1 τοῦτο μόνον ἢ καὶ δι’ ἐκεῖνο, ὅτι ἡ τῶν νεωκόρων Λευιτικὴ φυλὴ τοὺς θεοπλαστήσαντας τὸν χρυσοῦν μόσχον, τὸν Αἰγυπτιακὸν τῦφον, ἡβηδὸν ἐξ ἐπιδρομῆς κατέκτειναν, ὀργῇ δικαίᾳ σὺν ἐνθουσιασμῷ καί τινι κατοκωχῇ θεοφορήτῳ χρησάμενοι; „καὶ κτείνει ἕκαστος ἀδελφὸν καὶ πλησίον
καὶ τὸν ἔγγιστα“ (Exod. 32,27), ἀδελφὸν μὲν ψυχῆς τὸ σῶμα, τὸ δὲ λογικοῦ πλησίον τὸ ἄλογον, τὸν δὲ ἔγγιστα νοῦ τὸν προφορικὸν λόγον.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.