εἰπεῖν τοῖς ἀποδεδρακόσι καὶ μὴ θέλουσι τὸν ὑπὲρ ἀρετῆς ἄρασθαι πόλεμον πρὸς τοὺς ἀντιτεταγμένους· „ἀφέστηκεν ὁ καιρὸς ἀπ’ αὐτῶν, ὁ δὲ κύριος ἐν ἡμῖν“ (Num. 14,9). μόνον γὰρ οὐκ ἄντικρυς ὁμολογεῖ τὸν θεὸν καιρόν, ὃς παντὸς μὲν ἀσεβοῦς μακρὰν ἀφέστηκεν, ἀρετώσαις δ’ ἐμπεριπατεῖ ψυχαῖς.
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.