ΛΟΓΟΣ ΠΡΩΤΟΣ
τὰ πάντα μεγίστου καὶ τελειοτάτου, καὶ γνώριμον τοῖς ἀξίοις μὴ ἀγνοεῖν αὐτὸν ἀποφῆναι.
ἐναντίωσιν οὐκ ἐθελησάντων αὐτὸν μνήμης ἀξιῶσαι τῶν παρ’ Ἕλλησι λογίων·
μνημεῖα τῆς αὑτοῦ σοφίας ἀπολέλοιπε, καὶ παρά τινων ἀπὸ τοῦ ἔθνους πρεσβυτέρων· τὰ γὰρ λεγόμενα τοῖς ἀναγινωσκομένοις ἀεὶ συνύφαινον καὶ διὰ τοῦτ’ ἔδοξα μᾶλλον ἑτέρων τὰ περὶ τὸν βίον ἀκριβῶσαι.
αὐτοῦ διὰ πολυχρόνιον λιμόν, ὃς Βαβυλῶνα καὶ τοὺς πλησιοχώρους ἐπίεζε, κατὰ ζήτησιν τροφῆς εἰς Αἴγυπτον πανοικὶ μεταναστάντων, γῆν πεδιάδα καὶ βαθεῖαν καὶ πρὸς πάντα γονιμωτάτην, ὧν ἡ ἀνθρωπίνη φύσις δεῖται, καὶ μάλιστα τὸν τοῦ σίτου καρπόν.
καὶ αὐθιγενεῖς, ἐπιβαίνων τε καὶ ἀναχεόμενος πλημμυρεῖ καὶ λιμνάζει τὰς ἀρούρας, αἳ ὑετοῦ μὴ δεόμεναι φορᾶς ἀφθονίαν παντοίων ἀγαθῶν 4 ἀνὰ πᾶν ἔτος χορηγοῦσιν, εἰ μή που μεσολαβήσειεν ὀργὴ θεοῦ δι’ ἐπιπολάζουσαν ἀσέβειαν τῶν οἰκητόρων.
ὃς ἐπηλύτης ὢν τοῦ σύμπαντος Ἰουδαίων ἔθνους ἀρχηγέτης ἐγένετο.
γυνὴ διὰ φύσεως ἀσθένειαν ὀκνηρὸν εἰς πόλεμον —, τὰ δ’ ἄρρενα διαφθείρειν, ἵνα μὴ αὐξηθῇ κατὰ πόλεις· εὐανδροῦσα γὰρ δύναμις δυσάλωτον καὶ δυσκαθαίρετον ἐπιτείχισμα.
ἐφ’ ὅσον οἷόν τε ἦν, τοὺς γονεῖς ἀλογῆσαι· τρεῖς γοῦν φασι μῆνας ἐφεξῆς οἴκοι γαλακτοτροφηθῆναι λανθάνοντα τοὺς πολλούς.
ἐξεθήκαμεν; τὸν μὴ φθάσαντα τροφῆς ἡμέρου μεταλαχεῖν οὐδ’ ἄνθρωπον οἱ πολλοὶ νομίζουσιν· ἡμεῖς δ’ οἱ περιττοὶ καὶ τρεῖς μῆνας ὅλους ἀνεθρέψαμεν, δαψιλεστέρας μὲν ἑαυτοῖς ἀνίας, τῷ δὲ τιμωρίας ἐκπορίζοντες, ἵν’ ἡδονῶν καὶ ἀλγηδόνων ἐπὶ πλεῖστον ἀντιλαμβάνεσθαι δυνάμενος
ἀγνοίᾳ τοῦ μέλλοντος ἀπῄεσαν οἰκτρῷ κατεσχημένοι πένθει, ἀδελφὴ δὲ τοῦ ἐκτεθέντος βρέφους ἔτι παρθένος ὑπὸ φιλοικείου πάθους μικρὸν ἄποθεν ἐκαραδόκει τὸ ἀποβησόμενον· ἅ μοι δοκεῖ πάντα συμβῆναι κατὰ θεὸν προμηθούμενον τοῦ παιδός.
εἰκὸς ἐπιθυμοῦσαν καὶ μάλιστα γενεᾶς ἄρρενος, ἣ τὸν εὐδαίμονα κλῆρον τῆς πατρῴας ἡγεμονίας διαδέξεται κινδυνεύοντα ἐρημίᾳ θυγατριδῶν ἀλλοτριωθῆναι.
θεάσασθαι καὶ κελεῦσαι προσφέρειν.
γὰρ ἀσφαλὲς εὐθὺς εἶναι νομίζειν εἰς τὰ βασίλεια ἄγειν.
ὡς ἀλλοτρίαν, ἣν ἑτοιμότερον ἀσμένην ὑπισχνεῖσθαι πρόφασιν ὡς ἐπὶ μισθῷ τροφεύσειν, ἐπινοίᾳ θεοῦ τοῦ τὰς πρώτας τροφὰς τῷ παιδὶ γνησίας εὐτρεπίζοντος· εἶτα δίδωσιν ὄνομα θεμένη Μωυσῆν ἐτύμως διὰ τὸ ἐκ τοῦ ὕδατος αὐτὸν ἀνελέσθαι· τὸ γὰρ ὕδωρ μῶυ ὀνομάζουσιν Αἰγύπτιοι.
ὑποβολιμαῖος νομισθῇ· πάντα δ’ ἐξευμαρίζει θεὸς ἃ ἂν ἐθελήσῃ καὶ τὰ δυσκατόρθωτα.
ἀκούσμασι καὶ θεάμασιν, ἃ τὴν ψυχὴν ἔμελλεν ὠφελήσειν, προσεῖχε.
ὡς ἀνάμνησιν εἶναι δοκεῖν, οὐ μάθησιν, ἔτι καὶ προσεπινοῶν αὐτὸς τὰ δυσθεώρητα.
καὶ διὰ τῆς τῶν ζῴων ἀποδοχῆς, ἃ καὶ θεῶν τιμαῖς γεραίρουσι· τὴν δ’ ἄλλην ἐγκύκλιον παιδείαν Ἕλληνες ἐδίδασκον, οἱ δ’ ἐκ τῶν πλησιοχώρων τά τε Ἀσσύρια γράμματα καὶ τὴν τῶν οὐρανίων Χαλδαϊκὴν ἐπιστήμην.
ἐν οἷς τε συμφωνοῦσι καὶ διαφέρονται καταμαθών, ἀφιλονείκως τὰς ἔριδας ὑπερβάς, τὴν ἀλήθειαν ἐζήτει, μηδὲν ψεῦδος τῆς διανοίας αὐτοῦ παραδέχεσθαι δυναμένης, ὡς ἔθος τοῖς αἱρεσιομάχοις, οἳ τοῖς προτεθεῖσι δόγμασιν ὁποῖα ἂν τύχῃ βοηθοῦσιν οὐκ ἐξετάζοντες, εἰ δόκιμα, τὸ δ’ αὐτὸ δρῶντες τοῖς ἐπὶ μισθῷ συναγορεύουσι καὶ μηδὲν τοῦ δικαίου
πεφροντικόσιν.
λελυττηκὸς φύσει τιθασεύων κἀξημερῶν ἐπράυνεν· εἰ δέ που διακινηθείη μόνον ἡσυχῇ καὶ πτερύξαιτο, κολάσεις ἐμβριθεστέρας παρείχετο ἢ διὰ λόγων p. 85 Μ. ἐπιπλήξεις· καὶ συνόλως τὰς πρώτας τῆς ψυχῆς ἐπιβολάς τε καὶ ὁρμὰς ὡς ἀφηνιαστὴν ἵππον ἐπετήρει δεδιώς, μὴ προεκδραμοῦσαι τοῦ ἡνιοχεῖν ὀφείλοντος λογισμοῦ πάντα διὰ πάντων συγχέωσιν· αὗται γάρ
εἰσιν αἱ ἀγαθῶν αἴτιαι καὶ κακῶν, ἀγαθῶν μέν, ὅταν ἡγεμόνι λόγῳ πειθαρχῶσι, τῶν δ’ ἐναντίων, ὅταν εἰς ἀναρχίαν ἐκδιαιτῶνται.
ἢ μικτὸς ἐξ ἀμφοῖν, διερευνώμενοι, τῷ μηδὲν ἔχειν τοῖς πολλοῖς ὅμοιον, ἀλλ’ ὑπερκύπτειν καὶ πρὸς τὸ μεγαλειότερον ἐξῆρθαι.
καὶ τὸν ἁβροδίαιτον βίον ὡς οὐδεὶς ἕτερος χλευάσας — ψυχῇ γὰρ ἐπόθει μόνῃ ζῆν, οὐ σώματι — τὰ φιλοσοφίας δόγματα διὰ τῶν καθ’ ἑκάστην ἡμέραν ἔργων ἐπεδείκνυτο, λέγων μὲν οἷα ἐφρόνει, πράττων δὲ ἀκόλουθα τοῖς λεγομένοις εἰς ἁρμονίαν λόγου καὶ βίου, ἵν’ οἷος ὁ λόγος τοιοῦτος ὁ βίος καὶ οἷος ὁ βίος τοιοῦτος ὁ λόγος ἐξετάζωνται
14 καθάπερ ἐν ὀργάνῳ μουσικῷ συνηχοῦντες.
τῆς εὐπραγίας ἐν βεβαίῳ παρ’ ἑαυτοῖς εὖ μάλα σφραγισάμενοι μηδὲ μέχρι τῆς ὑστεραίας ἴσως διαμενοῦντες ἐν ὁμοίῳ.
μὲν οἰκείων καὶ φίλων εἰσί, νόμους δὲ παραβαίνουσι, καθ’ οὓς ἐγενήθησαν καὶ ἐτράφησαν, ἔθη δὲ πάτρια, οἷς μέμψις οὐδεμία πρόσεστι δικαία, κινοῦσιν ἐκδεδιῃτημένοι καὶ διὰ τὴν τῶν παρόντων ἀποδοχὴν οὐδενὸς ἔτι τῶν ἀρχαίων μνήμην λαμβάνουσιν.
τοσούτου βασιλέως νομισθείς, τῆς δὲ παππῴας ἀρχῆς ὅσον οὐδέπω γεγονὼς ἐλπίσι p.86 M. ταῖς ἁπάντων διάδοχος καὶ τί γὰρ ἄλλ’ ἢ ὁ νέος βασιλεὺς προσαγορευόμενος, τὴν συγγενικὴν καὶ προγονικὴν ἐζήλωσε παιδείαν, τὰ μὲν τῶν εἰσποιησαμένων ἀγαθά, καὶ εἰ λαμπρότερα καιροῖς, νόθα εἶναι ὑπολαβών, τὰ δὲ τῶν φύσει γονέων, εἰ καὶ πρὸς
ὀλίγον ἀφανέστερα, οἰκεῖα γοῦν καὶ γνήσια·
ὀλίγῳ τῶν αὐτοχθόνων διαφέροντες.
ξένους καὶ ἱκέτας καὶ μετοίκους οὔτε αἰδεσθεὶς οὔτε δείσας τὸν ἐλευθέριον καὶ ξένιον καὶ ἱκέσιον καὶ ἐφέστιον θεόν, ὃς τῶν τοιούτων ἐστὶν ἔφορος.
ἡμέραν καὶ νύκτωρ ἄνευ διαδοχῆς, οὐδεμίαν ἔχοντες ἀνάπαυλαν, ἀλλ’ οὐδ’ ὅσον καταδαρθεῖν αὐτὸ μόνον ἐώμενοι, p, 87 M. πάντα καὶ τὰ τῶν δημιουργῶν καὶ τὰ τῶν ὑπουργῶν δρᾶν ἀναγκαζόμενοι, ὡς ἐν βραχεῖ τὰ σώματα αὐτοῖς 17 18 ἀπαγορεύειν, ἅτε καὶ τῆς ψυχῆς προαναπιπτούσης.
καὶ τοῖς ἀδουλώτοις πάθεσι τῆς ψυχῆς, ἃ μόνα σχεδὸν ἐξ ἁπάντων ἐλεύθερα ἡ φύσις ἀνῆκε, δεσποτείαν ἐπηπείλουν οἱ ἀσεβεῖς ἀνάγκης ἀνυποίστῳ βάρει δυνατωτέρας πιέζοντες.
παραινῶν τοῖς μὲν ἐφεστῶσι μετριάζειν καὶ τὸ σφοδρὸν τῶν ἐπιταγμάτων ὑπανιέναι καὶ χαλᾶν, τοῖς δ’ ἐργαζομένοις φέρειν τὰ παρόντα γενναίως ἄνδρας τε εἶναι τὰ φρονήματα καὶ μὴ συγκάμνειν τὰς ψυχὰς τοῖς σώμασιν, ἀλλὰ χρηστὰ προσδοκᾶν ἐκ πονηρῶν·
ἀέρα νήνεμον, κλύδωνα θαλάττης εἰς ἡσυχίαν καὶ γαλήνην, τὰ δ’ ἀνθρώπεια καὶ μᾶλλον, ὅσῳ καὶ ἀσταθμητότερα.
τινες τῶν ἐφεστηκότων ἀτίθασοι σφόδρα καὶ λελυττηκότες, μηδὲν εἰς ἀγριότητα τῶν ἰοβόλων καὶ σαρκοβόρων διαφέροντες, ἀνθρωποειδῆ θηρία, τὴν τοῦ σώματος μορφὴν εἰς δόκησιν ἡμερότητος ἐπὶ θήρᾳ καὶ ἀπάτῃ προβεβλημένοι, σιδήρου καὶ ἀδάμαντος ἀπειθέστεροι.
ἀλλ’ εἰ ὁ θυγατριδοῦς αὐτῷ μὴ συμφρονεῖ μηδὲ τοὺς αὐτοὺς ἐχθροὺς καὶ φίλους ὑπείληφεν, ἀλλὰ μισεῖ μὲν οὓς αὐτὸς στέργει, φιλεῖ δὲ οὓς προβέβληται καὶ ἐλεεῖ πρὸς οὓς ἀτρέπτως καὶ ἀπαραιτήτως ἔχει.
ἐπὶ καιρῶν ἀμυνούμενον — ἀναπεπταμένοις ὠσὶ τοῦ πάππου μυρίας διαβολὰς ἐπήντλουν, οἱ μὲν ἔνθεν, οἱ δ’ ἔνθεν, ὡς καὶ περὶ ἀφαιρέσεως τῆς ἀρχῆς ἐμποιῆσαι δέος, „ἐπιθήσεται“ λέγοντες, „οὐδὲν φρονεῖ μικρόν, ἀεί τι προσπεριεργάζεται, πρὸ καιροῦ βασιλείας ἐρᾷ, θωπεύει τινάς, ἑτέροις ἀπειλεῖ, κτείνει χωρὶς δίκης, τοὺς μάλιστ’ εὔνους σοι προβέβληται. τί
δὴ μέλλεις, ἀλλ’ οὐχ ἃ διανοεῖται δρᾶν ὑποτέμνεις; μέγα τοῖς ἐπιθεμένοις αἱ τῶν ἐπιβουλευομένων ἀναβολαί.“
τῶν εὐχῶν ἀγάμενος αὐτοῦ τὸ φιλόκαλον ἦθος καὶ μισοπόνηρον, οὐκ εἰς μακρὰν τὰ κατὰ τὴν χώραν, ὡς θεῷ πρέπον, δικάσας.
