τῶν μὲν παθῶν ἀσθενέστερον οὐδὲν γίνεται, τάχα δὲ καὶ τῆς παλαιᾶς δυνάμεως κραταιότερον, ἀμυδραὶ δὲ ὄψεις καὶ ὦτα δυσήκοα καὶ ἑκάστη τῶν ἄλλων αἰσθήσεων ἀμβλυτέρα, μηκέθ’ ὁμοίως ἕκαστα ἀκριβοῦν καὶ δικάζειν δυναμένη μηδ’ ἴσα τῷ πλήθει ὑποτελεῖν· εἰκότως οὖν ἐξασθενήσασαι πάντα τρόπον καὶ κλιθεῖσαι δι’ αὑτῶν ὑπὸ τῶν ἀντιπάλων
παθῶν ῥᾳδίως ἀνατρέπονται.
De Abrahamo. Philo Judaeus. ed. Leopold Cohn. Germany. 2014.
Funding provided by European Social Fund Saxony.