦν πρὸς αὐτὴν τὴν ἀλήθειαν.
παρὰ τὸ καθεστὼς ἔθος, ἀλλὰ κἀκ τοῦ ἀμφότερα ταῦτα συμβῆναι κατὰ τὴν ἕκτην ἡμέραν, ἀφ’ ἧς ἤρξατο ἀπ’ ἀέρος ἡ τροφὴ χορηγεῖσθαι, μεθ’ ἣν ὁ ἱερώτατος τῆς ἑβδόμης ἀριθμὸς ἔμελλεν ἀνατέλλειν, ὥστε λογιζόμενος ἄν τις εὕροι κατὰ τὴν ἀκολουθίαν τῆς τοῦ κόσμου γενέσεως τὴν οὐράνιον δοθεῖσαν τροφήν· ἤρξατο γὰρ καὶ τὸν κόσμον ἑξάδος τῇ
πρώτῃ δημιουργεῖν καὶ τὴν λεχθεῖσαν ὕειν τροφήν. ἡ δ’ εἰκὼν ὁμοιοτάτη· καθάπερ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τελειότατον ἔργον, τὸν κόσμον, ἀνέφηνε, τὸν αὐτὸν τρόπον καὶ εὐθηνίαν ἐν ἐρήμῳ μεταβαλὼν τὰ στοιχεῖα πρὸς τὸ κατεπεῖγον τῆς χρείας, ἵν’ ἀντὶ γῆς ὁ ἀὴρ σιτία τροφὴν ἄπονον φέρῃ καὶ ἀταλαίπωρον οἷς ἀναχώρησις οὐκ ἦν
εὐτρεπίζεσθαι κατὰ σχολὴν τἀπιτήδεια.
ἐθέσπισεν. ἕτερα δ’ ἑξῆς ἀναγκαῖα, καίτοι δόξαντα ἂν παραινέσεσιν ἐοικέναι μᾶλλον ἢ χρησμοῖς, ὧν ἐστι καὶ τὸ χρησθὲν κατὰ τὴν μεγίστην τῶν πατρίων ἐκδιαίτησιν, περὶ ἧς καὶ πρόσθεν εἶπον, ἡνίκα τεκτηνάμενοι ταῦρον χρυσοῦν, Αἰγυπτιακοῦ μίμημα τύφου, χοροὺς ἵστασαν καὶ βωμοὺς κατεσκεύαζον καὶ θυσίας ἀνῆγον ἐκλαθόμενοι τοῦ
πρὸς ἀλήθειαν θεοῦ καὶ τὴν προγονικὴν εὐγένειαν, ἣ δι’ εὐσεβείας καὶ ὁσιότητος ηὐξήθη, καθαιροῦντες.
ἐκλιπὼν οὔθ’ ὁ σύμπας χορὸς τῶν ἀστέρων ἐπισκιάσει — περιλάμπεται γὰρ ἰδίῳ φέγγει νοητῷ καὶ ἀσωμάτῳ, πρὸς ὃ παραβαλλόμενον τὸ αἰσθητὸν νὺξ ἂν πρὸς ἡμέραν εἶναι νομισθείη —,
τοῖς ἀκύροις; πᾶς ὁ τοιοῦτος ἐμοὶ προσίτω“.
ἀλλὰ καὶ φίλων καὶ συγγενῶν τοὺς οἰκειοτάτους ἐπιστροφάδην, εὐαγέστατον κρίνων τὸ ἔργον ὑπὲρ ἀληθείας καὶ θεοῦ τιμῆς, ὧν ὑπερμαχεῖν καὶ προαγωνίζεσθαι κουφότατος πόνος.“
ἀλλὰ καὶ ἐν ἀριστέων τοῖς γενναιοτάτοις ἐνεγράφησαν καὶ γέρως ἠξιώθησαν οἰκειοτάτου ταῖς πράξεσιν, ἱερωσύνης· ἔδει γὰρ θεραπευτὰς ὁσιότητος γενέσθαι τοὺς ὑπὲρ αὐτῆς ἀνδραγαθισαμένους καὶ προπολεμήσαντας.
αὐτὸς πάλιν κατασχεθεὶς ἀνεφθέγξατο, τελειωθὲν οὐ μακροῖς χρόνοις ὕστερον, ἀλλ’ εὐθὺς ὅτ’ ἐχρησμῳδεῖτο.
τῶν ἱερέων κατεφρόνουν ὀλιγότητος καὶ δύο ἐν ταὐτῷ παρανομήματα συνύφαινον, ὧν τὸ μὲν ἦν καθαίρεσις τῶν ὑπερεχόντων, τὸ δ’ αὔξησις τῶν ἐλαττόνων, οἷα ἡγεμόσιν ὑπηκόων ἐπιτιθεμένων ἐπὶ συγχύσει τοῦ κρατίστου καὶ δημωφελεστάτου, τῆς τάξεως.
