τις καὶ διψήσας, πηγὰς ἐξαίφνης ἰδὼν ἢ δένδρα παντοῖα ἡμέροις βρίθοντα καρποῖς, μήπω φαγὼν ἢ πιών, ἀλλὰ μηδ’ ἀρυσάμενος ἢ δρεψάμενος ἐλπίδι τῆς ἀπολαύσεως προπληροῦται. εἶτ’ οἰόμεθα ταῖς μὲν τοῦ σώματος τροφαῖς καὶ πρὸ τῆς χρήσεως ἑστιᾶσθαι δύνασθαι, τὰς δὲ τῆς διανοίας οὐχ ἱκανὰς εἶναι καὶ ὁπότε μέλλοιεν ἑστιᾶν προευφραίνειν;
De Mutatione Nominum. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.