ἕνα ἄνδρα πόλιν δ’ ὅλην κάμνουσαν παραλαβὼν ὑπ’ ἀργαλεωτέρων νόσων, ἃς κατεσκεύασαν αἱ συγγενεῖς ἐπιθυμίαι, τί πράσσειν ὀφείλω; προέμενος τὰ συνοίσοντα πᾶσι κοινῇ τὰ τοῦ δεῖνος ἢ τοῦ δεῖνος ὦτα θεραπεύειν ἀνελευθέρῳ καὶ σφόδρα δουλοπρεπεῖ κολακείᾳ; τεθνάναι μᾶλλον ἂν ἑλοίμην ἢ πρὸς ἡδονήν τι φθεγξάμενος p. 53 M. ἐπικρύψαι τὴν ἀλήθειαν καὶ
τοῦ συμφέροντος ἀμελῆσαι.
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.