καί φησιν· „ἆρα δυνησόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ προσκυνῆσαί σε;—διὰ μὲν γὰρ ἡλίου τὸν πατέρα, διὰ δὲ σελήνης τὴν μητέρα, διὰ δὲ τῶν ἕνδεκα ἀστέρων τοὺς p. 43 M. ἕνδεκα ἀδελφοὺς ὑποσημαίνειν ἔοικας—· ὃ μηδὲ εἰς νοῦν ποτε ἔλθοι τὸν σόν, ὦ παῖ, λαθοῦσα δὲ καὶ ἡ μνήμη τῶν φανέντων ὑπεξέλθοι· τὸ γὰρ τὴν ἐπὶ τοῖς οἰκείοις
ἐλπίζειν καὶ καραδοκεῖν ἡγεμονίαν ἀπευκτὸν ἄγαν παρ’ ἐμοὶ κριτῇ, νομίζω δὲ καὶ παρὰ πᾶσιν, ὅσοις ἰσότητος μέλει καὶ συγγενικῶν δικαίων.“
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.