καὶ τῇ ψυχῇ διαγινώσκων εὐτρόχως καὶ μνήμῃ παρακατατιθέμενος εἰς τὸ ἄληστον αὐτὰ καὶ τὰς οἰκείας αὐτίκα πράξεις ἐφαρμόττων ἐπαινετὰς πάσας, ἐφιέμενος οὐ τοῦ δοκεῖν ἀλλὰ τῆς ἀληθείας, διὰ τὸ προκεῖσθαι σκοπὸν ἕνα τὸν ὀρθὸν τῆς φύσεως λόγον, ὃς μόνος ἐστὶν ἀρετῶν ἀρχή τε καὶ πηγή.
εἰς ἀλλοδαπὴν ἀφιγμένος, μήπω τοῖς τῶν ἐπιχωρίων ἔθεσιν ἐνωμιληκὼς μηδὲ ἀκριβῶς ἐπιστάμενος οἷς χαίρουσιν ἢ ἀλλοτριοῦνται, κἂν ἐσπούδασεν ἡσυχίᾳ χρώμενος ἀφανέστερον ζῆν τοὺς πολλοὺς λανθάνων ἢ βουληθεὶς εἰς μέσον παρέρχεσθαι τοὺς γοῦν δυνατοὺς καὶ τοὺς πλεῖστον ἰσχύοντας λιπαρέσι θεραπείαις ἐξευμενίζεσθαι, παρ’ ὧν τις ὠφέλεια προσεδοκᾶτο
καὶ βοήθεια, εἴ τινες ἐπελθόντες ἀπάγειν πρὸς βίαν ἐπειρῶντο.
Ἄραβες καὶ νέμουσι τὰ θρέμματα οὐκ ἄνδρες μόνον ἀλλὰ καὶ γυναῖκες νέοι τε καὶ παρθένοι παρ’ αὐτοῖς, οὐχὶ τῶν ἠμελημένων καὶ ἀδόξων μόνον ἀλλὰ καὶ τῶν ἄγαν ἐπιφανῶν.
προθύμως τὰς δεξαμενάς, αἳ πλησίον ἔκειντο, πληροῦσιν.
καὶ πλησίον στὰς „οὐ παύσεσθε“ εἶπεν „ἀδικοῦντες, τὴν ἐρημίαν νομίζοντες εἶναι πλεονεξίαν; βραχίονας καὶ πήχεις ἀργοὺς τρέφοντες οὐκ ἐρυθριᾶτε; χαῖται βαθεῖαι καὶ σάρκες ὑμεῖς ἐστε, οὐκ ἄνδρες· αἱ μὲν κόραι νεανιεύονται μηδὲν ὀκνοῦσαι τῶν πρακτέων, οἱ δὲ νεανίαι κορικῶς ἤδη τρυφᾶτε. οὐ βαδιεῖσθε;
ὧν καὶ τὸ ποτόν ἐστι; δικαίως ἂν αὐταῖς ἐπαντλήσαντες, ἵν’ ἀφθονώτερον ὕδωρ εἴη, καὶ τὸ εὐτρεπισθὲν ἀφελέσθαι σπεύδετε; ἀλλὰ μὰ τὸν οὐράνιον τῆς δίκης ὀφθαλμὸν οὐκ ἀφελεῖσθε βλέποντα καὶ τὰ ἐν τοῖς ἐρημοτάτοις.
ὁρᾶν· αἰσθήσεσθε δὲ αὐτῆς ἐκ τοῦ ἀφανοῦς τιτρωσκούσης, εἰ μὴ μεταβάλοιτε.“
ὡς πολὺν ἵμερον ἐνεργάσασθαι τοῦ ξένου τῷ πατρί. κατεμέμφετο γοῦν αὐτὰς ἐπ’ ἀχαριστίᾳ τοιαῦτα λέγων· „τί παθοῦσαι μεθίετε, δέον ἄγειν εὐθὺς καὶ εἴπερ ἀνεδύετο λιπαρεῖν; ἤ τινα μισανθρωπίαν μου κατέγνωτε; ἢ δεύτερον περιπεσεῖν ἀδίκοις οὐ p. 90 M. προσδοκᾶτε; βοηθῶν ἀπορεῖν ἀνάγκη τοὺς ἐπιλήσμονας χαρίτων. ἀλλ’ ὅμως ἀναδραμοῦσαι (τὸ γὰρ ἁμάρτημα
μέχρι νῦν ἐστιν ἰάσιμον) ἴτε μετὰ σπουδῆς καὶ καλεῖτε ξενίων μὲν πρότερον αὖθις δὲ καὶ ἀμοιβῆς (ὀφείλεται γὰρ αὐτῷ χάρις) μεθέξοντα.“
γὰρ αἱ μεγάλαι φύσεις καὶ οὐ μήκει χρόνου γνωριζόμεναι — δίδωσι τὴν καλλιστεύουσαν αὐτῷ τῶν θυγατέρων γυναῖκα, δι’ ἑνὸς ἔργου πάνθ’ ὅσα τῶν εἰς καλοκἀγαθίαν μαρτυρήσας καὶ ὡς ἀξιέραστον μόνον τὸ καλόν ἐστι τῆς ἀφ’ ἑτέρου συστάσεως οὐ δεόμενον, ἀλλ’ ἐν ἑαυτῷ περιφέρον τὰ γνωρίσματα.
προδιδασκόμενος εἰς ἡγεμονίαν· ποιμενικὴ γὰρ μελέτη καὶ προγυμνασία 24 25 βασιλείας τῷ μέλλοντι τῆς ἡμερωτάτης τῶν ἀνθρώπων ἐπιστατεῖν ἀγέλης, καθάπερ καὶ τοῖς πολεμικοῖς τὰς φύσεις τὰ κυνηγέσια· θήραις γὰρ ἐμπρομελετῶσιν οἱ πρὸς τὰς στραταρχίας ἀλειφόμενοι, τῶν ἀλόγων οἷά τινος ὕλης ὑποβεβλημένων πρὸς ἄσκησιν τῆς καθ’ ἑκάτερον καιρὸν ἀρχῆς, τόν τε πολέμου καὶ τὸν εἰρήνης.
στρατηγικὸν κατ’ ἐχθρῶν ἐστι γύμνασμα, ἡ δὲ τῶν ἡμέρων ἐπιμέλεια καὶ προστασία βασιλικὸν πρὸς ὑπηκόους ἀγώνισμα· διὸ καὶ „ποιμένες λαῶν“ οἱ βασιλεῖς, οὐχ ὡς ὄνειδος ἀλλ’ ὡς ὑπερβάλλουσα τιμή, προσαγορεύονται.
ἂν γενέσθαι βασιλεὺς τέλειος ὁ τὴν ποιμενικὴν ἐπιστήμην ἀγαθός, ἐν ἐλάττοσι ζῴοις παιδευθεὶς τὰ τῶν κρειττόνων· ἀμήχανον γὰρ τὰ μεγάλα πρὸ τῶν μικρῶν τελεσθῆναι.
ἱκανὸς ἐκ τοῦ μηδὲν ἀποκνεῖν ἀλλ’ ἐθελουργῷ καὶ αὐτοκελεύστῳ προθυμίᾳ εἰς δέον τῇ προστασίᾳ χρῆσθαι μετὰ p. 91 Μ. καθαρᾶς καὶ ἀδόλου πίστεως ηὔξησε τὰς ἀγέλας·
ἑκάστην ἡμέραν ἐλάττωσις διὰ τὸ μεγάλας εἰωθέναι λαμβάνειν ἐπιδόσεις ἐκ μὲν εὐσαρκίας καὶ πιότητος εἰς κάλλος, εἰς δὲ πλῆθος ἐξ εὐτοκίας 26 27 καὶ τῶν περὶ δίαιταν ὑγιεινῶν.
ἐξαίφνης ἀνακαίεται καὶ περισχεθεὶς ὅλος ἐκ ῥίζης εἰς ἀκρέμονα πολλῇ φλογὶ καθάπερ ἀπό τινος πηγῆς ἀνομβρούσης διέμενε σῷος, οὐ κατακαιόμενος, οἷά τις ἀπαθὴς οὐσία καὶ οὐχ ὕλη πυρὸς αὐτὸς ὤν, ἀλλὰ τροφῇ χρώμενος τῷ πυρί.
φῶς αὐγοειδέστερον τοῦ πυρὸς ἀπαστράπτουσα, ἣν ἄν τις ὑπετόπησεν εἰκόνα τοῦ ὄντος εἶναι· καλείσθω δὲ ἄγγελος, ὅτι σχεδὸν τὰ μέλλοντα γενήσεσθαι διήγγελλε τρανοτέρᾳ φωνῆς ἡσυχίᾳ διὰ τῆς μεγαλουργηθείσης ὄψεως.
μὴ πρὸς τῶν ἐπιτιθεμένων φθαρήσεσθαι τοὺς ἀδικουμένους, ἀλλὰ τοῖς μὲν ἄπρακτον καὶ ἀνωφελῆ γενέσθαι τὴν ἐπίθεσιν, τοῖς δὲ τὴν ἐπιβουλὴν ἀζήμιον, ὁ δὲ ἄγγελος προνοίας τῆς ἐκ θεοῦ τὰ λίαν φοβερὰ παρὰ τὰς ἁπάντων ἐλπίδας κατὰ πολλὴν ἡσυχίαν ἐξευμαρίζοντος.
συμφοραῖς· „μὴ ἀναπίπτετε, τὸ ἀσθενὲς ὑμῶν δύναμίς ἐστιν, ἣ καὶ κεντεῖ καὶ κατατρώσει μυρίους. ὑπὸ τῶν ἐξαναλῶσαι γλιχομένων τὸ γένος ἀκόντων διασωθήσεσθε μᾶλλον ἢ ἀπολεῖσθε, τοῖς κακοῖς οὐ κακωθήσεσθε, ἀλλ’ ὅταν μάλιστα πορθεῖν νομίσῃ τις ὑμᾶς, τότε μάλιστα πρὸς εὔκλειαν ἐκλάμψετε.“
τοὺς ὠμοθύμους· „μὴ ταῖς ἰδίαις ἀλκαῖς ἐπαίρεσθε, τὰς ἀμάχους ῥώμας ἰδόντες καθαιρουμένας σωφρονίσθητε· ἡ μὲν καυστικὴ δύναμις τῆς φλογὸς ὡς ξύλον καίεται, τὸ δὲ φύσει καυστὸν ξύλον οἷα πῦρ ἐμφανῶς καίει.“
τῷ Μωυσεῖ, παραίνεσιν ἐναργεστάτην τῶν μελλόντων ἀποτελεῖσθαι, καὶ διὰ χρησμῶν ἄρχεται προτρέπειν αὐτὸν ἐπὶ τὴν τοῦ ἔθνους σπεύδειν ἐπιμέλειαν, ὡς οὐ μόνον ἐλευθερίας παραίτιον ἀλλὰ καὶ ἡγεμόνα τῆς ἐνθένδε ἀποικίας οὐκ εἰς μακρὰν γενησόμενον, ὁμολογῶν ἐν ἅπασι συλλήψεσθαι.
ὑπομενόντων, οὐδενὸς ἀνθρώπων οὔτ’ ἐπικουφίζοντος οὔτ’ ἐλεοῦντος τὰς συμφοράς, οἶκτον“ φησίν „αὐτὸς ἔλαβον· καὶ γὰρ οἶδ’ ἰδίᾳ ἕκαστον καὶ πάντας ὁμοθυμαδὸν ἐφ’ ἱκετείας καὶ λιτὰς τραπομένους ἐλπίζειν τὴν ἐξ ἐμοῦ βοήθειαν· εἰμὶ δὲ τὴν φύσιν ἤπιος καὶ γνησίοις ἱκέταις 30 ἵλεως.
προσκεκλῆσθαι ὑπ’ ἐμοῦ τὸ ἔθνος, ἵνα κατὰ τὰ πάτρια θύσῃ τριῶν ἡμερῶν ὁδὸν ἔξω τῶν ὅρων τῆς χώρας προελθόν.“
φησίν „αὐτοῖς, ὅτι ἐγώ εἰμι ὁ ὤν, ἵνα μαθόντες διαφορὰν ὄντος τε καὶ μὴ ὄντος προσαναδιδαχθῶσιν, ὡς οὐδὲν ὄνομα τὸ παράπαν ἐπ’ ἐμοῦ κυριολογεῖται, ᾧ μόνῳ πρόσεστι τὸ εἶναι.
Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ, ὧν ὁ μὲν τῆς διδακτῆς, ὁ δὲ τῆς φυσικῆς, ὁ δὲ τῆς ἀσκητικῆς σοφίας κανών ἐστιν. ἐὰν δὲ ἔτι ἀπιστῶσι, τρισὶ σημείοις ἀναδιδαχθέντες μεταβαλοῦσιν, ἃ πρότερον οὔτε τις εἶδεν οὔτε ἤκουσεν ἀνθρώπων.“
ἡγεμονικώτατον ὑπερμεγέθης δράκων γίνεται τελειότατος· ταχέως δ’ 31 ἀποχωρήσας ἀπὸ τοῦ ζῴου καὶ διὰ δέος ἤδη πρὸς φυγὴν ὁρμῶν μετακαλεῖται καὶ θεοῦ προστάξαντος ἅμα τε θάρσος ἐμποιήσαντος ἐπιδράττεται τῆς οὐρᾶς.
μὴ δύνασθαι διακρίνειν, τῆς ψυχῆς ἰσορρόπῳ πληχθείσης φαντασίᾳ.
εἰς τὴν αὐτὴν χρόαν τρέπεται τὸ οἰκεῖον ἀπολαβοῦσα εἶδος.
Αἰγύπτῳ. ἦν δὲ τοιοῦτο· „τοῦ ποταμίου“ φησίν „ὕδατος ὅσον ἂν ἀρυσάμενος ἐπὶ τὴν γῆς ἐκχέῃς, αἷμα ξανθότατον ἔσται πρὸς τῇ χρόᾳ καὶ τὴν δύναμιν ἑτεροιωθὲν εἰς ἀλλαγὴν παντελῆ.“
θαυματουργήματα.
καθ’ αὑτόν, καὶ παρεκάλει ἕτερον ἑλέσθαι τὸν εὐμαρῶς ἕκαστα τῶν ἐπισταλέντων διαπράξασθαι δυνησόμενον.
ἀρθρωθήσεται πάντα καὶ μεταβαλεῖ πρὸς τὸ μέτριον, ὡς μηδενὸς ἔτι ἐμποδίζοντος ῥεῖν εὔτροχον καὶ λεῖον ἀπὸ καθαρᾶς πηγῆς τὸ τῶν λόγων νᾶμα. χρεία δ’ εἰ γένοιτο ἑρμηνέως, ὑποδιακονικὸν στόμα τὸν ἀδελφὸν ἕξεις, ἵν’ ὁ μὲν τῷ πλήθει ἀπαγγέλλῃ τὰ ἀπὸ σοῦ, σὺ δ’ ἐκείνῳ τὰ θεῖα.“
ἕπεσθαι.
ἐξαιρέτους ἰδιότητας.
