τῶν πρὸς φιλοσοφίαν ὁμολογιῶν. ὁ δὲ ἐμμένων ταῖς συνθήκαις πορίζει πάντα πανταχόθεν πρὸς τὴν ἀρέσκειαν αὐτῆς. εἰκότως οὖν τῆς πίστεως αὐτὸν ἀγάμενος ὁ ἱερὸς λόγος φησίν, ὅτι καὶ νῦν ἦν αὐτῷ γυνὴ Σάρρα, ὅτε τὴν θεραπαινίδα πρὸς τὴν ἐκείνης ἀρέσκειαν ἠγάγετο.
De Congressu Eruditionis Gratia. Philo Judaeus. ed. Paul Wendland. Germany. 2014.
Funding provided by European Social Fund Saxony.