εἰσάγεται τῷ πατρὶ καὶ τῇ μητρί· „οὐχ ἑώρακα ὑμᾶς, καὶ τοὺς ἀδελφοὺς οὐ γινώσκω, καὶ τοὺς υἱοὺς ἀπογινώσκω“ (Deut. 33,9) ὑπὲρ τοῦ δίχα μεθολκῆς θεραπεύειν τὸ ὄν. ἡ δ’ ἀψευδὴς φυγὴ στέρησις τῶν οἰκειοτάτων καὶ φιλτάτων ἐστίν. φυγάδας οὖν φυγάσι παρακατατίθεται πρὸς τὴν ὧν εἰργάσαντο ἀμνηστίαν, δι’ ὁμοιότητα ἔργων.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.