καὶ βαρύμηνις καὶ ἀπαραίτητος τὴν ὀργὴν κελεύει τοὺς τοῖς ἔργοις ἐφεστῶτας προπηλακίζεσθαι ὡς ἀνέσεις καὶ σχολὴν ἐνδιδόντας, ἀνέσεως καὶ σχολῆς εἶναι λέγων τὸ βουλεύεσθαι περὶ θυσιῶν καὶ ἑορτῶν· τοὺς γὰρ ἐν ἀνάγκαις τούτων οὐδὲ μεμνῆσθαι, ἀλλ’ οἷς ὁ βίος ἐν εὐπαθείᾳ πολλῇ καὶ τρυφῇ.
Μωυσῆν δυσχεραινόντων ὡς p. 95 M. ἀπατεῶσι καὶ τὰ μὲν λάθρα τὰ δὲ φανερῶς κακηγορούντων καὶ ἀσεβείας αἰτιωμένων ἐπὶ τῷ δοκεῖν θεοῦ κατεψεῦσθαι, δεικνύειν ἄρχεται Μωυσῆς ἃ προὐδιδάχθη τέρατα, νομίσας τοὺς θεασομένους ἐκ τῆς ἐπεχούσης ἀπιστίας εἰς πίστιν τῶν λεγομένων μεταβαλεῖν.
τοῖς ἐν τέλει τῶν Αἰγυπτίων. 16 πάντων οὖν τῶν δυνατῶν συρρυέντων εἰς τὰ βασίλεια, λαβὼν τὴν βακτηρίαν ὁ Μωυσέως ἀδελφὸς καὶ κατασείσας μάλα ἐπιδεικτικῶς εἰς τοὔδαφος ῥίπτει· καὶ ἡ μὲν δράκων 35 36 αὐτίκα γίνεται, οἱ δ’ ἐν κύκλῳ κατεθεῶντο καὶ ἅμα θαυμαστικῶς ἔχοντες ὑπὸ δέους ἐξαναχωροῦντες ἀπέφευγον.
ἑκάστου βακτηρίαν ἣν εἶχε ῥίψαντος, δρακόντων πλῆθος ἦν καὶ περὶ ἕνα τὸν πρῶτον εἱλοῦντο.
μὲν οὖν ἐν ἑκάστου τῇ ψυχῇ τῶν ἐθελοκακούντων τὸ ὕποπτον διήλεγξεν ἡ μεγαλουργηθεῖσα ὄψις, ὡς μηκέτι νομίζειν ἀνθρώπων σοφίσματα καὶ τέχνας εἶναι τὰ γινόμενα πεπλασμένας πρὸς ἀπάτην. ἀλλὰ δύναμιν θειοτέραν τὴν τούτων αἰτίαν, ᾗ πάντα δρᾶν εὐμαρές.
ἐθρασύνοντο, τῆς αὐτῆς ἀπανθρωπίας καὶ ἀσεβείας ὥσπερ ἀγαθοῦ τινος ἐπειλημμένοι βεβαιοτάτου, μήτε τοὺς καταδουλωθέντας ἀδίκως ἐλεοῦντες μήτε τὰ διὰ τῶν λόγων προσταττόμενα δρῶντες, ἅτε δὴ τοῦ θεοῦ τρανοτέραις χρησμῶν ἀποδείξεσι ταῖς διὰ σημείων καὶ τεράτων τὸ βούλημα δεδηλωκότος, ἐμβριθεστέρας ἐπανατάσεως ἐδέησε καὶ πληγῶν ἑσμοῦ,
αἷς οἱ ἄφρονες νουθετοῦνται, οὓς λόγος οὐκ ἐπαίδευσε.
σωτηρίως ἐπὶ γενέσει τῶν ὅλων σχηματίζοντος καὶ τρέποντος ὁπότε βουληθείη πρὸς τὴν κατὰ τῶν ἀσεβῶν ἀπώλειαν.
μίαν δὲ κοινὴν ἀμφοτέροις ἑβδόμην ἐπιτρέπει, τρεῖς δὲ τὰς ἄλλας εἰς συμπλήρωσιν δεκάδος ἀνατίθησιν αὑτῷ.
39 40
ὕδατος, ὡς ἀπορίᾳ ποτοῦ τὰ παρὰ ταῖς ὄχθαις ἀναστέλλειν, τὰς δ’ ἀνατεμνομένας φλέβας καθάπερ ἐν ταῖς αἱμορραγίαις κρουνηδὸν αὐλοὺς ἀκοντίζειν αἵματος, μηδεμιᾶς ἐνορωμένης διαυγοῦς λιβάδος.
τοσούτων σηπομένων ἀθρόον σωμάτων· πολὺς δὲ καὶ ἀνθρώπων ὄχλος ὑπὸ δίψους διαφθαρεὶς ἔκειτο σωρηδὸν ἐπὶ τῶν τριόδων, οὐ σθενόντων ἐπὶ τὰ μνήματα τῶν οἰκείων τοὺς τετελευτηκότας ἐκκομίζειν.
ὁ δὲ τὴν φύσιν ἵλεως μεταβάλλει τὸ αἷμα εἰς ὕδωρ πότιμον ἀποδοὺς τῷ ποταμῷ καθαρὰ τὰ ἀρχαῖα ῥεῖθρα καὶ σωτήρια.
νηπίων παίδων τρόπον μὴ καταφρονεῖν· ἡ γὰρ κόλασις ἑπομένη κατ’ ἴχνος μελλόντων μὲν ἐβράδυνε, πρὸς δὲ τὰ ἀδικήματα θέοντας ἐπιδραμοῦσα κατελάμβανε.
— καὶ γὰρ τὰ ἐν μυχοῖς ἤδη προκατειλήφεσαν ἄχρι καὶ τῶν ὑψηλοτάτων ἀνέρποντες — ἐν ἐσχάταις ἦσαν συμφοραῖς καὶ σωτηρίας ἀπογνώσει.
δ’ εὐθὺς διαφθαρέντων κατὰ τὰς τριόδους θημῶνες ἦσαν, σωρηδὸν ἐπιφερόντων καὶ τοὺς οἴκοθεν διὰ τὰς ἀνυποίστους ὀσμάς, αἳ ἐκ νεκρῶν σωμάτων καὶ τοιούτων ἀνεφέροντο, ἃ καὶ ἔμψυχα ὄντα πολλὴν ἀηδίαν παρέχεται ταῖς αἰσθήσεσι.
ἐρρωμενεστέρας ἰσχύος ἀδικῶσι, πάλιν εἰς τὴν συνήθη κακίαν ἀνέδραμον ἐκλαθόμενοι ὧν τέως ὑπέμειναν κακῶν.
ζῷον, εἰ καὶ βραχύτατον, ὅμως ἀργαλεώτατον· οὐ γὰρ μόνον λυμαίνεται τὴν ἐπιφάνειαν κνησμοὺς ἐμποιοῦν ἀηδεῖς καὶ βλαβερωτάτους, ἀλλὰ καὶ εἰς τἀντὸς βιάζεται διὰ μυκτήρων καὶ ὤτων· σίνεται δὲ καὶ κόρας 43 44 ὀφθαλμῶν εἰσπετόμενον, εἰ μὴ φυλάξαιτό τις· φυλακὴ δὲ τίς ἔμελλε πρὸς τοσαύτην ἔσεσθαι φοράν, καὶ μάλιστα θεοῦ κολάζοντος;
ἄλλα γένη τῶν ἀτιθάσων θηρίων, ἃ σαρκῶν ἀνθρωπείων ἅπτεται, καὶ εἰ μὴ ταῦτα, τὰς γοῦν Αἰγυπτίας ἀσπίδας, ὧν τὰ δήγματα πέφυκεν ἀνυπερθέτως ἀναιρεῖν.
τὰς ἐπιθέσεις ὥσπερ συνεργοῖς, ἀλλὰ τοῖς θεηλάτοις κακοῖς, λιμῷ τε καὶ λοιμῷ.
ὢν οὐδενός ἐστι χρεῖος· ἐὰν δέ που βουληθῇ καθάπερ ὀργάνοις τισὶ 45 46 χρήσασθαι πρὸς τὰς τιμωρίας, οὐ τὰ ἐρρωμενέστατα καὶ μέγιστα αἱρεῖται, τῆς τούτων ἀλκῆς ἥκιστα φροντίζων, ἀλλὰ τοῖς εὐτελέσι καὶ μικροῖς ἀμάχους καὶ ἀηττήτους δυνάμεις ἐγκατασκευάσας ἀμύνεται δι’ αὐτῶν τοὺς ἀδικοῦντας, καθὰ καὶ νῦν. τί γὰρ εὐτελέστερον σκνιπός;
ὅτι „δάκτυλος θεοῦ τοῦτ’ ἐστί“ (Exod. 8,19)· χεῖρα γὰρ θεοῦ μηδὲ τὴν σύμπασαν οἰκουμένην ὑποστῆναι ἂν ἀπὸ περάτων ἐπὶ πέρατα, μᾶλλον δ’ οὐδὲ τὸν σύμπαντα κόσμον.
κατὰ τὸ ἀκόλουθον ἐπισκεπτέον. ἀὴρ μὲν οὖν καὶ οὐρανός, αἱ καθαρώταται μοῖραι τῆς τῶν ὅλων οὐσίας, παρ’ ὕδατος καὶ γῆς διαδέχονται τὴν ἐπ’ Αἰγύπτῳ νουθεσίαν, ἧς ἐπίτροπος ἐχειροτονήθη Μωυσῆς.
χειμερινὴν οὐ παραδέχεται, τάχα μέν, ὡς λόγος, διὰ τὸ μὴ πόρρω ζώνης διακεκαυμένης εἶναι, ῥέοντος τοῦ πυρώδους ἐκεῖθεν ἀφανῶς καὶ τἀν κύκλῳ πάντα ἀλεαίνοντος, τάχα δὲ ἐπεὶ καὶ ταῖς θεριναῖς τροπαῖς πλημμυρῶν ὁ ποταμὸς προαναλίσκει τὰς νεφώσεις —
ἐτησίαι καταράττουσιν ἐξ ἐναντίας τῶν τοῦ Νείλου στομάτων, δι’ ὧν ἔτι κωλυόμενος ἐκχεῖσθαι, τῆς θαλάσσης ὑπὸ βίας τῶν ἀνέμων πρὸς ὕψος αἰρομένης καὶ τὰς τρικυμίας ὥσπερ μακρὸν τεῖχος ἀποτεινούσης, ἐντὸς εἱλεῖται, κἄπειτα τῶν ῥείθρων ὑπαντιαζόντων τοῦ τε κατιόντος 47 ἄνωθεν ἀπὸ τῶν πηγῶν καὶ τοῦ θύραζε χωρεῖν ὀφείλοντος ταῖς ἀνακοπαῖς ἀνατρέχοντος εὐρύνεσθαί τε μὴ δυναμένων (αἱ γὰρ παρ’ ἑκάτερα ἐκθλίβουσιν ὄχθαι), μετεωριζόμενος ὡς εἰκὸς ἐπιβαίνει —,
τῶν ὄμβρων φοραὶ χρήσιμοι, καὶ ὁ ποταμὸς λιμνάζων τὰς ἀρούρας εἰς καρπῶν ἐτησίων γένεσιν.
κάτωθεν ἐκ πηγῶν τε καὶ ποταμῶν παρέχει τὴν ἐξ ὕδατος ὠφέλειαν.
ἀθρόα κατασκῆψαι, φορὰς ὑετῶν, χάλαζαν πολλὴν καὶ βαρεῖαν, ἀνέμων συμπιπτόντων καὶ ἀντιπαταγούντων βίας, νεφῶν ῥήξεις, ἐπαλλήλους ἀστραπὰς καὶ βροντάς, κεραυνοὺς συνεχεῖς, οἳ τερατωδεστάτην ὄψιν παρείχοντο· θέοντες γὰρ διὰ τῆς χαλάζης, μαχομένης οὐσίας, οὔτε ἔτηκον αὐτὴν οὔτε ἐσβέννυντο, μένοντες δ’ ἐν ὁμοίῳ καὶ δολιχεύοντες
ἄνω καὶ κάτω διετήρουν τὴν χάλαζαν.
ἔνια δ’ ἡμίφλεκτα διέμενε τοὺς τύπους τῶν κεραυνίων τραυμάτων εἰς
καὶ σφοδρυνόμενος, αὐτὸς καθ’ αὑτὸν ὢν μεγάλη ζημία· ξηρός τε γάρ ἐστι καὶ κεφαλαλγὴς καὶ βαρυήκοος, ἄσας τε καὶ ἀδημονίας ἐμποιεῖν ἱκανός, καὶ μάλιστ’ ἐν Αἰγύπτῳ κειμένῃ κατὰ τὰ νότια, δι’ ὧν αἱ περιπολήσεις τῶν φωσφόρων ἀστέρων, ὡς ἅμα τῷ διακινηθῆναι τὸν ἀφ’ ἡλίου φλογμὸν συνεπωθεῖσθαι καὶ πάντα καίειν.
ἅμ’ αὐτῷ καὶ πλῆθος ἀμήχανον ζῴων ἐπεφέρετο φθοροποιὸν φυτῶν, ἀκρίδες, αἳ ῥεύματος τρόπον ἀπαύστως ἐκχεόμεναι καὶ πάντα πληρώσασαι τὸν ἀέρα διέφαγον, ὅσα οἱ κεραυνοὶ ὑπελίποντο καὶ ἡ χάλαζα, ὡς p. 100 M. μηδὲν ἐν τῇ τοσαύτῃ χώρᾳ βλαστάνον ἔτι θεωρεῖσθαι.
ἔλεγον τῷ βασιλεῖ· „μέχρι τίνος οὐκ ἐπιτρέπεις τὴν ἔξοδον τοῖς 50 51 ἀνδράσιν; ἢ οὔπω μανθάνεις ἐκ τῶν γινομένων, ὅτι ἀπόλωλεν Αἴγυπτος;“ ὁ δ’ ὅσα τῷ δοκεῖν ἐφιεὶς ὡμολόγει, χαλάσαντος τοῦ δεινοῦ. πάλιν δ’ εὐξαμένου Μωυσέως, ὑπολαβὼν ἐκ τῆς θαλάττης ἄνεμος ἀποσκίδνησι τὰς ἀκρίδας.
ἄφεσιν δυσθανατοῦντος, ἐπιγίνεται τῶν πρότερον κακῶν μεῖζον· λαμπρᾶς γὰρ ἡμέρας οὔσης, ἐξαπιναίως ἀναχεῖται σκότος, ἴσως μὲν καὶ ἡλίου γενομένης ἐκλείψεως τῶν ἐν ἔθει τελειοτέρας, ἴσως δὲ καὶ συνεχείαις νεφῶν καὶ πυκνότησιν ἀδιαστάτοις καὶ πιλήσει βιαιοτάτῃ τῆς τῶν ἀκτίνων φορᾶς ἀνακοπείσης, ὡς ἀδιαφορεῖν ἡμέραν νυκτὸς καὶ τί γὰρ ἀλλ’ ἢ
μίαν νύκτα νομίζεσθαι μακροτάτην τρισὶν ἡμέραις ἴσην καὶ ταῖς ἰσαρίθμοις νυξί.