ὡς ἱκετεῦσαι τὸν θεὸν ἀποστραφῆναι τὴν θυσίαν αὐτῶν, οὐκ ἐπειδήπερ ἔμελλεν ὁ δικαιότατος κριτὴς ἱερουργίας ἀσεβῶν παραδέχεσθαι, ἀλλ’ ὅτι καὶ ἡ ψυχὴ τοῦ θεοφιλοῦς τὸ κατ’ αὐτὴν μέρος οὐχ ὑποσιωπᾷ, σπεύδουσα μὴ εὐοδεῖν ἀνοσίους, ἀλλ’ ἀεὶ τῆς προθέσεως διαμαρτάνειν.
ἐνθουσιᾷ μεταβαλὼν εἰς προφήτην καὶ θεσπίζει τάδε· „χαλεπὸν ἀπιστία πρᾶγμα τοῖς ἀπίστοις μόνοις· τούτους οὐ λόγος ἀλλ’ ἔργα παιδεύει· παθόντες εἴσονται τὸ ἐμὸν ἀψευδές, ἐπεὶ μαθόντες οὐκ ἔγνωσαν.
καινόν τινα καὶ παρηλλαγμένον, τὸ φιλάληθές μοι μαρτυρηθήσεται. χάσματα γῆς ὁρῶ διηνοιγμένης ἐπὶ μήκιστον εὐρυνόμενα, πολυανθρώπους ἀπολλυμένας συγγενείας, αὐτάνδρους ὑποσυρομένας καὶ καταπινομένας οἰκίας, ζῶντας ἀνθρώπους εἰς ᾅδου κατερχομένους.“
μέρος αἱ σκηναὶ τῶν ἀσεβῶν ἦσαν, ὡς ὑπενεχθείσας ἀθρόας 116 ἐπικρυφθῆναι· τὰ γὰρ διαστάντα μέρη πάλιν συνῆλθε, τῆς χρείας ἀποτελεσθείσης, ἧς ἕνεκα διεζεύχθη.
ὃ ταφῆς ἐπιμοιράσεται.
μὲν ἐπὶ γῆς, ἐξέτειναν δ’ εἰς αἰθέρα, τοσοῦτον ὕψος, αὐτὴν διάραντες.
ἐφάνησαν, οἱ μὲν ἐπικρυφθέντες γῇ τῇ τοῦ χάσματος συνόδῳ πρὸς τὸ ἰσόπεδον ἑνωθείσῃ, οἱ δ’ ὅλοι δι’ ὅλων ἀναλωθέντες ὑπὸ τοῦ κεραυνίου πυρός.
εἰς οὐρανὸν στέλλεσθαι καὶ τὸν θνητὸν ἀπολιπὼν βίον ἀπαθανατίζεσθαι μετακληθεὶς ὑπὸ τοῦ πατρός, ὃς αὐτὸν δυάδα ὄντα, σῶμα καὶ ψυχήν, εἰς μονάδος ἀνεστοιχείου φύσιν ὅλον δι’ ὅλων μεθαρμοζόμενος εἰς νοῦν ἡλιοειδέστατον, τότε δὴ κατασχεθεὶς οὐκέτι συλλήβδην ἀθρόῳ παντὶ τῷ ἔθνει θεσπίζειν ἔοικεν ἀλλὰ καὶ κατὰ μέρος ἑκάστῃ φυλῇ τὰ 117 118 μέλλοντα γενέσθαι καὶ αὖθις ἀποβησόμενα· ὧν τὰ μὲν ἤδη συμβέβηκε, τὰ δὲ προσδοκᾶται, διότι πίστις τῶν μελλόντων ἡ τῶν προγεγονότων τελείωσις.
ὡς ἐπὶ θανόντι ἑαυτῷ προφητεύει δεξιῶς, ὡς ἐτελεύτησε μήπω τελευτήσας, ὡς ἐτάφη μηδενὸς παρόντος, δηλονότι χερσὶν οὐ θνηταῖς ἀλλ’ ἀθανάτοις δυνάμεσιν, ὡς οὐδ’ ἐν τάφῳ τῶν προπατόρων ἐκηδεύθη τυχὼν ἐξαιρέτου μνήματος, ὃ μηδεὶς εἶδεν ἀνθρώπων, ὡς σύμπαν τὸ ἔθνος αὐτὸν ὅλον μῆνα δακρυρροοῦν ἐπένθησεν ἴδιον καὶ κοινὸν πένθος
ἐπιδειξάμενον ἕνεκα τῆς ἀλέκτου καὶ πρὸς ἕνα ἕκαστον καὶ πρὸς ἅπαντας εὐνοίας καὶ κηδεμονίας.
De Vita Mosis (Lib. I-II). Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.