ἑτέρῳ δὲ ἔτεκεν ἡ ψυχή· „συλλαβοῦσα“ γάρ φησιν „ἔτεκεν“ (Gen. 21, 2) ὡς ἂν ἀχρόνως. οὐ γὰρ ἄνθρωπος ἦν ὁ γεννώμενος, ἀλλὰ νόημα καθαρώτατον, φύσει μᾶλλον ἢ ἐπιτηδεύσει καλόν· οὗ χάριν καὶ ἡ τίκτουσα αὐτὸ λέγεται „τὰ γυναικεῖα ἐκλιπεῖν“ (Gen. 18, 11), τὰ συνήθη καὶ εὔλογα καὶ ἀνθρώπινα.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.