ζάλης ἐσβέννυτο, τὸ δὲ τῷ βάθει τοῦ σκότους ἀμαυρούμενον ἐνηφανίζετο, ὡς τὴν ἀναγκαιοτάτην ὄψιν τῶν αἰσθήσεων ὑγιαίνουσαν πηρὸν εἶναι μηδὲν ὁρᾶν δυναμένην, τετράφθαι δὲ καὶ τὰς ἄλλας οἷα ὑπηκόους πεσούσης τῆς ἡγεμονίδος·
οὐδεμιᾷ τῶν αἰσθήσεων σχολάζοντες, ἀλλ’ ὑπὸ τοῦ πάθους ὅλοι συνηρπασμένοι, μέχρι πάλιν Μωυσῆς λαβὼν οἶκτον ἱκετεύει τὸν θεόν· ὁ δὲ φῶς ἀντὶ σκότους καὶ ἡμέραν ἀντὶ νυκτὸς ἐργάζεται σὺν αἰθρίᾳ πολλῇ.
μέρος εἰς τὸν ἀέρα διέπαττεν· ἔπειτα κονιορτὸς αἰφνίδιον ἐπενεχθεὶς ἀνθρώποις τε καὶ ἀλόγοις ζῴοις ἀγρίαν καὶ δυσαλγῆ κατὰ τῆς δορᾶς ἁπάσης ἕλκωσιν εἰργάζετο καὶ τὰ σώματα εὐθὺς p. 101 Μ. συνῴδει ταῖς ἐξανθήσεσιν ὑποπύους ἔχοντα φλυκταίνας, ἃς ἐτόπασεν ἄν τις ἀφανῶς ὑποκαιομένας ἀναζεῖν.
τῆς ἑλκώσεως καὶ φλογώσεως πιεζόμενοι μᾶλλον ἢ οὐχ ἧττον τῶν σωμάτων τὰς ψυχὰς ἔκαμνον ἐκτετρυχωμένοι ταῖς ἀνίαις — ἓν γὰρ ἄν τις ἀπὸ κεφαλῆς ἄχρι ποδῶν συνεχὲς ἕλκος ἐθεάσατο, τῶν κατὰ μέλος καὶ μέρος διεσπαρμένων εἰς μίαν καὶ τὴν αὐτὴν ἰδέαν ἀποκριθέντων —, ἕως πάλιν ἱκεσίαις τοῦ νομοθέτου, ἃς ὑπὲρ τῶν πασχόντων ἐποιήσατο,
ἡ νόσος ῥᾴων ἐγένετο.
κυνόμυια τὴν ἀφ’ ἑκατέρου τόλμαν προσειληφυῖα δηκτικὸν καὶ ἐπίβουλον ζῷόν ἐστι· καὶ γὰρ πόρρωθεν μετὰ ῥοίζου καθάπερ βέλος εἰσακοντίζεται καὶ ἐπεμπίπτουσα βιαίως εὖ μάλα ἐγχρίμπτεται.
ἐκ θείας ἐπιφροσύνης, ἣ τὸ ζῷον ὥπλιζε καὶ πρὸς ἀλκὴν ἀνήγειρε κατὰ τῶν ἐγχωρίων.
καθάπερ ἐν ταῖς λοιμώδεσι νόσοις· λέγεται γὰρ προάγων τις εἶναι λοιμικῶν ἀρρωστημάτων ἡ ζῴων ἀλόγων αἰφνίδιος φθορά.
τὴν χώραν προῃρεῖτο ὁ θεὸς ἀλλὰ νουθετῆσαι μόνον — οὔτε τῶν πλείστων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν ἐξ ἁπάσης ἡλικίας, ἀλλὰ τοῖς 56 57 ἄλλοις ζῆν ἐφιεὶς μόνων τῶν πρωτοτόκων καταψηφίζεται θάνατον ἀρξάμενος ἀπὸ τοῦ πρεσβυτάτου τῶν βασιλέως παίδων καὶ λήξας εἰς τὸν τῆς ἀφανεστάτης ἀλετρίδος.
προφάσεως ἡβηδὸν ἐξαπιναίως ἀνῄρηντο καὶ οὐδεμίαν οἰκίαν ἀμοιρῆσαί φασι τότε τῆς συμφορᾶς.
τοῦ πάθους ἁπάντων ἀθρόως ὁμοθυμαδὸν ἐκβοησάντων ἕνα θρῆνον ἀπὸ περάτων ἐπὶ πέρατα κατὰ πάσης τῆς χώρας συνηχῆσαι.
ἐλάττονι καὶ κουφοτέρῳ μεῖζον καὶ βαρύτερον, ἅτε καὶ τὴν ἐλπίδα τῆς παραμυθίας ἀφῃρημένος· τίς γὰρ ἔμελλε παρηγορεῖν ἕτερον αὐτὸς ὢν τοῦδε χρεῖος;
περιερρηγμένοι κατεβόων τε τοῦ βασιλέως ὡς πάντων αἰτίου τῶν συμβεβηκότων δεινῶν.
μετὰ πάσης σπουδῆς ἐξ ἁπάσης τῆς χώρας ἐξελαύνειν, καὶ τὸ μίαν 58 ἡμέραν μᾶλλον δὲ ὥραν αὐτὸ μόνον κατασχεῖν πρὸς ἀνήκεστον τιμωρίαν τιθέμενοι.
ἐκφορήσαντες τὴν μὲν αὐτοὶ διεκόμιζον ἐπηχθισμένοι, τὴν δὲ τοῖς ὑποζυγίοις ἐπέθεσαν, οὐ διὰ φιλοχρηματίαν ἤ, ὡς ἄν τις κατηγορῶν εἴποι, τὴν τῶν ἀλλοτρίων ἐπιθυμίαν — πόθεν; — ἀλλὰ πρῶτον μὲν ὧν παρὰ πάντα τὸν χρόνον ὑπηρέτησαν ἀναγκαῖον μισθὸν κομιζόμενοι, εἶτα δὲ ὑπὲρ ὧν κατεδουλώθησαν ἐν ἐλάττοσι καὶ οὐχὶ τοῖς ἴσοις ἀντιλυποῦντες·
ποῦ γάρ ἐσθ’ ὅμοιον ζημία χρημάτων καὶ στέρησις ἐλευθερίας, ὑπὲρ ἧς οὐ μόνον προΐεσθαι τὰς οὐσίας οἱ νοῦν ἔχοντες ἀλλὰ καὶ ἀποθνῄσκειν 59 60 ἐθέλουσιν;
ἠμύναντο δίχα τῆς ἐν ὅπλοις παρασκευῆς, προασπίζοντος καὶ τὴν χεῖρα ὑπερέχοντος τοῦ δικαίου.
τῆς φύσεώς ἐστιν, ἣν ἀμήχανον ἐκφυγεῖν, ἐπιθεμένων· ὃ δὴ καὶ παραδοξότατον ἦν, ὑπὸ τῶν αὐτῶν κατὰ τὸν αὐτὸν τόπον καὶ χρόνον τοὺς μὲν διαφθείρεσθαι, τοὺς δὲ σῴζεσθαι.
καὶ ἐπαύλεις καὶ οἰκίας ἐπλήρωσεν, ἀλλ’ ἀπὸ τῶν Ἑβραίων ἐξανεχώρει μόνων καθάπερ διακρίνειν ἐπιστάμενος, οὕς τε χρὴ κολάζεσθαι καὶ τοὐναντίον.
61 βαθυτάτου σκότους τοῖς ἄλλοις ἀναχυθέντος, ἐν αὐγῇ καθαρᾷ διήγαγον, τοῦ ἡμερησίου φωτὸς ἐπιλάμποντος· ἀναιρουμένων τῶν παρ’ Αἰγυπτίοις πρωτοτόκων, ἐτελεύτησεν Ἑβραῖος οὐδείς· οὐδὲ γὰρ εἰκὸς ἦν, ὁπότε καὶ ἡ τῶν ἀμυθήτων φθορὰ θρεμμάτων οὐδεμίαν τῶν παρὰ τούτοις
ἀγέλην συνεπεσπάσατο πρὸς ἀπώλειαν.
ἦλθε τοῖς μὲν φθορὰν τοῖς δὲ σωτηρίαν παρασχοῦσα.
δ’ ἦσαν οἱ ἐκ γυναικῶν γεννηθέντες Αἰγυπτίων τοῖς Ἑβραίοις καὶ τῷ πατρῴῳ γένει προσνεμηθέντες καὶ ὅσοι τὸ θεοφιλὲς ἀγάμενοι τῶν ἀνδρῶν ἐπηλύται ἐγένοντο καὶ εἰ δή τινες τῷ μεγέθει καὶ πλήθει τῶν ἐπαλλήλων 62 63 κολάσεων μετεβάλοντο σωφρονισθέντες.
καὶ φιλοκάλου θεοῦ γέρας ἄξιον αὐτῷ παρασχόντος.
τῶν ὅλων ἔδοξεν αὐτὸν ἀμείψασθαι βασιλείᾳ πολυανθρωποτέρου καὶ κρείττονος ἔθνους, ὅπερ ἔμελλεν ἐξ ἁπάντων τῶν ἄλλων ἱερᾶσθαι τὰς ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων αἰεὶ ποιησόμενον εὐχὰς ὑπέρ τε κακῶν ἀποτροπῆς καὶ μετουσίας ἀγαθῶν.
ἐπὶ μέγα δυνάμεως ἐσπούδασεν, ὡς ἐν μὲν τῷ παρόντι κοινωνοὺς αὖθις δὲ καὶ διαδόχους ἀποφῆναι· p. 105 Μ. γνώμῃ γὰρ ἀδόλῳ καὶ καθαρᾷ πρὸς πάντα μικρά τε αὖ καὶ μεγάλα χρώμενος τὴν φυσικὴν πρὸς τὰ τέκνα φιλοστοργίαν οἷα κριτὴς ἀγαθὸς ἐνίκα τῷ περὶ τὸν λογισμὸν ἀδεκάστῳ.
καὶ πάνθ’ ὑπὲρ τῆς τούτων ὠφελείας ἔργῳ καὶ λόγῳ πραγματεύεσθαι, μηδένα παραλιπόντι καιρὸν τῶν συντεινόντων εἰς κοινὴν κατόρθωσιν.
συνέσεις, ἐπιστῆμαι, πόνοι, κακοπάθειαι, ἡδονῶν ὑπεροψίαι, δικαιοσύναι, προτροπαὶ πρὸς τὰ βέλτιστα, ψόγοι καὶ κολάσεις ἁμαρτανόντων νόμιμοι, ἔπαινοι καὶ τιμαὶ κατορθούντων πάλιν σὺν νόμῳ.
ὑπεῖκον· καὶ θαυμαστὸν ἴσως οὐδέν· εἰ γὰρ κατὰ τὴν παροιμίαν „κοινὰ τὰ φίλων„, φίλος δὲ ὁ προφήτης ἀνείρηται θεοῦ (cf. Exod. 33, 11), κατὰ τὸ ἀκόλουθον μετέχοι ἂν αὐτοῦ καὶ τῆς κτήσεως, καθ’ ὃ χρειῶδες.
τὸν πατέρα τῶν ὅλων καὶ ποιητὴν κοινωνίας ἀπέλαυσε προσρήσεως τῆς αὐτῆς ἀξιωθείς; ὠνομάσθη γὰρ ὅλου τοῦ ἔθνους θεὸς καὶ βασιλεύς· εἴς τε τὸν γνόφον, ἔνθα ἦν ὁ θεός, εἰσελθεῖν λέγεται (Exod. 20, 21), τουτέστιν εἰς τὴν ἀειδῆ καὶ ἀόρατον καὶ ἀσώματον τῶν ὄντων παραδειγματικὴν οὐσίαν, τὰ ἀθέατα φύσει θνητῇ κατανοῶν· καθάπερ τε
γραφὴν εὖ δεδημιουργημένην ἑαυτὸν καὶ τὸν ἑαυτοῦ βίον εἰς μέσον προαγαγὼν πάγκαλον καὶ θεοειδὲς ἔργον ἔστησε παράδειγμα τοῖς ἐθέλουσι μιμεῖσθαι.
τὸ εἶδος ἀνενδοίαστον πόθον.
67 68 ἔξω τῶν ἀναγκαίων ἐπιθυμίας, εἰ μή τινες εὐμοιρίᾳ χρήσαιντο φύσεως ψυχὴν οὐκ ἐπίβουλον ἀλλ’ εὐμενῆ καὶ ἵλεω κτησάμενοι·
ἐμποιεῖν, ὅτι ἄρα ζηλωταὶ τῶν ὁμοίων εἰσί· καὶ οὐκ ἄν ποθ’ οἱ χείρους τὰ τῶν κρειττόνων ἀλλ’ οὐδὲ μανέντες ἀποδοκιμάζοιεν.
οἰκητόρων διὰ φόβον ἀναστάσεως καὶ ἀνδραποδισμοῦ καὶ γενομένου πολέμου, πάλιν τὴν αὐτὴν ὁδὸν ὑποστρέψωσιν εἰς Αἴγυπτον, ἀπ’ ἐχθρῶν ἐπ’ ἐχθρούς, νέων ἐπ’ ἀρχαίους, γέλως καὶ χλεύη γενησόμενοι καὶ χείρω καὶ ἀργαλεώτερα τῶν προτέρων ὑπομενοῦντες, ἅμα δὲ καὶ βουλόμενος αὐτοὺς δι’ ἐρήμης ἄγων καὶ μακρᾶς δοκιμάσαι, πῶς ἔχουσι πειθαρχίας
ἐν οὐκ ἀφθόνοις χορηγίαις ἀλλ’ ἐκ τοῦ κατ’ ὀλίγον ὑποσπανιζούσαις.
ἀλλ’ ἀπλανεστάτῳ ἕπεσθαι ἡγεμόνι ὁδοῦ. τάχα μέντοι καὶ τῶν ὑπάρχων τις ἦν τοῦ μεγάλου βασιλέως, ἀφανὴς ἄγγελος, ἐγκατειλημμένος τῇ νεφέλῃ προηγητήρ, ὃν οὐ θέμις σώματος ὀφθαλμοῖς ὁρᾶσθαι.
ἐπὶ τῷ κατὰ τὴν πορείαν σφάλματι, νομίσας συγκεκλεῖσθαι διέξοδον οὐκ ἔχοντας, ἐπὶ δὲ τῷ μεθέσθαι μετανοῶν ἐπεχείρει διώκειν, ὡς ἢ φόβῳ τὴν πληθὺν ὑποστρέψων καὶ δουλωσόμενος αὖθις ἢ ἀποκτενῶν ἡβηδὸν ἀφηνιάζουσαν.
τῆς κούφης ὁπλίσεως καὶ τὰ κάλλιστα τῶν δρεπανηφόρων ἁρμάτων ἑξακόσια τοῖς ἐν τέλει δούς, ἵνα μετὰ τοῦ πρέποντος ἀξιώματος ἐπακολουθήσωσι καὶ τῆς στρατείας μετάσχωσιν, οὐδὲν τάχους ἀνεὶς ἐπεξέθει καὶ συντείνων ἔσπευδε βουλόμενος ἐξαπιναίως οὐ προϊδομένοις ἐπιστῆναι· τὸ γὰρ ἀνέλπιστον κακὸν ἀργαλεώτερον αἰεὶ τοῦ προσδοκηθέντος, ὅσῳ
καὶ τὸ ὀλιγωρηθὲν εὐεπιχειρητότερον τοῦ σὺν φροντίδι.
