αὐτομαθὴς καὶ αὐτοδίδακτος σοφός· οὐ γὰρ σκέψεσι καὶ μελέταις καὶ πόνοις ἐβελτιώθη, γενόμενος δ’ εὐθὺς εὐτρεπισμένην εὗρε σοφίαν ἄνωθεν ὀμβρηθεῖσαν ἀπ’ οὐρανοῦ, ἧς ἀκράτου σπάσας εἱστιάθη καὶ διετέλεσε μεθύων τὴν μετ’ ὀρθότητος λόγου νήφουσαν μέθην.
De Fuga Et Inventione. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.