προσενεχθήσομαι τῷ δεσπότῃ; τίνι ψυχῇ παραδεξάμενος τὸ ἀνοσιούργημα τοῦτο; προσβλέψω δὲ τίσιν ὀφθαλμοῖς ὁ σιδηροῦς ἐγώ; τὸ συνειδὸς ἐλλαμβανόμενον ὀρθοῖς ὄμμασιν οὐκ ἐάσει προσβλέπειν, κἂν δυνηθῶ λανθάνειν· λήσομαι δ’ οὐδαμῶς· εἰσὶ γὰρ ἐξετασταὶ μυρίοι τῶν λάθρα δρωμένων, οἷς οὐ θέμις ἡσυχάζειν.
De Josepho. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.