πρὸς μάχην.
τῶν κακῶν ἀπειρηκότες, οἷα παρὰ τὰς τοιαύτας φιλεῖ συμφοράς, τὸν ἄρχοντα ᾐτιῶντο φάσκοντες·
κίνδυνον.
ἀκούων τοῖς μὲν συνεγίνωσκε, τῶν δὲ χρησμῶν ἐμέμνητο· καὶ διανείμας τὸν νοῦν καὶ τὸν λόγον κατὰ τὸν αὐτὸν χρόνον τῷ μὲν ἐνετύγχανεν ἀφανῶς τῷ θεῷ, ἵν’ ἐξ ἀμηχάνων ῥύσηται συμφορῶν, δι’ οὗ δ’ ἐθάρσυνε καὶ παρηγόρει τοὺς καταβοῶντας „μὴ ἀναπίπτετε“ λέγων· „οὐχ ὁμοίως ἄνθρωπος ἀμύνεται καὶ θεός.
προπιστεύετε; παρασκευῆς οὐδεμιᾶς ἐστι χρεῖος ὁ θεὸς βοηθός· ἐν 72 ἀπόροις πόρον εὑρεῖν ἴδιον θεοῦ· τὰ ἀδύνατα παντὶ γενητῷ μόνῳ δυνατὰ καὶ κατὰ χειρός.“
βύθιος ἀφανισθήσεται, ὡς μηδὲ λείψανον αὐτῆς ὑπὲρ γῆς ἔτι φανῆναι, καὶ οὐ μήκει χρόνου, ἀλλὰ τῇ ἐπιούσῃ νυκτί.“
καὶ μέλαν νέφος ἅπαντα τὸν οὐρανὸν ἐπεῖχε, γνοφώδους τῆς νυκτὸς οὔσης εἰς κατάπληξιν τῶν διωκόντων.
τρόπον τείχους κραταιῶς ἠρέμει καὶ ἡσύχαζε, τὰ δ’ ὀπίσω σταλέντα καὶ χαλινωθέντα τὴν εἰς τὸ πρόσω φορὰν καθάπερ ἡνίαις ἀφανέσιν ἀνεχαίτιζε, τὸ δὲ μεσαίτατον, καθ’ ὃ ἐγένετο ἡ ῥῆξις, ἀναξηρανθὲν ὁδὸς εὐρεῖα καὶ λεωφόρος γίνεται. τοῦτο ἰδὼν Μωυσῆς καὶ θαυμάσας ἐγεγήθει καὶ πληρωθεὶς χαρᾶς ἐθάρσυνε τοὺς ἰδίους καὶ ᾗ τάχιστα προὔτρεπεν
ἀναζευγνύναι.
ἅπερ ὁρῶντες οἱ Αἰγύπτιοι θορύβου καὶ ταραχῆς πάντ’ ἐπλήρουν τάς τε τάξεις ὑπὸ δέους συνέχεον ἐπεμπίπτοντες ἀλλήλοις καὶ ζητοῦντες ἤδη φυγεῖν, ὅτ’ οὐδὲν ἦν ὄφελος.
αὐτοῖς ἅρμασι καὶ ἵπποις καταποντοῖ, βορείοις πνεύμασι τῆς παλιρροίας ἀναχυθείσης καὶ μετεώροις τρικυμίαις ἐπιδραμούσης, ὡς μηδὲ πυρφόρον ὑπολειφθῆναι τὸν ἀπαγγελοῦντα τοῖς ἐν Αἰγύπτῳ τὰς αἰφνιδίους συμφοράς.
ἀθρόαν πολεμίων δύο χορούς, τὸν μὲν ἀνδρῶν, τὸν δὲ γυναικῶν, ἐπὶ τῆς ἠϊόνος στήσαντες εὐχαριστικοὺς ὕμνους εἰς τὸν θεὸν ᾖδον, ἐξάρχοντος Μωυσέως μὲν τοῖς ἀνδράσιν, ἀδελφῆς δὲ τούτου ταῖς γυναιξίν· ἡγεμόνες γὰρ οὗτοι τῶν χορῶν ἐγεγένηντο.
τὸν ἀπὸ τῶν ἐχθρῶν ὀρρωδοῦντες φόβον. ἐπιλιπόντος δὲ τοῦ ποτοῦ τρισὶν ἡμέραις, αὖθις ἐν ἀθυμίαις ἦσαν ὑπὸ δίψους καὶ πάλιν ἤρξαντο μεμψιμοιρεῖν ὡς μηδὲν εὖ προπεπονθότες· ἀεὶ γὰρ ἡ τοῦ παρόντος προσβολὴ δεινοῦ τὰς ἐπὶ τοῖς προτέροις ἀγαθοῖς ἡδονὰς ἀφαιρεῖται. 74 75 θεασάμενοι δὲ πηγὰς ἐπιτρέχουσιν p. 110 Μ. ὡς ἀρυσόμενοι χαρᾶς ὑπόπλεῳ,
δὲ τῶν ὀλιγωροτέρων καὶ πρὸς εὐσέβειαν ἀβεβαίων καὶ τὰ προγεγονότα ᾐτιῶντο ὡς οὐκ ἐπ’ εὐεργεσίᾳ συμβάντα μᾶλλον ἢ διὰ μετουσίαν ἀργαλεωτέρων συμφορῶν, ἄμεινον εἶναι λέγοντες τρίς, οὐχ ἅπαξ, ὑπ’ ἐχθρῶν ἀποθανεῖν ἢ δίψει παραπολέσθαι· τὴν μὲν γὰρ ἄπονον καὶ ταχεῖαν τοῦ βίου μετάστασιν οὐδὲν ἀθανασίας διαφέρειν τοῖς εὖ φρονοῦσι, θάνατον
δ’ ὡς ἀληθῶς εἶναι τὸν βραδὺν καὶ μετ’ ἀλγηδόνων, οὐκ ἐν τῷ τεθνάναι τὸ φοβερὸν ἀλλ’ ἐν μόνῳ τῷ ἀποθνῄσκειν ἐπιδεικνύμενον.
βρώσει καὶ πόσει, συγγνῶναι μὲν τοῖς ἀθυμοῦσι, τὴν δὲ πάντων ἔνδειαν ἐκπλῆσαι, μὴ χρόνου μήκει, δωρεᾷ δ’ ἀνυπερθέτῳ καὶ ταχείᾳ, διὰ τὴν τοῦ θνητοῦ φυσικὴν ὀλιγωρίαν ὀξὺν καιρὸν τῆς βοηθείας ἐπιποθοῦντος.
εἰς τὰς πηγὰς καθεῖναι, τάχα μὲν κατεσκευασμένον ἐκ φύσεως ποιοῦν δύναμιν, ἣ τάχα ἠγνόητο, τάχα δὲ καὶ τότε πρῶτον ποιηθὲν εἰς 76 ἣν ἔμελλεν ὑπηρετεῖν χρείαν.
δίψος ἀκεσάμενοι μεθ’ ἡδονῆς διπλασίας, ἐπειδὴ τῆς ἀπολαύσεως τὸ παρ’ ἐλπίδα συμβεβηκὸς ἀγαθὸν εὐφραίνει μᾶλλον, ἔτι καὶ τὰς ὑδρίας πληρώσαντες ἀνεζεύγνυσαν, ὥσπερ ἀπὸ θοίνης καὶ ἱλαρᾶς εὐωχίας ἑστιαθέντες καὶ μεθύοντες οὐ τὴν ἐν οἴνῳ μέθην ἀλλὰ τὴν νηφάλιον, ἣν ἠκρατίσαντο τὰς προπόσεις λαβόντες παρὰ τῆς εὐσεβείας τοῦ προεστῶτος
ἄρχοντος.
δώδεκα, ὧν ἑκάστη πηγῆς ἕξει λόγον εὐσεβοῦσα, χορηγούσης εὐσεβείας ἀενάους καὶ ἀνελλιπεῖς καλὰς πράξεις, γενάρχαι δὲ τοῦ σύμπαντος ἔθνους ἑβδομήκοντα γεγόνασι φοίνικι τῷ τῶν δένδρων ἀρίστῳ προσηκόντως παρεικασθέντες, ὃ καὶ ὀφθῆναι καὶ καρπὸν ἐνεγκεῖν ἐστι κάλλιστον, ὅπερ 77 78 καὶ τὴν ζωτικὴν ἔχει δύναμιν οὐκ ἐν ῥίζαις ὥσπερ τὰ ἄλλα κατορωρυγμένην ἀλλ’ ἀνώφοιτον, καρδίας τρόπον ἐν τῷ μεσαιτάτῳ τῶν ἀκρεμόνων ἱδρυμένην, ὑφ’ ὧν οἷα ἡγεμονὶς ὄντως ἐν κύκλῳ δορυφορεῖται.
κάλλη χλεύην τίθεται τὰ ἐπίγεια, ταῦτα μὲν παιδιάν, ἐκεῖνα δὲ σπουδὴν ὡς ἀληθῶς νομίζουσα.
ἐν μέρει προσέκειντο καὶ συνέβαινε κατὰ τὴν τῆς ἑτέρας ἄνεσιν ἐπιγίνεσθαι τὴν ἑτέραν, ὅπερ ἦν τοῖς πάσχουσιν ἀφορητότατον, εἴ γε πρὸ μικροῦ δόξαντες ἀπαλλαγῆναι δίψους ἐφεδρεῦον κακὸν πεῖναν εὕρισκον.
ἔρημον καὶ καρπῶν ἀγονωτάτην σφόδρα ἠθύμουν· πάντα γὰρ ἦσαν ἢ τραχεῖαι καὶ ἀπορρῶγες πέτραι ἢ ἁλμυρόγεως πεδιὰς ἢ ὄρη λιθωδέστατα ἢ ψάμμοι βαθεῖαι πρὸς ἠλίβατον ὕψος ἀνατείνουσαι, καὶ προσέτι ποταμὸς οὐδείς, οὐκ αὐθιγενής, οὐ χειμάρρους, οὐδεμία πηγή, σπαρτὸν οὐδὲν οὐδὲ δένδρον, οὐχ ἥμερον, οὐ τῆς ἀγρίας ὕλης, οὐ ζῷον πτηνὸν ἢ χερσαῖον,
ὅτι μὴ τῶν ἑρπετῶν τὰ ἰοβόλα πρὸς ὄλεθρον ἀνθρώπων, ὄφεις καὶ σκορπίοι.
πρόκειται, τοῖς μὲν ἐμπόρια καὶ λιμένες, τοῖς δὲ πόλις τις ἢ χώρα, μόνοις δ’ ἡμῖν ἄβατος ἐρημία καὶ δυσοδία καὶ χαλεπαὶ δυσελπιστίαι· προϊόντων γάρ, ὥσπερ ἀχανὲς καὶ βαθὺ πέλαγος ἀπόρευτον ἀναφαίνεται καθ’ ἑκάστην ἡμέραν εὐρυνόμενον.
τὰς γαστέρας οὐδὲ τὰς ἀναγκαίας ἐκπορίζων τροφάς· ἀποικίας ὀνόματι τοσαύτην πληθὺν ἠπάτησεν ἐξ οἰκουμένης τὸ πρῶτον εἰς ἀοίκητον ἀγαγών, εἶτα καὶ εἰς ᾅδου προπέμπων, τὴν τοῦ βίου τελευταίαν ὁδόν.“ 36
μυρίων ὅσων ἐκ τοῦ παραλόγου συμβεβηκότων πραγμάτων παρὰ τὸ καθεστὸς ἔθος ὤφειλον ὑπὸ μηδενὸς ἔτι τῶν εὐλόγων καὶ πιθανῶν ἄγεσθαι, πεπιστευκέναι δ’ αὐτῷ λαβόντες ἀποδείξεις ἐναργεστάτας τοῦ περὶ ἁπάντων ἀψευδεῖν.
φύσει πρᾶγμα καὶ ὑπὸ τῶν ἐν χερσὶ διακινούμενον, ἃ λήθην μὲν τῶν προγεγονότων ἐργάζεται, δυσελπιστίαν δ’ εἰς τὰ μέλλοντα.
ἡγεμόνα τιμῆσαι καὶ ἔτι μᾶλλον ὡς εὐσεβείας ἔχει καὶ ὁσιότητος ἔν τε τοῖς φανεροῖς κἀν τοῖς ἀδήλοις ἅπασι διασυστῆσαι ὁ θεὸς ἐλεήσας τὸ 81 πάθος ἰᾶται.
ἀήθη ὑετὸν καὶ παρηλλαγμένον, οὐχ ὕδωρ, οὐ χάλαζαν, οὐ χιόνα, οὐ κρύσταλλον — ταῦτα γὰρ αἱ τῶν νεφῶν ἀπεργάζονται μεταβολαὶ ταῖς χειμεριναῖς τροπαῖς —, ἀλλὰ κέγχρον βραχυτάτην καὶ λευκοτάτην, ἣ διὰ τὴν ἐπάλληλον φορὰν σωρηδὸν προὐκέχυτο τῶν σκηνῶν, ἄπιστος ὄψις· ἣν καταπλαγέντες ἐπυνθάνοντο τοῦ ἡγεμόνος, τίς τε ὁ ὑετὸς οὗτός
ἐστιν, ὃν οὐδείς πω πρότερον εἶδεν p. 113 Μ. ἀνθρώπων, καὶ πρὸς τί γέγονεν.
σύμπας κόσμος ὑποβέβληται καὶ τὰ τούτου μέρη πρὸς ἅπασαν χρείαν ὧν ἂν θέλῃ ὡς δεσπότῃ δοῦλα ὑπηρετήσοντα.
παράδοξον μὲν δὴ τὸ ἔργον, εἰ καὶ ἐνταῦθα ἔστη·
μεθ’ ἡδονῆς προσηνέγκαντο, τῶν δ’ ἀπολειφθέντων εἰς τὴν ὑστεραίαν οὐδὲν ἔτι σῷον εὕρισκον, ἀλλὰ μεταβεβληκότα καὶ δυσώδη καὶ μεστὰ τοιουτοτρόπων ζῴων, ἃ κατὰ σῆψιν εἴωθε γεννᾶσθαι· ταῦτα μὲν οὖν ἀπερρίπτουν κατὰ τὸ εἰκός, ἑτέρας δ’ εὐτρεπεῖς τροφὰς ἀνεύρισκον, ἃς ἅμα τῇ δρόσῳ καθ’ ἑκάστην ἡμέραν συνέβαινε νίφεσθαι.
ἡ ἱερὰ ἑβδομὰς εἶχεν· ἐπειδὴ γὰρ οὐδὲν ἐφεῖται δρᾶν ἐν αὐτῇ, πάντων δὲ μικρῶν καὶ μεγάλων ἔργων ἀνέχειν διείρηται, συγκομίζειν οὐ δυναμένοις τότε τὰ ἐπιτήδεια πρὸ μιᾶς ὁ θεὸς ὕει διπλᾶ καὶ κελεύει φέρειν εἰς δύο ἡμέρας αὐτάρκη τροφὴν ἐσομένην· τὰ δὲ συγκομισθέντα σῷα διέμενεν, οὐδενὸς ᾗ πρότερον φθαρέντος τὸ παράπαν.
δὲ καὶ τὸ ἔτι τούτου θαυμασιώτερον· ἐπὶ γὰρ ἔτη τεσσαράκοντα, τοσοῦτον μῆκος αἰῶνος, ὁδοιποροῦσιν αὐτοῖς αἱ χορηγίαι τῶν ἀναγκαίων ἐν τάξεσι ταῖς εἰρημέναις ἐγίνοντο καθάπερ ἐν σιταρχίαις μεμετρημέναις πρὸς τὰς ἐπιβαλλούσας ἑκάστοις διανομάς.
γενέθλιος, ἐν ᾗ τόδε τὸ πᾶν ἀπετελέσθη, καὶ παρὰ πατέρων καὶ προγόνων τὴν ζήτησιν ἄλυτον διαδεξάμενοι μόλις ἐδυνήθησαν εὑρεῖν — οὐ μόνον p. 114 Μ. χρησμοῖς ἀναδιδαχθέντες, ἀλλὰ καὶ τεκμηρίῳ πάνυ σαφεῖ· 83 τοῦ γὰρ πλεονάζοντος ἐν ταῖς ἄλλαις ἡμέραις, ὡς ἐλέχθη, φθειρομένου, τὸ πρὸ τῆς ἑβδόμης ὑόμενον οὐ μόνον οὐ μετέβαλεν, ἀλλὰ καὶ μέτρον εἶχε διπλάσιον.
τῶν εἰς ἁβροδίαιτον βίον οὐκ εἰς μακρὰν εὐπόρουν, ὅσαπερ ἐν οἰκουμένῃ χώρᾳ καὶ εὐδαίμονι βουληθέντος τοῦ θεοῦ κατὰ πολλὴν περιουσίαν ἄφθονα χορηγεῖν ἐν ἐρημίᾳ· ταῖς γὰρ ἑσπέραις ὀρτυγομητρῶν νέφος συνεχὲς ἐκ θαλάττης ἐπιφερόμενον ἅπαν τὸ στρατόπεδον ἐπεσκίαζε τὰς πτήσεις προσγειοτάτας ποιουμένων εἰς τὸ εὔθηρον· συλλαμβάνοντες οὖν
καὶ σκευάζοντες ὡς φίλον ἑκάστοις κρεῶν ἀπέλαυον ἡδίστων ἅμα καὶ τὴν τροφὴν παρηγοροῦντες ἀναγκαίῳ προσοψήματι.
ἐκείνην, δι’ ἧς τὰ κατ’ Αἴγυπτον ἀπετέλεσε σημεῖα, θεοφορηθεὶς τὴν ἀκρότομον πέτραν παίει.
πικραὶ μὲν ἦσαν φύσει, μετέβαλον δ’ ἐπιφροσύνῃ θείᾳ πρὸς τὸ γλύκιον.
χορείας καὶ φωτὸς ἀνάλαμψιν, ἡμέρας μὲν ἡλιακοῦ, νύκτωρ δὲ τοῦ διὰ σελήνης, καὶ γῆς ἵδρυσιν ἐν τῷ μεσαιτάτῳ τοῦ παντός, ἠπείρων τε καὶ νήσων ὑπερβάλλοντα μεγέθη καὶ ζῴων καὶ φυτῶν ἀμυθήτους ἰδέας, ἔτι δὲ πελαγῶν ἀναχύσεις, ποταμῶν αὐθιγενῶν καὶ χειμάρρων φοράς, ἀενάων ῥεῖθρα πηγῶν, ὧν αἱ p. 115 Μ. μὲν ψυχρὸν αἱ δὲ θερμὸν ὕδωρ ἀνομβροῦσιν,
ἀέρος παντοίας τροπάς, ἐτησίων ὡρῶν διακρίσεις, ἄλλα κάλλη μυρία.
κἂν μικρὰ ᾖ, ξέναις φαντασίαις ἐνδιδόντες καταπληττόμεθα τῷ φιλοκαίνῳ.
καταλέξας τοὺς ἡβῶντας καὶ στρατηγὸν ἑλόμενος ἕνα τῶν ὑπάρχων Ἰησοῦν, πρὸς τὴν μείζονα συμμαχίαν αὐτὸς ἠπείγετο· περιρρανάμενος γὰρ τοῖς εἰωθόσι καθαρμοῖς ἐπὶ κολωνὸν τὸν πλησίον μετὰ σπουδῆς ἀναδραμὼν ἱκέτευε τὸν θεὸν ὑπερασπίσαι καὶ νίκην καὶ κράτος περιποιῆσαι τοῖς Ἑβραίοις, οὓς ἐκ χαλεπωτέρων πολέμων καὶ κακῶν ἄλλων
ἐρρύσατο μὴ μόνον τὰς ἐξ ἀνθρώπων ἐπικρεμασθείσας συμφορὰς ἀποσκεδάσας, ἀλλὰ καὶ ὅσας ὅ τε τῶν στοιχείων νεωτερισμὸς ἐκαινούργησε κατ’ Αἴγυπτον καὶ ὁ ἐν ταῖς ὁδοιπορίαις ἀνήνυτος λιμός.
εἶθ’ ὁπότε μὲν ἐπελαφρίζοιντο πρὸς ὕψος αἰρόμεναι, τὸ συμμαχικὸν ἐρρώννυτο καὶ ἀνδραγαθιζόμενον ἐπικυδέστερον ἐγίνετο, ὁπότε δὲ κάτω βρίσειαν, ἴσχυον οἱ ἀντίπαλοι, μηνύοντος διὰ συμβόλων τοῦ θεοῦ, ὅτι τῶν μέν ἐστι γῆ καὶ αἱ τοῦ παντὸς ἐσχατιαὶ κλῆρος οἰκεῖος, τῶν δ’ αἰθὴρ ὁ ἱερώτατος, καὶ ὥσπερ ἐν τῷ παντὶ βασιλεύει καὶ κρατεῖ γῆς
οὐρανός, οὕτω καὶ τὸ ἔθνος περιέσται τῶν ἀντιπολεμούντων.
ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε „θεοῦ καταφυγήν“ (Exod. 17, 15), ἐφ’ οὗ τὰ ἐπινίκια ἔθυε χαριστηρίους εὐχὰς ἀποδιδούς.
ἀκοῇ προμαθόντας αὐτήν, ἐπιστήμῃ τῶν ἐκεῖ βεβαίᾳ χρωμένους, τὸ πρακτέον ἐκλογίζεσθαι.
πεμφθέντες ἀψευδεῖν, ἐπιγνῶσιν.
τε καὶ δένδρων, ἢ λεπτόγεως ἔμπαλιν, ἵνα πρὸς μὲν ἰσχὺν καὶ πλῆθος οἰκητόρων ἰσορρόποις δυνάμεσι φραξώμεθα, πρὸς δὲ τὴν ἐν τοῖς τόποις ἐρυμνότητα μηχανήμασι καὶ ταῖς ἑλεπόλεσιν· ἀναγκαῖον δὲ καὶ τὴν χώραν εἰδέναι, εἰ ἀρετῶσα ἢ μή· περὶ γὰρ λυπρᾶς ἑκουσίους κινδύνους ὑπομένειν ἠλιθιότητος.
δύναμις ἐν μόνῳ τῷ πιστεύειν θεῷ κεῖται· ταύτην ἔχοντες τὴν παρασκευὴν οὐδενὶ τῶν φοβερῶν εἴξομεν· ἱκανὴ γὰρ ἀμάχους ῥώμας εὐεξίαις, τόλμαις, ἐμπειρίαις, πλήθεσιν ἐκ πολλοῦ τοῦ p. 117 M. περιόντος κατακρατεῖν, δι’ ἣν καὶ ἐν ἐρήμῃ βαθείᾳ χορηγίαι πάντων εἰσὶν ὅσα ἐν εὐετηρίᾳ πόλεων.
ἔαρ ἐστίν, ὃ νῦν ἐφέστηκεν· ὥρᾳ γὰρ ἔαρος τὰ μὲν σπαρέντα τελεσφορεῖται γένη, αἱ δὲ τῶν δένδρων φύσεις ἀρχὴν λαμβάνουσιν. ἄμεινον δ’ ἂν εἴη καὶ ἐπιμεῖναι μέχρι θέρους ἀκμάζοντος καὶ διακομίσαι καρποὺς οἱονεὶ δείγματα χώρας εὐδαίμονος.“
κατεθεῶντο τὴν χώραν, ἧς πεδιὰς μὲν ἦν πολλὴ κριθοφόρος, πυροφόρος, εὔχορτος, ὀρεινὴ δ’ οὐκ ἔλαττον ἀμπέλων καὶ στελεχῶν ἄλλων κατάπλεως, εὔδενδρος ἅπασα, λάσιος, ποταμοῖς καὶ πηγαῖς διεζωσμένη πρὸς ἄφθονον ὑδρείαν, ὡς ἐκ τῶν προπόδων ἄχρι τῶν κορυφῶν ὅλα τῶν ὀρῶν τὰ κλίματα δένδρεσι κατασκίοις συνυφάνθαι, διαφερόντως δὲ τοὺς
αὐχένας καὶ ὅσαι βαθεῖαι διαφύσεις.
κατάληψιν ἐπέμενον — ὀλισθηρὸν γὰρ αἱ πρῶται φαντασίαι χρόνῳ μόλις ἐνσφραγιζόμεναι — καὶ ἅμα σπουδὴν ἐποιοῦντο δρεψάμενοι τῶν ἀκροδρύων, μὴ ἄρτι πρῶτον στεριφουμένων ἀλλ’ ἤδη ὑποπερκαζόντων, ἐπιδείξασθαι παντὶ τῷ πλήθει τὰ μὴ ῥᾳδίως φθαρησόμενα.
ἦσαν, ἀντιπαρεκτεινόμενοι ταῖς κληματίσι καὶ μοσχεύμασιν, ἄπιστος θέα· ἕνα γοῦν ἐκτεμόντες καὶ δοκίδος ἐκ μέσων ἀπαιωρήσαντες, 92 93 ἧς τὰς ἀρχὰς δυσὶ νέοις, τῷ μὲν ἔνθεν τῷ δ’ ἔνθεν, ἐπετίθεσαν, ἐκ διαδοχῆς, πιεζομένων αἰεὶ τῶν προτέρων—βαρύτατον γὰρ ἦν ἄχθος
ἐπάνοδον.
ἀποικίας ὡς αὐτοβοεὶ περιεσομένους· οὐδεμίαν γὰρ ἀνθέξειν πόλιν πρὸς τοσαύτης δυνάμεως ἔφοδον ἀθρόως ἐπιστάσης, ἀλλὰ τῷ βάρει πιεσθεῖσαν πίπτειν· προσετίθεσαν δὲ καὶ τὰ ἐκ τῶν ἰδίων παθῶν ἑκάτεροι ταῖς ψυχαῖς τῶν ἀκουόντων, οἱ μὲν ἄνανδροι δειλίαν, οἱ δ’ ἀκατάπληκτοι θάρσος μετ’ εὐελπιστίας.
ἦσαν, οἱ δ’ ἔμπαλιν τῶν γενναίων πενταπλάσιοι· τὸ δ’ ὀλίγον θάρσος ἀτολμίας ἐναφανίζεται περιουσίᾳ, ὃ δὴ καὶ τότε φασὶ συμβῆναι· τῶν γὰρ τὰ βέλτιστα διεξιόντων δυοῖν οἱ τἀναντία φάσκοντες δέκα περιῆσαν οὕτως, ὥστε καὶ σύμπασαν ὑπηγάγοντο τὴν πληθὺν ἐκείνων μὲν ἀλλοτριώσαντες, ἑαυτοῖς δ’ οἰκειωσάμενοι.
94 95 ἀπεφαίνοντο γνώμῃ μιᾷ τὸ κάλλος καὶ τῆς πεδιάδος καὶ τῆς ὀρεινῆς ἐκδιηγούμενοι· „τί δ’ ὄφελος“ εὐθὺς ἀνεβόησαν „ἡμῖν ἀλλοτρίων ἀγαθῶν καὶ ταῦτα πεφρουρημένων κραταιᾷ χειρὶ πρὸς τὸ ἀναφαίρετον;“ καὶ τοῖς δυσὶν ἐπιδραμόντες μικροῦ καταλεύουσιν αὐτοὺς ἡδονὴν ἀκοῆς τοῦ συμφέροντος
καὶ ἀπάτην ἀληθείας προκρίναντες.
ἐφίεσθαι τῆς ἀποικίας ἐσώθησαν, ὅτι καταπειθεῖς ἐγένοντο τοῖς λογίοις, γέρας ἐξαίρετον λαβόντες τὸ μὴ παραπολέσθαι.
ἐπίτομον ἐκτραπόμενοι ὁδὸν ἐπλάζοντο, δυσαναπορεύτους καὶ μακρὰς ἀνοδίας ἄλλας ἐπ’ ἄλλαις ἀνευρίσκοντες εἰς ἀνήνυτον ψυχῆς τε καὶ σώματος κάματον, δίκας ἀναγκαίας τῆς ἄγαν ἀσεβείας ὑπομένοντες.
ἐρημίας ἀναμετροῦντες ἔτει τεσσαρακοστῷ μόλις ἐπὶ τοὺς τῆς χώρας ὅρους παρεγένοντο, ἐφ’ οὓς καὶ πρότερον ἦλθον.
τετάξεσθαι χεῖρας ἀνέχοντας.
λιμὸν χρόνοις ὕστερον ἐπανῄει.
καὶ λόγοις βουλαῖς τε καὶ πράξεσιν ἀσπόνδοις καὶ ἀσυμβάτοις χρωμένη, πατρικὴν ἔχθραν ζωπυροῦσα—ὁ γὰρ τοῦ ἔθνους ἀρχηγέτης αὐτὸς ἀποδόμενος τῷ ἀδελφῷ τὰ πρεσβεῖα μικρὸν ὕστερον ὧν ἐξέστη μετεποιεῖτο παραβαίνων τὰς ὁμολογίας καὶ ἐφόνα θάνατον ἀπειλῶν, εἰ μὴ ἀποδοίη—· ταύτην τὴν παλαιὰν ἀνδρὸς ἑνὸς πρὸς ἕνα ἔχθραν ἔθνος τοσαύταις ὕστερον
γενεαῖς ἐκαίνωσεν.
τῶν ἄλλων τοῖς ἀχορηγήτοις ὠνίων· οἱ δ’ εἰρηνικαῖς οὕτω προκλήσεσιν ἀνὰ κράτος ἠναντιοῦντο πόλεμον ἀπειλοῦντες, εἰ τῶν ὅρων ἐπιβάντας 98 ἢ ψαύσαντας αὐτὸ μόνον αἴσθοιντο.
διὰ τοῦθ’ ἡμῖν ἐπὶ τὰς κατ’ αὐτῶν τιμωρίας ἁρμόττον ἵεσθαι, ἕνεκα τῆς πρὸς τὸ ἔθνος τιμῆς, ἵνα καὶ ταύτῃ μοχθηρῶν ἀγαθοὶ διαφέρωμεν, ἐξετάζοντες οὐ μόνον, εἰ κολαστέοι τινές εἰσιν, ἀλλ’ εἰ καὶ ὑφ’ ἡμῶν ἐπιτήδειοι τοῦτο πάσχειν.“
ἐπειδὴ τὰς κατὰ τὴν χώραν ὁδοὺς ἁπάσας φρουραῖς διεζωσμένας εἶδεν ὑπὸ τῶν βλάβην μὲν οὐδεμίαν ἐνδεξομένων, φθόνῳ δὲ καὶ βασκανίᾳ τὴν ἐπίτομον οὐκ ἐώντων προέρχεσθαι.
οἷς φέρει λύπην τἀγαθὰ τῶν πλησίον ἐπὶ τοῖς τούτων εὐφραίνεσθαι κακοῖς, κἂν μὴ ὁμολογῶσιν.
ἐπὶ τοῖς ἐναντίοις ἔμελλον.
παρεσκευασμένους εἰς μάχην τρέπεται· καὶ λαβὼν αἰχμαλώτους ἐπὶ τῷ παρ’ ἐλπίδα εὐημερήματι φυσηθεὶς προῄει, καὶ τοὺς ἄλλους ἅπαντας χειρώσεσθαι νομίζων.
ἄλλον μὴ ἀποκάμνειν „ἀνεγειρώμεθα„ λέγοντες, „ἄρτι τῆς χώρας ἐπιβαίνομεν· ἀκατάπληκτοι μετὰ τῆς ἐν τῷ θαρρεῖν ἐχυρότητος γινώμεθα· τὰ τέλη ταῖς ἀρχαῖς πολλάκις κρίνεται· ἐπὶ τῶν εἰσβολῶν ὄντες καταπληξώμεθα τοὺς οἰκήτορας, ὡς ἔχοντες μὲν τὴν ἐκ τῶν πόλεων εὐετηρίαν, p. 121 Μ. ἀντιδεδωκότες δ’ ἣν ἐκ τῆς ἐρημίας ἐπαγόμεθα σπάνιν τῶν ἀναγκαίων.„
ἀπαρχὰς ἀναθήσειν τῷ θεῷ τὰς πόλεις τοῦ βασιλέως καὶ τοὺς ἐν ἑκάστῃ πολίτας· ὁ δ’ ἐπινεύει ταῖς εὐχαῖς καὶ θάρσος ἐμπνεύσας τοῖς Ἑβραίοις τὴν ἀντίπαλον στρατιὰν ἁλῶναι παρεσκεύασεν.
αἱρεθεῖσαν βασιλείαν, ἀνέθηκεν ἀπαρχήν τινα τῆς ἀποικίας· οὐ γὰρ ἐνόμιζεν ὅσιον εἶναι διανείμασθαι γῆν ἢ πόλεις κατοικῆσαι, πρὶν καὶ τῆς χώρας καὶ τῶν πόλεων ἀπάρξασθαι.
τῆς χώρας ὅρων —, ὥσπερ οὐχ ὕδατος ἀλλ’ ἀκράτου σπάσαντες τὰς ψυχὰς ἀνεχύθησαν· ὑπό τε εὐφροσύνης καὶ χαρᾶς ᾆσμα καινὸν οἱ θεοφιλεῖς χοροὺς περὶ τὸ φρέαρ ἐν κύκλῳ στήσαντες ᾖδον εἰς τὸν κληροῦχον θεὸν καὶ τὸν ἀληθῶς ἡγεμόνα τῆς ἀποικίας, ὅτι πρῶτον ἐπιβάντες ἐξ ἐρημίας μακρᾶς τῆς οἰκουμένης καὶ ἣν ἔμελλον καθέξειν ποτὸν ἄφθονον
ἀνεῦρον, ἁρμόττον ἡγησάμενοι μὴ ἀσημείωτον τὴν πηγὴν παρελθεῖν.
γεγηθὼς δ’ ἐπὶ τοῖς αἰεὶ συμβαίνουσιν ἀπροσδοκήτοις ἀγαθοῖς ὁ Μωυσῆς ἐχώρει προσωτέρω, τὴν μὲν νεότητα διανείμας εἴς τε πρωτοστάτας καὶ ὀπισθοφύλακας, γηραιοὺς δὲ καὶ γύναια καὶ παῖδας ἐν μέσοις τάξας, ἵνα διὰ τῶν παρ’ ἑκάτερα φρουρὰν ἔχωσιν, ἐάν τε ἀντικρὺ ἐάν τε κατόπιν ἐχθρὸς ὅμιλος ἐπίῃ.
ἐφώρμα p. 122 Μ. νομίζων αὐτίκα τῷ πολέμῳ περιέσεσθαι.
εἷλον, ἔψαυσαν δὲ τῶν ἀπὸ τῆς λείας οὐδενὸς τὰ πρῶτα τῶν ἄθλων ἀναθεῖναι τῷ θεῷ σπουδάσαντες·
μάχης, ἀλλ’ ἡ πρώτη καὶ μόνη ἐγένετο, καθ’ ἣν πᾶσα ἡ ἀντίπαλος ἐκλίθη δύναμις καὶ ἀνατραπεῖσα ἡβηδὸν αὐτίκα ἠφανίσθη.
ἄνδρας βελτίους τὰ πάντα.
ῥώμην τῶν Ἑβραίων καθελεῖν.
τε καὶ φλογμὸν ἐν μέσῳ χειμῶνι, τοῖς δ’ ἐξ εὐετηρίας ἀφορίαν καὶ ἔμπαλιν ἐκ λιμοῦ φοράν, ἐνίοις δὲ πλημμύρας ποταμῶν καὶ κενώσεις καὶ θεραπείας λοιμικῶν νοσημάτων καὶ ἄλλων μυρίων, ὧν ἕκαστον ὁ προθεσπίζειν δοκῶν ὀνομαστότατος ἦν ἐπὶ μέγα εὐκλείας προερχόμενος διὰ τὴν ἐπιβαίνουσιν ἀεὶ καὶ φθάνουσαν πανταχόσε φήμην.
ἐξέπεμπε τῶν ἑταίρων τινὰς παρακαλῶν ἥκειν καὶ δωρεὰς τὰς μὲν ἤδη παρεῖχε, τὰς δὲ δώσειν ὡμολόγει τὴν χρείαν ἧς ἕνεκα μεταπέμποιτο δηλῶν· ὁ δ’ οὐκ ἀπὸ φρονήματος εὐγενοῦς καὶ βεβαίου, p. 123 M. ἀλλὰ τὸ πλέον ἀστεϊζόμενος ὡς δὴ τῶν ἐλλογίμων προφητῶν γεγονὼς καὶ μηδὲν ἄνευ χρησμῶν εἰωθὼς πράττειν τὸ παράπαν, ὑπανεδύετο λέγων οὐκ ἐπιτρέπειν
αὐτῷ βαδίζειν τὸ θεῖον.
παλίμφημον· τὸ γὰρ ὑποζύγιον, ᾧ συνέβαινεν αὐτὸν ἐποχεῖσθαι, προερχόμενον ἐπ’ εὐθείας ἐξαπιναίως ἵσταται τὸ πρῶτον·
ἠλόγει τῶν πληγῶν, ὥστε καὶ τὸν ἐποχούμενον μικροῦ καταβαλεῖν καὶ καθεζόμενον ὅμως ἀντιλυπῆσαι.
ὑπέπτηξεν, ὁ δ’ ἄνθρωπος οὐκ εἶδεν, εἰς ἔλεγχον ἀναισθησίας· ὑπὸ γὰρ ἀλόγου ζῴου παρευημερεῖτο τὰς ὄψεις ὁ μὴ μόνον τὸν κόσμον ἀλλὰ καὶ τὸν κοσμοποιὸν αὐχῶν ὁρᾶν.
ἀγνοίας ἀλλ’ οὐ καθ’ ἑκούσιον γνώμην ἁμαρτόντι.
τῆς σῆς διανοίας καὶ τὰ φωνῆς ὄργανα τρέποντος, ᾗ δίκαιον καὶ συμφέρον· ἡνιοχήσω γὰρ ἐγὼ τὸν λόγον θεσπίζων ἕκαστα διὰ τῆς σῆς γλώττης οὐ συνιέντος.“
περὶ τῆς βραδυτῆτος καὶ τοῦ μὴ ἑτοιμότερον ἥκειν· μετὰ δὲ ταῦτ’ εὐωχίαι ἦσαν καὶ πολυτελεῖς ἑστιάσεις καὶ ὅσα ἄλλα πρὸς ὑποδοχὴν ξένων ἔθος εὐτρεπίζεσθαι, φιλοτιμίαις βασιλικαῖς πάντα πρὸς τὸ μεγαλειότερον ἐπιδιδόντα καὶ σεμνότερον ὄγκον.
ἱδρῦσθαι δαιμονίου τινός, ἣν οἱ ἐγχώριοι προσεκύνουν· μέρος δ’ ἐνθένδε καθεωρᾶτο τῆς τῶν Ἑβραίων στρατοπεδείας, ὃ καθάπερ ἀπὸ σκοπιᾶς ἐπεδείκνυτο τῷ μάγῳ.
δὲ προελθὼν ἔνθους αὐτίκα γίνεται, προφητικοῦ πνεύματος ἐπιφοιτήσαντος, ὃ πᾶσαν αὐτοῦ τὴν ἔντεχνον μαντικὴν ὑπερόριον τῆς 108 109 ψυχῆς ἤλασε· θέμις γὰρ οὐκ ἦν ἱερωτάτῃ κατοκωχῇ συνδιαιτᾶσθαι μαγικὴν σοφιστείαν. εἶθ’ ὑποστρέψας καὶ τάς τε θυσίας ἰδὼν καὶ τοὺς βωμοὺς φλέγοντας ὥσπερ ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου θεσπίζει τάδε·
τοῖς μὴ καταράτοις ὑπὸ θεοῦ; θεάσομαι μὲν αὐτοὺς ὀφθαλμοῖς ἀφ’ ὑψηλοτάτων ὀρῶν καὶ τῇ διανοίᾳ καταλήψομαι, βλάψαι δ’ οὐκ ἂν δυναίμην λαόν, ὃς μόνος κατοικήσει, μὴ συναριθμούμενος ἑτέροις ἔθνεσιν, οὐ κατὰ τόπων ἀποκλήρωσιν καὶ χώρας ἀποτομήν, ἀλλὰ κατὰ τὴν τῶν ἐξαιρέτων ἐθῶν ἰδιότητα, μὴ συναναμιγνύμενος ἄλλοις εἰς τὴν τῶν πατρίων ἐκδιαίτησιν.
ἐποιοῦ διὰ τὴν ὑποικουροῦσαν ἐν τῇ ψυχῇ πρὸς μὲν ἐκείνους οἰκειότητα πρὸς δ’ ἐμὲ καὶ τοὺς ἐμοὺς ἀλλοτρίωσιν· πίστις γάρ, ὡς ὁ παλαιὸς 110 111 λόγος, τῶν ἀδήλων τὰ ἐμφανῆ.“
ἀπεκρινάμην ταὐτά.“
τὸν μάντιν ἐπ’ οἰωνοὺς καὶ φήμας αἰσίους.
τὸ παράπαν οὐδέν, ὃ μὴ τελειωθήσεται βεβαίως, ἐπεὶ ὁ λόγος ἔργον ἐστὶν αὐτῷ. παρελήφθην δ’ ἐπ’ εὐλογίαις, οὐ κατάραις, ἐγώ.
καὶ πάντων τῶν κατὰ μαντικὴν ἑνὶ τῷ τοῦ κόσμου ἡγεμόνι πιστεύοντες. ὁρῶ λαὸν ὡς σκύμνον ἀνιστάμενον καὶ ὡς λέοντα γαυρούμενον. 112 113 εὐωχηθήσεται θήρας καὶ ποτῷ χρήσεται τραυματιῶν αἵματι καὶ κορεσθεὶς οὐ τρέψεται πρὸς ὕπνον, ἀλλ’ p. 126 Μ. ἐγρηγορὼς τὸν ἐπινίκιον ᾄσεται ὕμνον.“
καὶ ταῦτ’ εἰπὼν ὥσπερ ἐκλαθόμενος ὧν εἶπε διὰ τὸ τῆς γνώμης ἀβέβαιον εἰς ἄλλον τόπον ἀπῆγε τὸν μάντιν, ἀφ’ οὗ δείξας μέρος τι τῆς Ἑβραϊκῆς στρατιᾶς καταρᾶσθαι παρεκάλει.
τὰ ἑτέρου, δέον μηκέτ’ ἐπακολουθεῖν ἀλλ’ οἴκαδε ἀπαίρειν, ἑτοιμότερον τοῦ παραπέμποντος προεξέτρεχεν, ἅμα μὲν οἰήσει, κακῷ μεγάλῳ, πεπιεσμένος, ἅμα δὲ καὶ τῇ διανοίᾳ καταρᾶσθαι γλιχόμενος, εἰ καὶ τῇ φωνῇ διεκωλύετο.
ἑπτὰ κατασκευάσαντας καὶ ἱερεῖα τεσσαρεσκαίδεκα προσαγαγόντας ἑκάστῳ βωμῷ δύο, μόσχον τε καὶ κριόν. αὐτὸς δὲ οὐκέτι κατὰ τὸ εἰκὸς ἐπὶ κληδόνας καὶ οἰωνοὺς ἵετο πολλὰ τὴν αὑτοῦ τέχνην κακίσας ὡς χρόνῳ καθάπερ γραφὴν ἐξίτηλον γενομένην καὶ τοὺς εὐθυβόλους στοχασμοὺς ἐξαμαυρωθεῖσαν· ἄλλως δὲ καὶ μόλις ἐνενόησεν, ὅτι οὐ συνᾴδει τῷ τοῦ
114 θεοῦ βουλήματι ἡ τοῦ μισθωσαμένου προαίρεσις αὐτὸν βασιλέως.
ἀληθινῶς ὁρῶν, ὅστις καθ’ ὕπνον ἐναργῆ φαντασίαν εἶδε θεοῦ τοῖς τῆς ψυχῆς ἀκοιμήτοις ὄμμασιν. ὡς καλοί σου οἱ οἶκοι, στρατιὰ Ἑβραίων, αἱ σκηναί σου ὡς νάπαι σκιάζουσαι, ὡς παράδεισος ἐπὶ ποταμοῦ, ὡς κέδρος παρ’ ὕδατα.
πρὸς ὕψος ἀρθήσεται. ὁ λαὸς οὗτος ἡγεμόνι τῆς ἀπ’ Αἰγύπτου πάσης ὁδοῦ κέχρηται θεῷ καθ’ ἓν κέρας ἄγοντι τὴν πληθύν.
τοῖς ἄλλοις ἐνειργασμένος· ἄθλιος ὃς ἂν αὐτὸν παρακινήσας ἐγείρῃ. οἱ μὲν εὐλογοῦντές σε εὐφημίας ἄξιοι, κατάρας δ’ οἱ καταρώμενοι.“
ἐργάσασθαι βιασθῶ.
κατηγορῶν αὑτοῦ μέγιστον· τί γάρ, εἴποι τις ἄν, ἰδιάζεις καὶ συμβουλεύεις τὰ ἐναντία τοῖς χρησμοῖς ὑποτιθέμενος, εἰ μὴ ἄρα τῶν λογίων
παρανομίαν, διὰ λαγνείας καὶ ἀκολασίας, μεγάλου κακοῦ, πρὸς μεῖζον κακόν, ἀσέβειαν, ἄγειν αὐτοὺς ἐσπούδασεν ἡδονὴν δέλεαρ προθείς.
τὴν νεότητα τῶν ἀντιπάλων.
117 118 ἐκδιαιτηθῇς μὲν τὰ πάτρια, μεταβαλὼν δὲ τιμήσῃς ἅπερ ἐγώ. πίστις δέ μοι τῆς βεβαίου μεταβολῆς γένοιτ’ ἂν ἀρίδηλος, ἢν ἐθελήσῃς μετασχεῖν τῶν αὐτῶν σπονδῶν τε καὶ θυσιῶν, ἃς ἀγάλμασι καὶ ξοάνοις καὶ τοῖς λοιποῖς ἀφιδρύμασιν ἐπιτελοῦμεν.““
πολυειδέσι, κάλλει καὶ στωμυλίας χειραγωγίαις, οὐδὲν ἀντειπών, ἐξηγκωνισμένος τὸν λογισμόν, ἄθλιος ὑπηρετήσει τοῖς προσταττομένοις, ἀναγραφεὶς τοῦ πάθους δοῦλος.“
καὶ τοὺς ἐπὶ φθορᾷ καὶ πορνείᾳ κειμένους ἀνελών, ὡς εἰ μηδὲ τὴν ἀρχὴν ἐγράφησαν, ἀνέδην ἐπιτρέπει ταῖς γυναιξὶ τὰς ὁμιλίας πρὸς οὓς ἂν ἐθέλωσι ποιεῖσθαι.
γινομένοις σφόδρα χαλεπήνας—δεινότατον γὰρ αὐτῷ κατεφαίνετο, εἰ ὑφ’ ἕνα καιρὸν ἄμφω τά τε σώματα καὶ τὰς ψυχὰς ἐπιδεδώκασι, τὰ μὲν ἡδοναῖς, τὰς δὲ τῷ παρανομεῖν καὶ ἀνοσιουργεῖν—ἐνεανιεύσατο νεανείαν ἀνδρὶ καλῷ καὶ ἀγαθῷ προσήκουσαν.
μήτε λανθάνειν τοὺς πολλοὺς πειρώμενον μήθ’ οἷα φιλεῖ κλέπτοντα 119 120 τὴν εἴσοδον, ἀλλὰ μετ’ ἀναισχύντου θράσους τὴν ἀκοσμίαν ἐπιδεικνύμενον καὶ φρυαττόμενον ὡς ἐπὶ σεμνῷ πράγματι τῷ καταγελάστῳ, πάνυ πικρανθεὶς καὶ πληρωθεὶς ὀργῆς δικαίας ἐπεισδραμὼν ἔτι κατ’ εὐνὴν κειμένους ἀμφοτέρους τόν τ’ ἐραστὴν καὶ τὴν ἑταίραν ἀναιρεῖ προσανατεμὼν καὶ τὰ γεννητικά, διότι σποραῖς ὑπηρέτησαν ἐκθέσμοις.
θεασάμενοί τινες τὸ παράδειγμα τῶν τὴν ἐγκράτειαν καὶ θεοσέβειαν ἐζηλωκότων προστάξαντος Μωυσέως ἐμιμήσαντο καὶ πάντας τοὺς τελεσθέντας τοῖς χειροποιήτοις συγγενεῖς καὶ φίλους ἡβηδὸν ἀνελόντες τὸ μὲν μίασμα τοῦ ἔθνους ἐκκαθαίρουσι διὰ τῆς τῶν προηδικηκότων ἀπαραιτήτου τιμωρίας, τοὺς δ’ ἄλλους παρασχόντας ἀπολογίαν ἐναργεστάτην ὑπὲρ
τῆς αὑτῶν εὐσεβείας περιεποιήσαντο, μηδένα τῶν ἀφ’ αἵματος κατακρίτων οἰκτισάμενοι μηδ’ ἐλέῳ τἀδικήματα αὐτῶν παρελθόντες, ἀλλὰ καθαροὺς νομίσαντες τοὺς αὐτόχειρας· ὅθεν οὐδενὶ παρεχώρησαν τὴν ἐπέξοδον φέρουσαν τοῖς δρῶσιν ἀψευδέστατον ἔπαινον.
καθαρσίων ἐπιτελεσθέντων, ὡς ἀριστεῖ γέρας ἐπάξιον τῷ υἱῷ τοῦ ἀρχιερέως, ὃς πρῶτος ἐπὶ τὴν ἄμυναν ὥρμησεν, ἐζήτει παρασχεῖν Μωυσῆς· φθάνει δὲ χρησμοῖς δωρησάμενος ὁ θεὸς Φινεεῖ τὸ μέγιστον ἀγαθόν, εἰρήνην, ὃ μηδεὶς ἱκανὸς ἀνθρώπων παρασχεῖν, πρὸς δὲ τῇ εἰρήνῃ καὶ
παγκρατησίαν ἱερωσύνης, αὐτῷ καὶ γένει κλῆρον ἀναφαίρετον.
μὲν διὰ τοῦ μάντεως, ὃν ἤλπισεν ἀραῖς τισι δυνήσεσθαι καθελεῖν τὴν δύναμιν τῶν Ἑβραίων, δεδρακότα δὲ διὰ τῆς τῶν γυναικῶν ἀσελγείας καὶ ἀκολασίας, αἳ τὰ μὲν σώματα λαγνείαις τὰς δὲ ψυχὰς ἀσεβείᾳ τῶν χρωμένων διέφθειραν.
ἡγούμενος ἐφεδρείας εἶναι συμμάχων τοῖς προκαμοῦσι βοηθούς, ἀριστίνδην δὲ τοὺς ἡβῶντας ἐπιλέξας, χιλίους ἐκ φυλῆς ἑκάστης, δώδεκα χιλιάδας— τοσαῦται γὰρ ἦσαν αἱ φυλαί—καὶ στρατηγὸν ἑλόμενος τοῦ πολέμου Φινεὲς πεῖραν ἤδη δεδωκότα στρατηγικῆς εὐτολμίας ἐπὶ καλοῖς ἱερείοις ἐξέπεμπε τοὺς ὁπλίτας καὶ θαρσύνων τοιάδε διεξῄει· „οὐχ
ἀρχῆς ὁ παρὼν ἀγών ἐστιν οὐδ’ ὑπὲρ τοῦ κτήσασθαι τὰ ἑτέρων, περὶ ὧν ἢ μόνων ἢ μάλιστα οἱ πόλεμοι, ἀλλ’ ὑπὲρ εὐσεβείας καὶ ὁσιότητος, ὧν τοὺς ἡμετέρους συγγενεῖς καὶ φίλους ἠλλοτρίωσαν οἱ ἐχθροὶ παραίτιοι γενόμενοι τοῖς ὑπαχθεῖσι χαλεπῆς ἀπωλείας.
ἠδικηκότων ἀποσχέσθαι, καὶ τοὺς μὲν μαθόντας ἀδικεῖν ἀνῃρηκέναι, τοὺς δὲ βιασαμένους καὶ διδάξαντας ἀτιμωρήτους καταλιπεῖν, οὓς 123 124 ἁπάντων αἰτίους εἶναι συμβέβηκεν, ὧν ἢ δεδράκασιν ἢ πεπόνθασιν ἐκεῖνοι.“
ἀντιπάλους, αὐτοὶ δὲ πάντες σῷοι ἐπανελθεῖν, οὐδενὸς ἀποθανόντος ἀλλ’ οὐδὲ τρωθέντος.
φίλοις.
αὐτοῖς ἀκολασίας καὶ ἀσεβείας καὶ τὰ τελευταῖα θανάτου· νέοις δὲ κομιδῇ παισὶ καὶ παρθένοις συνέγνωσαν, ἀμνηστίαν τῆς ἡλικίας ἐφελκομένης.
ἧκον εἰς τὸ στρατόπεδον ἐπηχθισμένοι τὸν παρὰ τῶν ἐχθρῶν πάντα πλοῦτον.
δὲ μεγάλῳ ἱερεῖ καθᾶραι τοῦ φόνου τοὺς ἀπὸ τῆς παρατάξεως ἥκοντας τῶν συμμάχων.
γεγενῆσθαι.
οἱ γὰρ ἔφεδροι τῶν ἀγωνιστῶν οὐκ ἐλαττούμενοι ταῖς προθυμίαις χρόνῳ καὶ τῷ φθασθῆναι μόνον ὑστερίζουσι.
προπολεμήσαντες εἰσήνεγκαν· τῶν δ’ ἀπαρχῶν τὰς μὲν παρὰ τῶν στρατευσαμένων τῷ μεγάλῳ ἱερεῖ προστάττει δοθῆναι, τὰς δὲ παρὰ τῶν 127 128 καταμεινάντων ἐν τῷ στρατοπέδῳ τοῖς νεωκόροις, οἷς ὄνομα Λευῖται.
σκεύη πολυτελέστατα, ὧν πάλιν ὕλη χρυσὸς ἦν· ἃ Μωυσῆς λαβὼν καὶ τὴν εὐσέβειαν τῶν φερόντων ἀγάμενος ἀνατίθησιν ἐν τῇ καθιερωμένῃ σκηνῇ τῆς εὐχαριστίας τῶν ἀνδρῶν ὑπόμνημα.
ἀπένειμε, τὰς δὲ τῶν ἀγωνισαμένων, οἳ σώμασι καὶ ψυχαῖς ἐκινδύνευσαν ὁλόκληρον ἀνδραγαθίαν παρασχόμενοι, τῷ προεστηκότι τῶν νεωκόρων ἱερεῖ τῷ μεγάλῳ, τὰς δὲ τῶν ταξιαρχῶν ἅτε ἡγεμονικὰς τῷ συμπάντων ἡγεμόνι θεῷ.
Ἰορδάνην τὸν ἐγχώριον ποταμόν, πρὸς τοὺς τῆς ἀντιπέρας γῆς οἰκήτορας εὐδαίμονος καὶ βαθείας, ἐν ᾗ πολλὴ πεδιὰς σιτοφόρος καὶ χιλὸν κτήνεσιν ἐνεγκεῖν ἀγαθή.
γὰρ ἔφασκον εἶναι τὸν τόπον ἐννέμεσθαί τε καὶ ἐμβόσκεσθαι θρέμμασιν εὔυδρον ὄντα καὶ εὔχορτον καὶ προβατευσίμην ἄφθονον πόαν ἀπαυτοματίζοντα.
ἕξοντες, τοὺς δ’ ὑμετέρους συγγενεῖς καὶ φίλους οἱ λειπόμενοι τραχηλιοῦσι πόλεμοι, καὶ τὰ μὲν ἆθλα μόνοις ὑμῖν ὡς ἐπὶ κατωρθωμένοις πᾶσι δοθήσεται, μάχαι δὲ καὶ πόνοι καὶ p. 132 M. ταλαιπωρίαι καὶ οἱ ἀνωτάτω κίνδυνοι ἑτέρους ἀναμενοῦσιν;
ἀμυθήτοις ἐναθλεῖν, οὐδὲ προσθήκην τὸ ὅλον μέρους εἶναι· τοὐναντίον γὰρ ἕνεκα τῶν ὅλων τὰ μέρη κληρονομίας ἀξιοῦται.
ἀξιωθέντες ἐν ταῖς διανομαῖς πλεονεκτήσετε, ὡς ἢ ἄρχοντες ὑπηκόων ἢ δεσπόται δούλων καταφρονήσαντες;
συναπονοηθέντων—ἅπαντες γὰρ ἔξω δυοῖν ἀπώλοντο —, δέον μηδενὶ τῶν ὁμοίων συνεπιγράφεσθαι, δειλίαν, ὦ κενοὶ φρενῶν, ζηλοῦτε ὡς οὐκ εὐαλωτότεροι γενησόμενοι καὶ τὰς προθυμίας ὑποσκελίζετε τῶν ἀνδραγαθίζεσθαι προαιρουμένων ἐκλύοντες καὶ παριέντες αὐτῶν τὰ φρονήματα. 131 τοιγάρτοι σπεύδοντες ἁμαρτάνειν σπεύσετε καὶ πρὸς τιμωρίας·
μὴ λιποστράτιον, μηδὲν ἄλλο τῶν ἐφ’ ἥττῃ διαπεπραγμένοι, παραμεμενηκότες δ’ ἐξ ἀρχῆς ἄχρι τέλους φαίνωνται καὶ τοῖς σώμασι καὶ ταῖς προθυμίαις, ἐρημωθῇ δὲ πᾶσα ἡ χώρα τῶν προενῳκηκότων, τηνικαῦτα δοθήσεται τὰ γέρα καὶ τὰ ἀριστεῖα ταῖς φυλαῖς ἐξ ἴσου.“
πατρὸς—ᾔδεσαν γὰρ αὐτὸν οὐ καταλαζονευόμενον ἀρχῆς ἐξουσίᾳ, προκηδόμενον δὲ πάντων καὶ δικαιοσύνην καὶ ἰσότητα τιμῶντα καὶ τὸ μισοπόνηρον οὐκ ἐπ’ ὀνείδει σωφρονισμῷ δὲ τῶν βελτιοῦσθαι δυναμένων αἰεὶ ποιούμενον—„εἰκότως μὲν“ ἔφασαν „ἀγανακτεῖς, εἰ τοῦθ’ ὑπείληφας, ὅτι τὴν συμμαχίαν ἀπολιπόντες πρὸ καιροῦ τὰς λήξεις λαβεῖν
ἐπειγόμεθα.
τὸν Ἰορδάνην ἐν ταῖς παντευχίαις, οὐδενὶ τῶν ὁπλιτῶν πρόφασιν παρασχόντες μονῆς· υἱοὶ δὲ κομιδῇ νήπιοι καὶ θυγατέρες καὶ γυναῖκες καὶ τὸ πλῆθος τῶν βοσκημάτων, ἐὰν ἐπιτρέπῃς, ὑπολελείψονται, παισὶ μὲν καὶ γυναιξὶν οἰκίας ἐπαύλεις δὲ θρέμμασι κατασκευασάντων ἡμῶν, 132 ἵνα μηδὲν ἐξ ἐπιδρομῆς δεινὸν πάθωσιν ἐν ἀτειχίστοις καὶ ἀφρουρήτοις προκαταληφθέντες.“
δ’ αὐτοὶ διαβαίνετε μετὰ τῶν ἄλλων ὡπλισμένοι καὶ ἐκτεταγμένοι πρὸς μάχην ὡς αὐτίκα, ἢν δέῃ, πολεμήσοντες.
ταῦτ’ εἰπόντος καὶ ὑποσχομένου, πληρωθέντες εὐθυμίας καὶ χαρᾶς τοὺς μὲν οἰκείους μετὰ τῶν θρεμμάτων ἀσφαλῶς ἐν ἐρύμασι δυσαλώτοις, ὧν τὰ πλεῖστα χειροποίητα ἦν, ἱδρύονται, τὰ δ’ ὅπλα ἀναλαβόντες ἐξέθεον τῶν ἄλλων συμμάχων προθυμότερον ὡς ἢ μόνοι πολεμήσοντες ἢ προαγωνιούμενοι πάντων· ὁ γὰρ προλαβών τινα δωρεὰν προθυμότερος
εἰς συμμαχίαν, ἀποτίνειν ἀναγκαῖον ὄφλημα νομίζων, οὐ χαρίζεσθαι.
De Vita Mosis (Lib. I-II). Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.